Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.515 Joseph. BJ 3.522 (English) >>Joseph. BJ 3.529

3.519τὰ μέν γε βασιλικώτατα σταφυλήν τε καὶ σῦκον δέκα μησὶν ἀδιαλείπτως χορηγεῖ, τοὺς δὲ λοιποὺς καρποὺς διʼ ἔτους ὅλου περιγηράσκοντας ἑαυτοῖς· πρὸς γὰρ τῇ τῶν ἀέρων εὐκρασίᾳ καὶ πηγῇ διάρδεται γονιμωτάτῃ, Καφαρναοὺμ αὐτὴν οἱ ἐπιχώριοι καλοῦσιν. 3.520ταύτην φλέβα τινὲς τοῦ Νείλου ἔδοξαν, ἐπεὶ γεννᾷ τῷ κατὰ τὴν Ἀλεξανδρέων λίμνην κορακίνῳ παραπλήσιον. 3.521μῆκος δὲ τοῦ χωρίου παρατείνει κατὰ τὸν αἰγιαλὸν τῆς ὁμωνύμου λίμνης ἐπὶ σταδίους τριάκοντα, καὶ εὖρος εἴκοσι. ταῦτα μὲν οὕτως φύσεως ἔχει. 3.522

Οὐεσπασιανὸς δέ, ἐπεὶ παρεσκευάσθησαν αἱ σχεδίαι, τῆς δυνάμεως ἐπιβήσας ὅσον ᾤετο τοῖς κατὰ τὴν λίμνην ἀνταρκέσειν ἐπανήγετο. τοῖς δὲ συνελαυνομένοις οὔτʼ ἐπὶ γῆν διαφεύγειν ἦν

-- --

ἐκπεπολεμωμένων πάντων οὔτʼ ἐξ ἴσου διαναυμαχεῖν· 3.523τά τε γὰρ σκάφη μικρὰ ὄντα καὶ λῃστρικὰ πρὸς τὰς σχεδίας ἦν ἀσθενῆ, καὶ καθʼ ἕκαστον ἐμπλέοντες ὀλίγοι πρὸς ἀθρόους ἐφεστῶτας τοὺς Ῥωμαίους ἐγγίζειν ἐδεδοίκεισαν. 3.524ὅμως δʼ οὖν ἐκπεριπλέοντες τὰς σχεδίας, ἔστιν δʼ ὅπου καὶ πλησιάζοντες, πόρρωθεν τοὺς Ῥωμαίους ἔβαλλον λίθοις καὶ παραξύοντες ἐγγύθεν ἔπαιον. 3.525ἐκακοῦντο δʼ αὐτοὶ πλέον κατʼ ἀμφότερα· ταῖς τε γὰρ χερμάσιν οὐδὲν δρῶντες ὅτι μὴ κτύπον ἐπάλληλον, εἰς γὰρ πεφραγμένους ἔβαλλον, ἐφικτοὶ τοῖς Ῥωμαίων ἐγίνοντο βέλεσιν, καὶ πλησιάζειν τολμῶντες πρὶν δρᾶσαί τι παθεῖν ἔφθανον καὶ σὺν αὐτοῖς ἐβαπτίζοντο τοῖς σκάφεσιν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.515 Joseph. BJ 3.522 (English) >>Joseph. BJ 3.529

Powered by PhiloLogic