Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.439 Joseph. AJ 14.444 (English) >>Joseph. AJ 14.450

14.442ὡς δʼ οἱ πρῶτοι διεξῆλθον, ὀπισθοφυλακεῖ μὲν Ἡρώδης, προσπίπτουσι δὲ ἐξαπιναίως οἱ ἐκ τῆς ἐνέδρας ὄντες εἰς πεντακοσίους, καὶ τρεψαμένων τοὺς πρώτους ἐπιδραμὼν βασιλεὺς τῇ ῥύμῃ τῇ περὶ αὐτὸν παραχρῆμα μὲν ἀνακόπτει τοὺς πολεμίους, ἐπεγείρει δὲ τὸ τῶν οἰκείων φρόνημα καὶ θαρραλέους ἀπεργάζεται, καὶ τῶν πάλαι φευγόντων ἐξ ὑποστροφῆς μαχομένων ἐκτείνοντο πάντοθεν οἱ βάρβαροι. 14.443ἐπέκειτο δʼ βασιλεὺς ἀναιρῶν καὶ τὰ διηρπασμένα, πολλὰ δʼ ἦν σκευοφόρα καὶ ἀνδράποδα, πάντα ἀνασωσάμενος προῄει. 14.444καὶ πλειόνων αὐτοῖς ἐπιθεμένων τῶν ἐν τοῖς δρυμῶσιν, οἳ πλησίον τῆς εἰς τὸ πεδίον ἐκβολῆς ἦσαν, καὶ τούτοις προσμίξας αὐτὸς μετὰ στίφους καρτεροῦ τρέπεται καὶ πολλοὺς αὐτῶν ἀποκτείνας ἀδεᾶ τοῖς ἑπομένοις ὁδὸν παρεῖχεν· οἱ δὲ σωτῆρα καὶ προστάτην αὐτὸν ἐκάλουν. 14.445

Ἐπεὶ δὲ πλησίον τῶν Σαμοσάτων γεγόνει, πέμπει τὸ στράτευμα ὑπαντησόμενον Ἀντώνιος σὺν τῷ οἰκείῳ κόσμῳ τιμὴν Ἡρώδῃ ταύτην ἀπονέμων καὶ ἐπικουρίας ἕνεκα· τὴν γὰρ τῶν βαρβάρων ἀκηκόει κατʼ αὐτῶν ἐπίθεσιν. 14.446καὶ δὴ παρόντα τε εἶδεν ἀσμένως καὶ τὰ κατὰ τὴν ὁδὸν αὐτῷ πεπραγμένα μαθὼν ἐδεξιοῦτο καὶ τῆς ἀρετῆς ἐθαύμαζεν, αὐτός τε περιλαβὼν αὐτὸν Ἀντώνιος ὡς εἶδεν ἠσπάζετο προυτίμα τε νεωστὶ βασιλέα ἀποδείξας. 14.447Ἀντιόχου δὲ μετʼ οὐ πολὺ τὸ ἔρυμα παραδόντος καὶ διὰ τοῦτο παυσαμένου τοῦ πολέμου Σοσσίῳ μὲν Ἀντώνιος παραδίδωσιν παρακελευσάμενος δὲ Ἡρώδῃ συμμαχεῖν αὐτὸς ἐπʼ Αἰγύπτου ἐχώρει. καὶ Σόσσιος μὲν δύο τάγματα ἐπικουρικὰ Ἡρώδῃ προύπεμψεν εἰς τὴν Ἰουδαίαν, αὐτὸς δὲ μετὰ τοῦ πλείονος στρατοῦ ἠκολούθει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.439 Joseph. AJ 14.444 (English) >>Joseph. AJ 14.450

Powered by PhiloLogic