Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.37 | Joseph. BJ 5.43 (English) | >>Joseph. BJ 5.51 |
5.41ἦν δὲ τρία μὲν τὰ πρότερον αὐτοῦ τῷ πατρὶ συνδῃώσαντα τὴν Ἰουδαίαν τάγματα καὶ τὸ πάλαι σὺν Κεστίῳ πταῖσαν δωδέκατον , ὅπερ καὶ ἄλλως ἐπίσημον διʼ ἀνδρείαν ὑπάρχον τότε κατὰ μνήμην ὧν ἔπαθεν εἰς ἄμυναν ᾔει προθυμότερον .
5.42τούτων μὲν οὖν τὸ πέμπτον διʼ Ἀμμαοῦς ἐκέλευσεν αὐτῷ συναντᾶν καὶ διὰ Ἱεριχοῦντος τὸ δέκατον ἀναβαίνειν , αὐτὸς δʼ ἀνέζευξε μετὰ τῶν λοιπῶν , πρὸς οἷς αἵ τε τῶν βασιλέων συμμαχίαι πολὺ πλείους καὶ συχνοὶ τῶν ἀπὸ τῆς Συρίας ἐπίκουροι συνῆλθον .
5.43ἀνεπληρώθη δὲ καὶ τῶν τεσσάρων ταγμάτων ὅσον Οὐεσπασιανὸς ἐπιλέξας Μουκιανῷ συνέπεμψεν εἰς Ἰταλίαν ἐκ τῶν ἐπελθόντων μετὰ Τίτου .
5.44δισχίλιοι μὲν γὰρ αὐτῷ τῶν ἀπʼ Ἀλεξανδρείας στρατευμάτων ἐπίλεκτοι , τρισχίλιοι δὲ συνείποντο τῶν ἀπʼ Εὐφράτου φυλάκων .
5.45φίλων δὲ δοκιμώτατος εὔνοιάν τε καὶ σύνεσιν Τιβέριος Ἀλέξανδρος , πρότερον μὲν αὐτοῖς τὴν Αἴγυπτον διέπων ,
5.46τότε δὲ τῶν στρατευμάτων ἄρχων , κριθεὶς ἄξιος ἐξ ὧν ἐδεξιώσατο πρῶτος ἐγειρομένην ἄρτι τὴν ἡγεμονίαν καὶ μετὰ πίστεως λαμπρᾶς ἐξ ἀδήλου τῇ τύχῃ προσέθετο , σύμβουλός γε μὴν ταῖς τοῦ πολέμου χρείαις ἡλικίᾳ τε προύχων καὶ κατʼ ἐμπειρίαν εἵπετο .
5.47
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.37 | Joseph. BJ 5.43 (English) | >>Joseph. BJ 5.51 |