Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.451 Joseph. AJ 14.456 (English) >>Joseph. AJ 14.461

14.454καὶ βασιλεὺς ἔσπευδεν ἐπὶ Ἱεριχοῦντος τιμωρήσασθαι κατὰ νοῦν ἔχων αὐτοὺς ὑπὲρ τἀδελφοῦ. ἐπεὶ δὲ κατέζευξεν, εἱστία μὲν τοὺς ἐν τέλει, μετὰ δὲ τὴν συνουσίαν παρῆλθεν εἰς τὸ δωμάτιον ἀπολύσας τοὺς παρόντας. 14.455ἐνταῦθα ἴδοι τις ἂν τοῦ βασιλέως τὴν ἐκ τοῦ θεοῦ εὔνοιαν· πίπτει μὲν γὰρ στέγη τοῦ οἰκήματος, οὐδένα δὲ ἀπολαβοῦσα διέφθειρεν, ὥστε πάντας πιστεῦσαι τὸν Ἡρώδην εἶναι θεοφιλῆ, μέγαν οὕτω καὶ παράδοξον διαφυγόντα κίνδυνον. 14.456

Τῇ δʼ ὑστεραίᾳ τῶν πολεμίων ἑξακισχίλιοι ἀπʼ ἄκρων κατιόντες τῶν ὀρῶν εἰς μάχην ἐφόβουν τοὺς Ῥωμαίους. οἱ δὲ γυμνῆτες προσιόντες τοῖς παλτοῖς ἔβαλλον καὶ λίθοις τοὺς περὶ τὸν βασιλέα ἐξεληλυθότας αὐτόν τε παλτῷ τις παρὰ τὴν λαπάραν ἔβαλεν. 14.457Ἀντίγονος δʼ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει πολλῇ βουλόμενος παρασχεῖν τοῖς πολεμίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. ἀλλʼ μὲν Μαχαιρᾷ τῷ στρατηγῷ προσεκάθητο· Ἡρώδης δὲ πέντε πόλεις καταλαβὼν τοὺς ἐγκαταληφθέντας περὶ δισχιλίους ὄντας ἐφόνευσεν αὐτάς τε τὰς πόλεις ἐμπρήσας ἐπανῆλθεν ἐπὶ τὸν Πάππον· 14.458ἐστρατοπεδεύσατο δʼ οὗτος περὶ κώμην Ἰσάνας καλουμένην καὶ πολλῶν αὐτῷ προσρεόντων ἐκ τῆς Ἱεριχοῦς καὶ τῆς ἄλλης Ἰουδαίας, ἐπεὶ πλησίον γίνεται, τῶν πολεμίων ἐπεξελθόντων αὐτοῖς ὑπὸ θράσους συμβαλὼν κρατεῖ τῇ μάχῃ, καὶ τιμωρῶν τἀδελφῷ φεύγουσιν εἰς τὴν κώμην εἵπετο κτείνων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.451 Joseph. AJ 14.456 (English) >>Joseph. AJ 14.461

Powered by PhiloLogic