Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.338 | Joseph. BJ 3.346 (English) | >>Joseph. BJ 3.352 |
3.343μεθʼ ἡμέραν μὲν οὖν ὑπεστέλλετο τῶν πολεμίων πάντα διειληφότων , νυκτὸς δʼ ἀνιὼν ἐζήτει δρασμοῦ διάδυσιν καὶ τὰς φυλακὰς κατεσκέπτετο . φρουρουμένων δὲ πανταχόθεν πάντων διʼ αὐτὸν ὡς λαθεῖν οὐκ ἦν , αὖθις εἰς τὸ σπήλαιον κατῄει .
3.344δύο μὲν οὖν ἡμέραις διαλανθάνει , τῇ δὲ τρίτῃ γυναικὸς ἁλούσης τῶν ἅμα αὐτοῖς μηνύεται , καὶ Οὐεσπασιανὸς αὐτίκα μετὰ σπουδῆς πέμπει δύο χιλιάρχους Παυλῖνον καὶ Γαλλικανόν , δεξιάς τε τῷ Ἰωσήπῳ δοῦναι κελεύσας καὶ προτρεψομένους ἀνελθεῖν .
3.345
ἐκ γὰρ ὧν εἰκὸς ἦν τοσαῦτα δράσαντα παθεῖν , οὐκ ἐκ τοῦ φύσει τῶν παρακαλούντων
-- -- παρελθὼν δʼ οὗτος τό τε φύσει Ῥωμαίων χρηστὸν πρὸς οὓς ἂν ἅπαξ ἕλωσι διεξῄει , καὶ ὡς διʼ ἀρετὴν αὐτὸς θαυμάζοιτο μᾶλλον ἢ μισοῖτο πρὸς τῶν ἡγεμόνων ,
3.348σπουδάζειν τε τὸν στρατηγὸν οὐκ ἐπὶ τιμωρίαν ἀναγαγεῖν αὐτόν , εἶναι γὰρ ταύτην καὶ παρὰ μὴ προϊόντος λαβεῖν , ἀλλὰ σῶσαι προαιρούμενον ἄνδρα γενναῖον .
3.349προσετίθει δʼ ὡς οὔτʼ ἂν Οὐεσπασιανὸς ἐνεδρεύων φίλον ἔπεμπεν , ἵνα τοῦ κακίστου πράγματος προστήσηται τὸ κάλλιστον , ἀπιστίας φιλίαν , οὐδʼ ἂν αὐτὸς ἀπατήσων ἄνδρα φίλον ὑπήκουσεν ἐλθεῖν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.338 | Joseph. BJ 3.346 (English) | >>Joseph. BJ 3.352 |