Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.309 | Joseph. BJ 3.316 (English) | >>Joseph. BJ 3.323 |
3.314ἐξ ὧν συνεὶς ὁ Κερεάλιος καὶ τοὺς ἔτι συμμένοντας ὑπὸ τῶν δεινῶν κατεαγότας ἐπαναβαίνει τῷ ὄρει , καὶ τὴν δύναμιν ἐν κύκλῳ
-- -- ὡς δʼ οὐκ ἔπειθεν , προσπεσὼν ἀπέκτεινεν πάντας , χιλίους ἑξακοσίους ἐπὶ μυρίοις ὄντας · ἑβδόμῃ καὶ εἰκάδι Δαισίου μηνὸς ἐπράχθη . καὶ τοιαύταις μὲν συμφοραῖς Σαμαρεῖται ἐχρήσαντο .
3.316
αὐτομολεῖ δέ τις πρὸς τὸν Οὐεσπασιανὸν τῆς αὐτῆς ἡμέρας τήν τε ὀλιγότητα τῶν ἐπὶ τῆς πόλεως ἐξαγγέλλων καὶ τὴν ἀσθένειαν ,
3.318καὶ ὡς ἀγρυπνίᾳ διηνεκεῖ καὶ μάχαις ἐπαλλήλοις δεδαπανημένοι δυνατοὶ μὲν εἶεν οὐδὲ βιαζομένους ἔτι φέρειν , καὶ δόλῳ δʼ ἂν ἁλοῖεν , εἴ τις ἐπιθοῖτο ·
3.319περὶ γὰρ τὴν ἐσχάτην φυλακήν , καθʼ ἣν ἄνεσίν τε τῶν δεινῶν ἐδόκουν ἔχειν καὶ καθάπτεται μάλιστα κεκοπωμένων ἑωθινὸς ὕπνος , καταδαρθάνειν ἔφασκεν τοὺς φύλακας συνεβούλευέν τε κατὰ ταύτην τὴν ὥραν ἐπελθεῖν .
3.320τῷ δʼ ἦν μὲν διʼ ὑπονοίας ὁ αὐτόμολος τό τε πρὸς ἀλλήλους πιστὸν εἰδότι τῶν Ἰουδαίων καὶ τὴν πρὸς τὰς κολάσεις ὑπεροψίαν ,
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.309 | Joseph. BJ 3.316 (English) | >>Joseph. BJ 3.323 |