Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.454 | Joseph. BJ 5.459 (English) | >>Joseph. BJ 5.466 |
5.457περιιὼν δὲ τὰ χώματα τοὺς ἐργαζομένους ἅμα κατήπειγεν ὡς οὐκ εἰς μακρὰν ἀκολουθήσων ἔργοις τῷ λόγῳ .
5.458πρὸς ταῦτα αὐτόν τε ἐβλασφήμουν ἀπὸ τοῦ τείχους Καίσαρα καὶ τὸν πατέρα αὐτοῦ , καὶ τοῦ μὲν θανάτου καταφρονεῖν ἐβόων , ᾑρῆσθαι γὰρ αὐτὸν πρὸ δουλείας καλῶς , ἐργάσεσθαι δὲ ὅσα ἂν δύνωνται κακὰ Ῥωμαίους ἕως ἐμπνέωσι , πατρίδος δὲ οὐ μέλειν τῆς ὡς αὐτός φησιν ἀπολουμένης , καὶ ναοῦ ἀπολομένου ἀμείνω τούτου τῷ θεῷ τὸν κόσμον εἶναι .
5.459σωθήσεσθαί γε μὴν καὶ τοῦτον ὑπὸ τοῦ κατοικοῦντος , ὃν καὶ αὐτοὶ σύμμαχον ἔχοντες πᾶσαν χλευάσειν ἀπειλὴν ὑστεροῦσαν ἔργων · τὸ γὰρ τέλος εἶναι τοῦ θεοῦ . τοιαῦτα ταῖς λοιδορίαις ἀναμίσγοντες ἐκεκράγεσαν .
5.460
εὐδαιμονῆσαι γὰρ δὴ μάλιστα τῶν ὑπὸ Ῥωμαίοις βασιλέων τὸν Κομμαγηνὸν συνέβη πρὶν γεύσασθαι μεταβολῆς · ἀπέφηνε δὲ κἀκεῖνος ἐπὶ γήρως ,
-- -- ἀλλʼ ὅ γε παῖς ἀκμάζοντος αὐτοῦ τηνικαῦτα παρὼν θαυμάζειν ἔφασκε , τί δήποτε Ῥωμαῖοι κατοκνοῖεν προσιέναι τῷ τείχει · πολεμιστὴς δέ τις αὐτὸς ἦν καὶ φύσει παράβολος κατά τε ἀλκὴν τοσοῦτος , ὡς ὀλίγῳ τὰ τῆς τόλμης διαμαρτάνειν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.454 | Joseph. BJ 5.459 (English) | >>Joseph. BJ 5.466 |