Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.539 | Joseph. BJ 1.544 (English) | >>Joseph. BJ 1.549 |
1.542Οὐολούμνιος δὲ τῆς σκυθρωπῆς ἀποφάσεως ἤρξατο , καὶ μετʼ αὐτὸν πάντες θάνατον κατακρίνουσιν τῶν μειρακίων , οἱ μὲν κολακεύοντες , οἱ δὲ μισοῦντες Ἡρώδην καὶ οὐδεὶς διʼ ἀγανάκτησιν .
1.543ἔνθα δὴ μετέωρος ἥ τε Συρία πᾶσα καὶ τὸ Ἰουδαϊκὸν ἦν ἐκδεχομένων τὸ τέλος τοῦ δράματος · οὐδεὶς μέντοι ὑπελάμβανεν ἔσεσθαι μέχρι τεκνοκτονίας ὠμὸν Ἡρώδην . ὁ δὲ σύρας τοὺς υἱοὺς εἰς Τύρον κἀκεῖθεν διαπλεύσας εἰς Καισάρειαν τρόπον ἀναιρέσεως τοῖς μειρακίοις ἐσκέπτετο .
-- -- τέλος δὲ καὶ τῷ βασιλεῖ τολμήσας προσελθεῖν “ἀλλʼ ἐμοὶ μέν , ἔφη , κακοδαιμονέστατος εἶναι δοκεῖς , ὅστις κατὰ τῶν φιλτάτων πείθῃ τοῖς πονηροτάτοις , εἴ γε Φερώρα καὶ Σαλώμης καταγνοὺς πολλάκις θάνατον πιστεύεις τούτοις κατὰ τῶν τέκνων , οἵ σε τῶν γνησίων περικόπτοντες διαδόχων ἐπʼ Ἀντιπάτρῳ καταλείπουσι μόνῳ , τὸν ἑαυτοῖς εὐμεταχείριστον αἱρούμενοι βασιλέα .
1.546σκέψαι μέντοι γε , μή ποτε κἀκείνῳ γένηται μῖσος ἐν τοῖς στρατιώταις ὁ τῶν ἀδελφῶν θάνατος · οὐ γὰρ ἔστιν ὅστις οὐκ ἐλεεῖ τὰ μειράκια , τῶν δὲ ἡγεμόνων καὶ φανερῶς ἀγανακτοῦσιν πολλοί .” ταῦθʼ ἅμα λέγων ὠνόμαζεν τοὺς ἀγανακτοῦντας . ὁ δὲ βασιλεὺς εὐθέως ἐκείνους τε καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ συνελάμβανεν .
1.544
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.539 | Joseph. BJ 1.544 (English) | >>Joseph. BJ 1.549 |