Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.630 | Joseph. BJ 2.636 (English) | >>Joseph. BJ 2.642 |
2.634τῶν δʼ ἠγγέλη μὲν εἰς Ταριχέας ἡ ἀπόστασις εὐθέως , ἐκπεπομφὼς δὲ πάντας τοὺς στρατιώτας ἐπὶ σίτου συλλογὴν οὔτε μόνος ἐξορμᾶν ἐπὶ τοὺς ἀποστάντας οὔτε μένειν ὑπέμενεν , δεδοικὼς μὴ βραδύναντος αὐτοῦ φθάσωσιν οἱ βασιλικοὶ παρελθεῖν εἰς τὴν πόλιν · οὐδὲ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἐνεργὸν ἕξειν ἔμελλεν ἐπέχοντος σαββάτου .
2.635δόλῳ δὴ περιελθεῖν ἐπενόει τοὺς ἀποστάντας . καὶ τὰς μὲν πύλας τῶν Ταριχεῶν ἀποκλεῖσαι κελεύσας , ὡς μὴ προεξαγγείλειέ τις τὸ σκέμμα τοῖς ἐπιχειρουμένοις , τὰ δʼ ἐπὶ τῆς λίμνης σκάφη πάντα συναθροίσας , τριάκοντα δʼ εὑρέθησαν καὶ τριακόσια , καὶ ναῦται τεσσάρων οὐ πλείους ἦσαν
-- -- καὶ τοσοῦτον ἀποσχὼν τῆς πόλεως ἐξ ὅσου συνιδεῖν οὐ ῥᾴδιον ἦν κενὰς τὰς ἁλιάδας μετεώρους σαλεύειν ἐκέλευσεν , αὐτὸς δὲ μόνους ἑπτὰ τῶν σωματοφυλάκων ἀνόπλους ἔχων ἔγγιον ὀφθῆναι προσῄει .
2.637θεασάμενοι δʼ αὐτὸν ἀπὸ τῶν τειχῶν ἔτι βλασφημοῦντες οἱ διάφοροι καὶ διὰ τὴν ἔκπληξιν πάντα τὰ σκάφη γέμειν ὁπλιτῶν νομίσαντες ἔρριψαν τὰ ὅπλα καὶ κατασείοντες ἱκετηρίας ἐδέοντο φείσασθαι τῆς πόλεως .
2.638
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.630 | Joseph. BJ 2.636 (English) | >>Joseph. BJ 2.642 |