Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.22 | Joseph. BJ 2.28 (English) | >>Joseph. BJ 2.33 |
2.26
-- -- ὃν δικαστὴν τῆς διαδοχῆς οὐ περιέμεινεν , εἴ γε μετὰ τὴν Ἡρώδου τελευτὴν ἐγκαθέτους μὲν ὑποπέμψας τοὺς περιθήσοντας αὐτῷ τὸ διάδημα , προκαθίσας δʼ ἐπὶ τοῦ θρόνου καὶ χρηματίσας βασιλεὺς τάξεις τε τῆς στρατιᾶς ἀμείψας καὶ προκοπὰς χαρισάμενος ,
2.28ἔτι δὲ τῷ δήμῳ πάντα κατανεύσας ὅσων ὡς παρὰ βασιλέως τυχεῖν ἠξίουν καὶ τοὺς ἐπὶ μεγίσταις αἰτίαις παρὰ τοῦ πατρὸς δεδεμένους λύσας , νῦν ἥκει παρὰ τοῦ δεσπότου σκιὰν αἰτησόμενος βασιλείας , ἧς ἥρπασεν ἑαυτῷ τὸ σῶμα , καὶ ποιῶν οὐ τῶν πραγμάτων ἀλλὰ τῶν ὀνομάτων κύριον Καίσαρα .
2.29προσωνείδιζεν δʼ ὡς καὶ τὸ πένθος κατειρωνεύσατο τοῦ πατρός , μεθʼ ἡμέραν μὲν ἐπισχηματίζων τὸ πρόσωπον εἰς λύπην , νύκτωρ δὲ μέχρις κώμων μεθυσκόμενος , ἐν ᾧ καὶ τὴν ταραχὴν τοῦ πλήθους ἐκ τῆς ἐπὶ τούτοις ἀγανακτήσεως ἔλεγεν γεγονέναι .
2.30καὶ τὸν ἀγῶνα τοῦ λόγου παντὸς ἐναπηρείσατο τῷ πλήθει τῶν περὶ τὸν ναὸν φονευθέντων , οὓς ἐληλυθέναι μὲν ἐφʼ ἑορτήν , παρὰ δὲ ταῖς ἰδίαις θυσίαις ὠμῶς ἀπεσφάχθαι · καὶ τοσοῦτον ἐν τῷ ἱερῷ σεσωρεῦσθαι νεκρῶν πλῆθος , ὅσον οὐδʼ ἂν ἀλλόφυλος ἐσώρευσεν πόλεμος ἐπελθὼν ἀκήρυκτος .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.22 | Joseph. BJ 2.28 (English) | >>Joseph. BJ 2.33 |