Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.455 Joseph. AJ 14.460 (English) >>Joseph. AJ 14.465

14.458ἐστρατοπεδεύσατο δʼ οὗτος περὶ κώμην Ἰσάνας καλουμένην καὶ πολλῶν αὐτῷ προσρεόντων ἐκ τῆς Ἱεριχοῦς καὶ τῆς ἄλλης Ἰουδαίας, ἐπεὶ πλησίον γίνεται, τῶν πολεμίων ἐπεξελθόντων αὐτοῖς ὑπὸ θράσους συμβαλὼν κρατεῖ τῇ μάχῃ, καὶ τιμωρῶν τἀδελφῷ φεύγουσιν εἰς τὴν κώμην εἵπετο κτείνων. 14.459πεπληρωμένων δὲ τῶν οἰκήσεων ὁπλιτῶν καί τινων ἀναφευγόντων ἐπὶ τὰς στέγας κρατεῖ τούτων, καὶ τοὺς ὀρόφους τῶν οἴκων ἀνασκάπτων ἔμπλεα τὰ κάτω τῶν στρατιωτῶν ἑώρα ἀθρόων ἀπειλημμένων. 14.460τούτους μὲν οὖν πέτραις ἄνωθεν βάλλοντες σωρηδὸν ἐπʼ ἀλλήλοις ἀνῄρουν· καὶ θέαμα τοῦτο δεινότατον ἦν κατὰ τόνδε τὸν πόλεμον νεκρῶν τὸ πλῆθος ἀπείρων ἐντὸς τῶν τειχῶν ἐπʼ ἀλλήλοις κειμένων. 14.461τοῦτο τὸ ἔργον μάλιστα τὰ φρονήματα τῶν πολεμίων ἔκλασεν καραδοκούντων τὸ μέλλον· ἑωρῶντο γὰρ παμπληθεῖς πόρρωθεν συγγενόμενοι περὶ τὴν κώμην· οἳ τότε ἔφευγον, καὶ εἰ μὴ χειμὼν ἐπέσχεν βαθύς, ἧκεν ἂν καὶ ἐπὶ Ἱεροσόλυμα βασιλέως στρατιὰ θαρροῦσα τῷ νενικηκέναι, καὶ τὸ πᾶν ἦν ἂν εἰργασμένη· καὶ γὰρ Ἀντίγονος ἤδη τὴν παντελῆ φυγὴν ἐσκόπει καὶ ἀπανάστασιν ἐκ τῆς πόλεως. 14.462

Τότε μὲν οὖν βασιλεύς, ὀψία γὰρ ἦν, δειπνοποιεῖσθαι κελεύει τοὺς στρατιώτας, αὐτὸς δέ, ἐκεκμήκει γάρ, εἰσελθὼν εἴς τι δωμάτιον περὶ λουτρὸν ἦν. ἔνθα καὶ κίνδυνος αὐτῷ μέγιστος συνέπεσεν, ὃν κατὰ θεοῦ πρόνοιαν διέφυγεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.455 Joseph. AJ 14.460 (English) >>Joseph. AJ 14.465

Powered by PhiloLogic