Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.191 Joseph. BJ 2.197 (English) >>Joseph. BJ 2.202

2.195

Τῶν δὲ τὸν νόμον καὶ τὸ πάτριον ἔθος προτεινομένων καὶ ὡς οὐδὲ θεοῦ τι δείκηλον, οὐχ ὅπως ἀνδρός, οὐ κατὰ τὸν ναὸν μόνον ἀλλʼ οὐδὲ ἐν εἰκαίῳ τινὶ τόπῳ τῆς χώρας θέσθαι θεμιτὸν εἴη, ὑπολαβὼν Πετρώνιοςἀλλὰ μὴν καὶ ἐμοὶ φυλακτέος τοὐμοῦ δεσπότου νόμος”, ἔφη· “παραβὰς γὰρ αὐτὸν καὶ φεισάμενος ὑμῶν ἀπολοῦμαι δικαίως. πολεμήσει δʼ ὑμᾶς πέμψας με καὶ οὐκ ἐγώ· 2.196καὶ γὰρ αὐτός, ὥσπερ ὑμεῖς, ἐπιτάσσομαι.” πρὸς ταῦτα τὸ πλῆθος πάντʼ ἐβόα πρὸ τοῦ νόμου πάσχειν ἑτοίμως ἔχειν. καταστείλας δʼ αὐτῶν Πετρώνιος τὴν βοήν, “πολεμήσετε, εἶπεν, ἄρα 2.197Καίσαρι;” καὶ Ἰουδαῖοι περὶ μὲν Καίσαρος καὶ τοῦ δήμου τῶν Ῥωμαίων δὶς τῆς ἡμέρας θύειν ἔφασαν, εἰ δὲ βούλεται τὰς εἰκόνας ἐγκαθιδρύειν, πρότερον αὐτὸν δεῖν ἅπαν τὸ Ἰουδαίων ἔθνος προθύσασθαι· παρέχειν δὲ σφᾶς αὐτοὺς ἑτοίμους εἰς τὴν σφαγὴν ἅμα τέκνοις καὶ γυναιξίν. 2.198ἐπὶ τούτοις θαῦμα καὶ οἶκτος εἰσῄει τὸν Πετρώνιον τῆς τε ἀνυπερβλήτου θρησκείας τῶν ἀνδρῶν καὶ τοῦ πρὸς θάνατον ἑτοίμου παραστήματος. καὶ τότε μὲν ἄπρακτοι διελύθησαν.

-- --

2.199

Ταῖς δʼ ἑξῆς ἀθρόους τε τοὺς δυνατοὺς κατʼ ἰδίαν καὶ τὸ πλῆθος ἐν κοινῷ συλλέγων ποτὲ μὲν παρεκάλει, ποτὲ δὲ συνεβούλευεν, τὸ πλέον μέντοι διηπείλει τήν τε Ῥωμαίων ἐπανατεινόμενος ἰσχὺν καὶ τοὺς Γαΐου θυμοὺς τήν τε ἰδίαν πρὸς τούτοις ἀνάγκην.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.191 Joseph. BJ 2.197 (English) >>Joseph. BJ 2.202

Powered by PhiloLogic