Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.51 | Joseph. BJ 1.56 (English) | >>Joseph. BJ 1.61 |
1.54
-- -- προγνοὺς δὲ τὴν ἔφοδον ὁ νεανίσκος παραγενέσθαι εἰς τὴν πόλιν ἠπείγετο , πλεῖστον τῷ λαῷ πεποιθὼς κατά τε μνήμην τῶν πατρῴων κατορθωμάτων καὶ μῖσος τῆς Πτολεμαίου παρανομίας . ὥρμησε δὲ καὶ Πτολεμαῖος εἰσελθεῖν καθʼ ἑτέραν πύλην , ἐξεκρούσθη γε μὴν ὑπὸ τοῦ δήμου ταχέως δεδεγμένων ἤδη τὸν Ὑρκανόν .
1.56καὶ ὁ μὲν παραχρῆμα ἀνεχώρησεν εἴς τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων , ὃ Δαγὼν καλεῖται · κομισάμενος δὲ τὴν πατρῴαν ἀρχιερωσύνην Ὑρκανὸς καὶ θύσας τῷ θεῷ μετὰ τάχους ἐπὶ Πτολεμαῖον ὥρμησεν βοηθήσων τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς , καὶ προσβαλὼν τῷ φρουρίῳ τὰ μὲν ἄλλα κρείττων ἦν ,
1.57ἡττᾶτο δὲ δικαίου πάθους · ὁ γὰρ Πτολεμαῖος ὁπότε καταπονοῖτο , τήν τε μητέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προάγων ἐπὶ τοῦ τείχους εἰς εὐσύνοπτον ᾐκίζετο καὶ κατακρημνιεῖν , εἰ μὴ θᾶττον ἀπανασταίη , διηπείλει .
1.58πρὸς ἃ τὸν μὲν Ὑρκανὸν ὀργῆς πλείων οἶκτος εἰσῄει καὶ δέος , ἡ δὲ μήτηρ οὐδὲν οὔτε πρὸς τὰς αἰκίας οὔτε πρὸς τὸν ἀπειλούμενον αὐτῇ θάνατον ἐνδιδοῦσα χεῖρας ὤρεγε καὶ κατηντιβόλει τὸν παῖδα μήτι πρὸς τὴν αὐτῆς ὕβριν ἐπικλασθέντα φείσασθαι τοῦ δυσσεβοῦς , ὡς αὐτῇ γε κρείττονα τὸν ἐκ Πτολεμαίου θάνατον ἀθανασίας εἶναι δόντος δίκας ἐφʼ οἷς εἰς τὸν οἶκον αὐτῶν παρηνόμησεν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.51 | Joseph. BJ 1.56 (English) | >>Joseph. BJ 1.61 |