Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.526 Joseph. BJ 5.533 (English) >>Joseph. BJ 5.540

5.531 μὲν οὖν ἐν ὄψει φονευθεῖσιν ἐπεσφάγη τοῖς παισὶν ἄντικρυς Ῥωμαίων προαχθείς·

-- --

οὕτω γὰρ Σίμων Ἀνάνῳ τῷ Βαγαδάτου προσέταξεν, ὃς ἦν ὠμότατος αὐτῷ τῶν δορυφόρων, ἐπειρωνευόμενος, εἴ τι βοηθήσουσιν αὐτῷ πρὸς οὓς ἐξελθεῖν εἵλετο· θάπτειν τʼ ἀπεῖπε τὰ σώματα. 5.532μετὰ τούτους ἱερεύς τις Ἀνανίας υἱὸς Μασβάλου τῶν ἐπισήμων καὶ γραμματεὺς τῆς βουλῆς Ἀριστεύς, γένος ἐξ Ἀμμαοῦς, καὶ σὺν τούτοις πεντεκαίδεκα τῶν ἀπὸ τοῦ δήμου λαμπρῶν ἀναιροῦνται. 5.533τὸν δὲ τοῦ Ἰωσήπου πατέρα συγκλείσαντες ἐφύλαττον, κηρύττουσι δὲ μηδένα τῶν κατὰ τὴν πόλιν μήτε συνομιλεῖν μήτε ἐπὶ ταὐτὸ συναθροίζεσθαι δέει προδοσίας, καὶ τοὺς συνολοφυρομένους πρὸ ἐξετάσεως ἀνῄρουν. 5.534

Ταῦτα ὁρῶν Ἰούδης τις υἱὸς Ἰούδου, τῶν ὑπάρχων τοῦ Σίμωνος εἷς ὢν καὶ πεπιστευμένος ὑπʼ αὐτοῦ πύργον φυλάττειν, τάχα μέν τι καὶ οἴκτῳ τῶν ὠμῶς ἀπολλυμένων, τὸ δὲ πλέον αὑτοῦ προνοίᾳ, 5.535συγκαλέσας τοὺς πιστοτάτους τῶν ὑπʼ αὐτὸν δέκα, “μέχρι τίνος ἀνθέξομεν, ἔφη, τοῖς κακοῖς; τίνα σωτηρίας ἔχομεν ἐλπίδα πιστοὶ πονηρῷ μένοντες; 5.536οὐχ μὲν λιμὸς ἤδη καθʼ ἡμῶν, Ῥωμαῖοι δὲ παρὰ μικρὸν ἔνδον, Σίμων δὲ καὶ πρὸς εὐεργέτας ἄπιστος, καὶ δέος μὲν ἤδη παρʼ αὐτοῦ κολάσεως, δὲ παρὰ Ῥωμαίοις δεξιὰ βέβαιος;



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.526 Joseph. BJ 5.533 (English) >>Joseph. BJ 5.540

Powered by PhiloLogic