Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.483 Joseph. AJ 14.488 (English) >>Joseph. AJ 14.491

14.486οὕτως τε τὴν λοιπὴν ἐξωνησάμενος πόλιν τὰς ὑποσχέσεις ἐπλήρωσεν· λαμπρῶς μὲν γὰρ ἕκαστον στρατιώτην, ἀναλόγως δὲ τοὺς ἡγεμόνας, βασιλικώτατα δʼ αὐτὸν ἐδωρήσατο Σόσσιον, ὡς πάντας ἀπελθεῖν χρημάτων εὐποροῦντας. 14.487

Τοῦτο τὸ πάθος συνέβη τῇ Ἱεροσολυμιτῶν πόλει ὑπατεύοντος ἐν Ῥώμῃ Μάρκου Ἀγρίππα καὶ Κανιδίου Γάλλου ἐπὶ τῆς ἑκατοστῆς ὀγδοηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος τῷ τρίτῳ μηνὶ τῇ ἑορτῇ τῆς νηστείας, ὥσπερ ἐκ περιτροπῆς τῆς γενομένης ἐπὶ Πομπηίου τοῖς Ἰουδαίοις συμφορᾶς· 14.488καὶ γὰρ ὑπʼ ἐκείνου τῇ αὐτῇ ἑάλωσαν ἡμέρᾳ μετὰ ἔτη εἰκοσιεπτά. Σόσσιος δὲ χρυσοῦν ἀναθεὶς τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱεροσολύμων Ἀντίγονον ἄγων δεσμώτην Ἀντωνίῳ. 14.489δείσας δὲ Ἡρώδης μὴ φυλαχθεὶς Ἀντίγονος ὑπʼ Ἀντωνίου καὶ κομισθεὶς εἰς Ῥώμην ὑπʼ αὐτοῦ δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἐπιδεικνὺς αὐτὸν μὲν ἐκ βασιλέων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὅτι προσῆκεν αὐτοῦ βασιλεύειν τοὺς παῖδας διὰ τὸ γένος, εἰ καὶ αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτεν· 14.490ταῦτα φοβούμενος πολλοῖς χρήμασι πείθει τὸν Ἀντώνιον ἀνελεῖν Ἀντίγονον. οὗ γενομένου τοῦ δέους μὲν Ἡρώδης ἀπαλλάσσεται, παύεται δʼ οὕτως τοῦ Ἀσσαμωναίου ἀρχὴ μετὰ ἔτη ἑκατὸν εἰκοσιέξ. οἶκος λαμπρὸς οὗτος ἦν καὶ διάσημος γένους τε ἕνεκα καὶ τῆς ἱερατικῆς τιμῆς ὧν τε ὑπὲρ τοῦ ἔθνους οἱ γονεῖς αὐτοῦ διεπράξαντο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.483 Joseph. AJ 14.488 (English) >>Joseph. AJ 14.491

Powered by PhiloLogic