Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.520 | Joseph. BJ 1.524 (English) | >>Joseph. BJ 1.529 |
1.522πολλὰ δʼ εἶναι τὰ παροξύνοντα καθʼ ἡμέραν , ὥστε μηδὲ λαλιᾶς τινα τρόπον ἀσυκοφάντητον καταλελεῖφθαι · περὶ μὲν γὰρ εὐγενείας ἑτέρων μνείας γενομένης αὐτὸς ἀλόγως ὑβρίζεσθαι , τοῦ πατρὸς λέγοντος “ὁ μόνος εὐγενὴς Ἀλέξανδρος καὶ τὸν πατέρα διʼ ἀγένειαν ἀδοξῶν ”· κατὰ δὲ τὰς θήρας προσκρούειν μὲν σιωπῶν , ἐπαινέσας δὲ προσακούειν εἴρων .
1.523πανταχοῦ δʼ ἀμείλικτον εὑρίσκειν τὸν πατέρα καὶ μόνῳ φιλόστοργον Ἀντιπάτρῳ , διʼ ὃν ἡδέως καὶ τεθνήξεσθαι μὴ κρατήσας τῆς ἐπιβουλῆς . κτείναντι δὲ εἶναι σωτηρίας ἀφορμὴν πρῶτον μὲν Ἀρχέλαον ὄντα κηδεστήν , πρὸς ὃν διαφεύξεσθαι ῥᾳδίως , ἔπειτα Καίσαρα μέχρι νῦν ἀγνοοῦντα τὸν Ἡρώδου τρόπον ·
1.524οὐ γὰρ ὡς πρότερον αὐτῷ παραστήσεσθαι πεφρικὼς τὸν ἐφεστῶτα πατέρα οὐδὲ φθέγξεσθαι περὶ τῶν ἑαυτοῦ μόνον ἐγκλημάτων , ἀλλὰ πρῶτον μὲν κηρύξειν τὰς τοῦ ἔθνους συμφορὰς καὶ τοὺς μέχρι ψυχῆς φορολογουμένους , ἔπειτʼ εἰς οἵας τρυφὰς καὶ
-- -- ζητήσειν δὲ καὶ τὸν πάππον ἐκεῖ καὶ τὴν μητέρα καὶ τὰ τῆς βασιλείας μύση πάντα κηρύξειν , ἐφʼ οἷς οὐ κριθήσεσθαι πατροκτόνος .
1.526
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.520 | Joseph. BJ 1.524 (English) | >>Joseph. BJ 1.529 |