Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.453 Joseph. AJ 14.458 (English) >>Joseph. AJ 14.463

14.456

Τῇ δʼ ὑστεραίᾳ τῶν πολεμίων ἑξακισχίλιοι ἀπʼ ἄκρων κατιόντες τῶν ὀρῶν εἰς μάχην ἐφόβουν τοὺς Ῥωμαίους. οἱ δὲ γυμνῆτες προσιόντες τοῖς παλτοῖς ἔβαλλον καὶ λίθοις τοὺς περὶ τὸν βασιλέα ἐξεληλυθότας αὐτόν τε παλτῷ τις παρὰ τὴν λαπάραν ἔβαλεν. 14.457Ἀντίγονος δʼ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει πολλῇ βουλόμενος παρασχεῖν τοῖς πολεμίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. ἀλλʼ μὲν Μαχαιρᾷ τῷ στρατηγῷ προσεκάθητο· Ἡρώδης δὲ πέντε πόλεις καταλαβὼν τοὺς ἐγκαταληφθέντας περὶ δισχιλίους ὄντας ἐφόνευσεν αὐτάς τε τὰς πόλεις ἐμπρήσας ἐπανῆλθεν ἐπὶ τὸν Πάππον· 14.458ἐστρατοπεδεύσατο δʼ οὗτος περὶ κώμην Ἰσάνας καλουμένην καὶ πολλῶν αὐτῷ προσρεόντων ἐκ τῆς Ἱεριχοῦς καὶ τῆς ἄλλης Ἰουδαίας, ἐπεὶ πλησίον γίνεται, τῶν πολεμίων ἐπεξελθόντων αὐτοῖς ὑπὸ θράσους συμβαλὼν κρατεῖ τῇ μάχῃ, καὶ τιμωρῶν τἀδελφῷ φεύγουσιν εἰς τὴν κώμην εἵπετο κτείνων. 14.459πεπληρωμένων δὲ τῶν οἰκήσεων ὁπλιτῶν καί τινων ἀναφευγόντων ἐπὶ τὰς στέγας κρατεῖ τούτων, καὶ τοὺς ὀρόφους τῶν οἴκων ἀνασκάπτων ἔμπλεα τὰ κάτω τῶν στρατιωτῶν ἑώρα ἀθρόων ἀπειλημμένων. 14.460τούτους μὲν οὖν πέτραις ἄνωθεν βάλλοντες σωρηδὸν ἐπʼ ἀλλήλοις ἀνῄρουν· καὶ θέαμα τοῦτο δεινότατον ἦν κατὰ τόνδε τὸν πόλεμον νεκρῶν τὸ πλῆθος ἀπείρων ἐντὸς τῶν τειχῶν ἐπʼ ἀλλήλοις κειμένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.453 Joseph. AJ 14.458 (English) >>Joseph. AJ 14.463

Powered by PhiloLogic