Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.620 | Joseph. BJ 1.624 (English) | >>Joseph. BJ 1.627 |
1.622
τοὺς μὲν γὰρ προτέρους βασιλείας τε ἔτι νέους ἀξιώσας καὶ πρὸς τοῖς
-- -- τὸ δὲ μιαρὸν τοῦτο θηρίον τῆς ἐμῆς ὑπερεμπλησθὲν ἀνεξικακίας ἤνεγκεν κατʼ ἐμοῦ τὸν κόρον · ἔδοξα γὰρ αὐτῷ πολὺν ζῆν χρόνον , καὶ τὸ ἐμὸν γῆρας ἐβαρύνθη βασιλεύς τε οὐχ ὑπέμεινεν εἰ μὴ διὰ πατροκτονίας γενέσθαι , δίκαια γοῦν βουλευσάμενος , ὅτι καταγαγὼν αὐτὸν ἀπὸ τῆς χώρας ἀπερριμμένον καὶ παρωσάμενος τοὺς ἐκ βασιλίδος μοι γεγενημένους ἀπέδειξα τῆς ἀρχῆς διάδοχον .
1.625ἐξομολογοῦμαί σοι , Οὔαρε , τὴν ἐμαυτοῦ φρενοβλάβειαν · ἐγὼ τοὺς υἱοὺς ἐκείνους κατʼ ἐμαυτοῦ παρώξυνα δικαίας αὐτῶν ἀποκόψας ἐλπίδας διʼ Ἀντίπατρον . καὶ τί μὲν ἐκείνους εὐεργέτησα τηλικοῦτον , ἡλίκον τοῦτον ; ᾧ γε ζῶν μὲν ὀλίγου δεῖν παρεχώρησα τῆς ἐξουσίας , φανερῶς δὲ ταῖς διαθήκαις ἐνέγραψα τῆς ἀρχῆς διάδοχον καὶ πρόσοδον μὲν ἰδίᾳ πεντήκοντα ταλάντων ἔνειμα , τῶν δʼ ἐμῶν ἐχορήγησα χρημάτων ἀνέδην , πλέοντι δὲ νῦν εἰς Ῥώμην ἔδωκα τριακόσια τάλαντα , Καίσαρι δʼ ἐξ ὅλης τῆς γενεᾶς μόνον ὡς σωτῆρα τοῦ πατρὸς παρεθέμην .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.620 | Joseph. BJ 1.624 (English) | >>Joseph. BJ 1.627 |