Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.544 | Joseph. BJ 4.552 (English) | >>Joseph. BJ 4.559 |
4.549προσεχώρησε δὲ τοῖς Οὐιτελλίου στρατηγοῖς ἡ στρατιά , καὶ κατέβαινεν αὐτὸς εἰς τὴν Ῥώμην μετὰ τῆς δυνάμεως .
4.550ἐν δὲ τούτῳ καὶ Οὐεσπασιανὸς ἀναστὰς ἐκ τῆς Καισαρείας πέμπτῃ Δαισίου μηνὸς ὥρμησεν ἐπὶ τὰ μηδέπω κατεστραμμένα τῶν τῆς Ἰουδαίας χωρίων .
4.551ἀναβὰς δὲ εἰς τὴν ὀρεινὴν αἱρεῖ δύο τοπαρχίας , τήν τε Γοφνιτικὴν καὶ τὴν Ἀκραβετηνὴν καλουμένην , μεθʼ ἃς Βήθηγά τε καὶ Ἐφραὶμ πολίχνια , οἷς φρουροὺς ἐγκαταστήσας μέχρι Ἱεροσολύμων ἱππάζετο · φθορὰ δʼ ἦν πολλῶν καταλαμβανομένων καὶ συχνοὺς ᾐχμαλωτίζετο .
4.552Κερεάλιος δὲ αὐτῷ τῶν ἡγεμόνων μοῖραν ἱππέων καὶ πεζῶν ἀναλαβὼν τὴν ἄνω καλουμένην Ἰδουμαίαν ἐπόρθει , καὶ Κάφεθρα μὲν ψευδοπολίχνιον ἐξ ἐφόδου λαβὼν ἐμπίπρησιν , ἑτέραν δὲ καλουμένην Χαραβὶν προσβαλὼν ἐπολιόρκει .
4.553πάνυ δʼ ἦν ἰσχυρὸν τὸ τεῖχος , καὶ τρίψεσθαι προσδοκῶντι πλείω χρόνον αἰφνιδίως ἀνοίγουσιν οἱ ἔνδον
-- -- Κερεάλιος δὲ τούτους παραστησάμενος ἐπὶ Χεβρὼν ἑτέρας πόλεως ἀρχαιοτάτης ἐχώρει · κεῖται δʼ , ὡς ἔφην , αὕτη κατὰ τὴν ὀρεινὴν οὐ πόρρω Ἱεροσολύμων · βιασάμενος δὲ τὰς εἰσόδους τὸ μὲν ἐγκαταληφθὲν πλῆθος ἡβηδὸν ἀναιρεῖ , τὸ δʼ ἄστυ καταπίμπρησι .
4.555καὶ πάντων ἤδη κεχειρωμένων πλὴν Ἡρωδείου καὶ Μασάδας καὶ Μαχαιροῦντος , ταῦτα δʼ ὑπὸ τῶν λῃστῶν κατείληπτο , σκοπὸς ἤδη τὰ Ἱεροσόλυμα προύκειτο Ῥωμαίοις .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.544 | Joseph. BJ 4.552 (English) | >>Joseph. BJ 4.559 |