Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.212 Joseph. BJ 3.219 (English) >>Joseph. BJ 3.227

3.216ἀνωθούμενος δὲ ὑπὸ πλήθους ἀνδρῶν εἰς τὸ κατόπιν, τῶν αὐτῶν ἀθρόως πάλιν εἰς τοὔμπροσθεν ἐπιβρισάντων τύπτει τὰ τείχη τῷ προανέχοντι σιδήρῳ. 3.217καὶ οὐδεὶς οὕτως καρτερὸς πύργος περίβολος πλατύς, ὃς κἂν τὰς πρώτας πληγὰς ἐνέγκῃ κατίσχυσεν τῆς ἐπιμονῆς. 3.218ἐπὶ ταύτην τὴν πεῖραν στρατηγὸς τῶν Ῥωμαίων μετέβαινεν βίᾳ τὴν πόλιν ἑλεῖν σπεύδων, ὡς τὸ προσκαθέζεσθαι βλαβερὸν ἦν Ἰουδαίων οὐκ ἠρεμούντων. 3.219οἱ μὲν οὖν τούς τε καταπέλτας καὶ τὰ λοιπὰ τῶν ἀφετηρίων, ὡς ἐξικνοῖτο τῶν ἐπὶ τοῦ τείχους κωλύειν

-- --

πειρωμένων, ἔγγιον προσαγαγόντες ἔβαλλον· ὁμοίως δὲ συνήγγιζον οἱ τοξόται καὶ σφενδονῆται. 3.220διὰ δὲ ταῦτα μηδενὸς τῶν περιβόλων ἐπιβῆναι τολμῶντος προσῆγον ἕτεροι τὸν κριὸν γέρροις τε διηνεκέσι καὶ καθύπερθεν πεφραγμένον δέρρει πρός τε αὐτῶν καὶ τοῦ μηχανήματος ἀσφάλειαν. 3.221καὶ κατὰ τὴν πρώτην πληγὴν διεσείσθη μὲν τὸ τεῖχος, κραυγὴ δὲ μεγίστη παρὰ τῶν ἔνδον ἤρθη καθάπερ ἑαλωκότων ἤδη. 3.222

Πολλάκις δὲ εἰς τὸν αὐτὸν παίοντας τόπον Ἰώσηπος ὁρῶν ὅσον οὔπω καταρριφθησόμενον τὸ τεῖχος, σοφίζεται κατʼ ὀλίγον τὴν βίαν τοῦ μηχανήματος. 3.223σάκκους ἀχύρων πληρώσαντας ἐκέλευσεν καθιμᾶν καθʼ φερόμενον ἀεὶ τὸν κριὸν ὁρῷεν, ὡς πλάζοιτό τε ἐμβολή, καὶ δεχόμενοι τὰς πληγὰς ἐκκενοῖεν τῇ χαυνότητι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.212 Joseph. BJ 3.219 (English) >>Joseph. BJ 3.227

Powered by PhiloLogic