Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.336 | Joseph. BJ 3.344 (English) | >>Joseph. BJ 3.351 |
3.341ὁ δὲ τῆς πόλεως ἁλισκομένης δαιμονίῳ τινὶ συνεργίᾳ χρησάμενος μέσον μὲν ἑαυτὸν ἐκκλέπτει τῶν πολεμίων , καθάλλεται δὲ εἴς τινα βαθὺν λάκκον , ᾧ πλατὺ σπήλαιον διέζευκτο κατὰ πλευρὰν τοῖς ἄνωθεν ἀόρατον .
3.342ἔνθα τεσσαράκοντα μὲν τῶν ἐπισήμων ἄνδρας καταλαμβάνει λανθάνοντας , παρασκευὴν δʼ ἐπιτηδείων οὐκ ὀλίγαις ἡμέραις διαρκεῖν δυναμένην .
3.343μεθʼ ἡμέραν μὲν οὖν ὑπεστέλλετο τῶν πολεμίων πάντα διειληφότων , νυκτὸς δʼ ἀνιὼν ἐζήτει δρασμοῦ διάδυσιν καὶ τὰς φυλακὰς κατεσκέπτετο . φρουρουμένων δὲ πανταχόθεν πάντων διʼ αὐτὸν ὡς λαθεῖν οὐκ ἦν , αὖθις εἰς τὸ σπήλαιον κατῄει .
3.344δύο μὲν οὖν ἡμέραις διαλανθάνει , τῇ δὲ τρίτῃ γυναικὸς ἁλούσης τῶν ἅμα αὐτοῖς μηνύεται , καὶ Οὐεσπασιανὸς αὐτίκα μετὰ σπουδῆς πέμπει δύο χιλιάρχους Παυλῖνον καὶ Γαλλικανόν , δεξιάς τε τῷ Ἰωσήπῳ δοῦναι κελεύσας καὶ προτρεψομένους ἀνελθεῖν .
3.345
ἐκ γὰρ ὧν εἰκὸς ἦν τοσαῦτα δράσαντα παθεῖν , οὐκ ἐκ τοῦ φύσει τῶν παρακαλούντων
-- -- παρελθὼν δʼ οὗτος τό τε φύσει Ῥωμαίων χρηστὸν πρὸς οὓς ἂν ἅπαξ ἕλωσι διεξῄει , καὶ ὡς διʼ ἀρετὴν αὐτὸς θαυμάζοιτο μᾶλλον ἢ μισοῖτο πρὸς τῶν ἡγεμόνων ,
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.336 | Joseph. BJ 3.344 (English) | >>Joseph. BJ 3.351 |