Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.467 Joseph. AJ 14.470 (English) >>Joseph. AJ 14.476

14.469περὶ τρισμυρίους γὰρ ἦσαν. πάντες δʼ ἐπὶ τὸ Ἱεροσολυμιτῶν ἠθροίζοντο τεῖχος, καὶ διεκάθητο πρὸς τῷ βορείῳ τείχει τῆς πόλεως στρατιᾶς ἕνδεκα μὲν οὖσα τέλη ὁπλιτικοῦ, ἓξ δὲ χιλιάδες ἱππέων, ἄλλα δὲ ἐπικουρικὰ ἀπὸ τῆς Συρίας, δύο δʼ ἡγεμόνες, Σόσσιος μὲν ὑπʼ Ἀντωνίου σταλεὶς σύμμαχος, Ἡρώδης δʼ ὑπὲρ αὐτοῦ, ὡς Ἀντίγονον ἀφελόμενος τὴν ἀρχὴν ἀποδειχθέντα ἐν Ῥώμῃ πολέμιον αὐτὸς ἀντʼ ἐκείνου βασιλεὺς εἴη κατὰ τὸ τῆς συγκλήτου δόγμα. 14.470

Μετὰ δὲ πολλῆς προθυμίας καὶ ἔριδος ἅτε σύμπαντος ἠθροισμένου τοῦ πλήθους οἱ Ἰουδαῖοι τοῖς περὶ τὸν Ἡρώδην ἀντεπολέμουν κατειληθέντες ἐντὸς τοῦ τείχους, πολλά τε ἐπεφήμιζον περὶ τὸ ἱερὸν καὶ πολλὰ ἐπʼ εὐφημίᾳ τοῦ δήμου, ὡς ῥυσομένου τῶν κινδύνων αὐτοὺς τοῦ θεοῦ. 14.471τά τε ἐκτὸς τῆς πόλεως ἀπεσκευάσαντο, ὡς μηδʼ ὅσα τροφὴ δύναιτο εἶναι ὑπολιπεῖν ἀνθρώποις ὑποζυγίοις, λῃστείαις τε λάθρα χρώμενοι ἀπορίαν παρέσχον. 14.472ταῦτα δʼ Ἡρώδης συνιδὼν πρὸς μὲν τὰς λῃστείας ἐν τοῖς ἐπικαιροτάτοις τόποις παρελόχιζεν, πρὸς δὲ τὰ ἐπιτήδεια πέμπων ὁπλιτικὰ τέλη πόρρωθεν ἀγορὰν συνεκόμιζεν, ὡς ὀλίγου χρόνου πολλὴν ἀφθονίαν αὐτοῖς γενέσθαι τῶν ἀναγκαίων. 14.473ἦρτο δὲ συνεχῶς ἤδη πολλῆς χειρὸς ἐργαζομένης καὶ τὰ τρία χώματα εὐπετῶς· θέρος τε γὰρ ἦν καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάστασιν οὔτʼ ἀπὸ τοῦ ἀέρος οὔτʼ ἀπὸ τῶν ἐργαζομένων, τά τε μηχανήματα προσάγοντες κατέσειον τὸ τεῖχος καὶ πάσαις ἐχρῶντο πείραις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.467 Joseph. AJ 14.470 (English) >>Joseph. AJ 14.476

Powered by PhiloLogic