Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.505 | Joseph. BJ 5.513 (English) | >>Joseph. BJ 5.518 |
5.510περικλείσας δὲ τῷ τείχει τὴν πόλιν καὶ δύναμιν τοῖς φρουρίοις ἐγκαταστήσας τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο , τὴν δευτέραν δʼ ἐπέτρεψεν Ἀλεξάνδρῳ , τὴν τρίτην δʼ ἔλαχον οἱ τῶν ταγμάτων ἡγεμόνες .
5.511διεκληροῦντο δʼ οἱ φύλακες τοὺς ὕπνους , καὶ διʼ ὅλης νυκτὸς περιῄεσαν κατὰ διαστήματα τῶν φρουρίων .
5.512
καὶ τὰ μὲν τέγη πεπλήρωτο γυναικῶν καὶ βρεφῶν λελυμένων , οἱ στενωποὶ δὲ γερόντων νεκρῶν , παῖδες δὲ καὶ νεανίαι διοιδοῦντες ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο καὶ κατέπιπτον ὅπῃ τινὰ τὸ πάθος καταλαμβάνοι .
5.514θάπτειν δὲ τοὺς προσήκοντας οὔτε ἴσχυον οἱ κάμνοντες καὶ τὸ διευτονοῦν ὤκνει διά τε πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ κατὰ σφᾶς ἄδηλον · πολλοὶ γοῦν τοῖς ὑπʼ αὐτῶν θαπτομένοις ἐπαπέθνησκον , πολλοὶ δὲ ἐπὶ τὰς θήκας πρὶν ἐπιστῆναι τὸ χρεὼν προῆλθον .
5.515οὔτε δὲ θρῆνος ἐν ταῖς συμφοραῖς οὔτʼ ὀλοφυρμὸς ἦν , ἀλλʼ ὁ λιμὸς ἤλεγχε τὰ πάθη , ξηροῖς δὲ τοῖς ὄμμασι καὶ σεσηρόσι τοῖς στόμασιν οἱ δυσθανατοῦντες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι , βαθεῖα δὲ περιεῖχεν
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.505 | Joseph. BJ 5.513 (English) | >>Joseph. BJ 5.518 |