Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.153 Joseph. BJ 5.159 (English) >>Joseph. BJ 5.166

5.157μετὰ δὲ τὸ ναστὸν ὕψος τῶν πύργων, ὅπερ ἦν εἰκοσάπηχυ, πολυτελεῖς ἦσαν οἶκοι, καὶ καθύπερθεν ὑπερῷα, δεξαμεναί τε πρὸς τὰς τῶν ὑετῶν ὑποδοχάς, ἕλικές τε καὶ πλατεῖαι καθʼ ἕκαστον ἄνοδοι. 5.158τοιούτους μὲν οὖν πύργους τὸ τρίτον τεῖχος εἶχεν ἐνενήκοντα, τὰ μεταπύργια δὲ τούτων ἀνὰ πήχεις διακοσίους· τὸ δʼ αὖ μέσον εἰς τέσσαρας καὶ δέκα πύργους, τὸ δʼ ἀρχαῖον εἰς ἑξήκοντα μεμέριστο. 5.159τῆς πόλεως δʼ πᾶς κύκλος σταδίων ἦν

-- --

τριακοντατριῶν. θαυμασίου δʼ ὄντος ὅλου τοῦ τρίτου τείχους θαυμασιώτερος ἀνεῖχε κατὰ γωνίαν βόρειός τε καὶ πρὸς δύσιν Ψήφινος πύργος, καθʼ ὃν ἐστρατοπεδεύσατο Τίτος. 5.160ἐπὶ γὰρ ἑβδομήκοντα πήχεις ὑψηλὸς ὢν Ἀραβίαν τε ἀνίσχοντος ἡλίου παρεῖχεν ἀφορᾶν καὶ μέχρι θαλάττης τὰ τῆς Ἑβραίων κληρουχίας ἔσχατα· 5.161ὀκτάγωνος δὲ ἦν. τούτου δʼ ἄντικρυς Ἱππικὸς καὶ παρʼ αὐτὸν δύο κατεσκευάσθησαν μὲν ὑφʼ Ἡρώδου βασιλέως ἐν τῷ ἀρχαίῳ τείχει, μέγεθος δὲ καὶ κάλλος ἦσαν καὶ ὀχυρότητα τῶν κατὰ τὴν οἰκουμένην διάφοροι· 5.162πρὸς γὰρ τῷ φύσει μεγαλοψύχῳ καὶ τῇ περὶ τὴν πόλιν φιλοτιμίᾳ τὴν ὑπεροχὴν τῶν ἔργων βασιλεὺς πάθεσιν οἰκείοις ἐχαρίζετο καὶ τρισὶ τοῖς ἡδίστοις προσώποις, ἀφʼ ὧν ὠνόμασε τοὺς πύργους, ἀδελφῷ καὶ φίλῳ καὶ γυναικί, τὴν μνήμην ἀνέθηκε, τὴν μὲν ὡς προειρήκαμεν κτείνας διʼ ἔρωτα, τοὺς δὲ ἀποβαλὼν ἐν πολέμῳ γενναίως ἀγωνισαμένους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.153 Joseph. BJ 5.159 (English) >>Joseph. BJ 5.166

Powered by PhiloLogic