Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.512 Joseph. BJ 4.518 (English) >>Joseph. BJ 4.526

4.516οἱ δὲ ἄρχοντες τῆς Ἰδουμαίας κατὰ τάχος ἀθροίσαντες ἐκ τῆς χώρας τὸ μαχιμώτατον περὶ πεντακισχιλίους καὶ δισμυρίους, τοὺς δὲ πολλοὺς ἐάσαντες φρουρεῖν τὰ σφέτερα διὰ τὰς τῶν ἐν Μασάδᾳ σικαρίων καταδρομάς, ἐδέχοντο τὸν Σίμωνα πρὸς τοῖς ὅροις. 4.517ἔνθα συμβαλὼν αὐτοῖς καὶ διʼ ὅλης πολεμήσας ἡμέρας, οὔτε νενικηκὼς οὔτε νενικημένος διεκρίθη, καὶ μὲν εἰς τὴν Ναΐν, οἱ δὲ Ἰδουμαῖοι διελύθησαν ἐπʼ οἴκου. 4.518καὶ μετʼ οὐ πολὺ Σίμων μείζονι δυνάμει πάλιν εἰς τὴν χώραν αὐτῶν ὥρμητο, στρατοπεδευσάμενος δὲ κατά τινα κώμην,

-- --

Θεκουὲ καλεῖται, πρὸς τοὺς ἐν Ἡρωδείῳ φρουρούς, ὅπερ ἦν πλησίον, Ἐλεάζαρόν τινα τῶν ἑταίρων ἔπεμψε πείσοντα παραδοῦναι τὸ ἔρυμα. 4.519τοῦτον οἱ φύλακες προθύμως ἐδέξαντο τὴν αἰτίαν ἀγνοοῦντες διʼ ἣν ἥκοι, φθεγξάμενον δὲ περὶ παραδόσεως ἐδίωκον σπασάμενοι τὰ ξίφη, μέχρι φυγῆς τόπον οὐκ ἔχων ἔρριψεν ἀπὸ τοῦ τείχους ἑαυτὸν εἰς τὴν ὑποκειμένην φάραγγα. 4.520καὶ μὲν αὐτίκα τελευτᾷ, τοῖς δʼ Ἰδουμαίοις ἤδη κατορρωδοῦσι τὴν ἰσχὺν τοῦ Σίμωνος ἔδοξε πρὸ τοῦ συμβαλεῖν κατασκέψασθαι τὴν στρατιὰν τῶν πολεμίων. 4.521

Εἰς τοῦτο δὲ ὑπηρέτην αὑτὸν ἑτοίμως ἐπεδίδου Ἰάκωβος, εἷς τῶν ἡγεμόνων, προδοσίαν ἐνθυμούμενος. 4.522ὁρμήσας γοῦν ἀπὸ τῆς Ἀλούρου, κατὰ γὰρ ταύτην συνήθροιστο τὴν κώμην τότε τῶν Ἰδουμαίων τὸ στράτευμα,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.512 Joseph. BJ 4.518 (English) >>Joseph. BJ 4.526

Powered by PhiloLogic