Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.109 Joseph. BJ 6.116 (English) >>Joseph. BJ 6.122

6.114ὧν ἦσαν ἀρχιερεῖς μὲν Ἰώσηπός τε καὶ Ἰησοῦς, υἱοὶ δὲ ἀρχιερέων τρεῖς μὲν Ἰσμαήλου τοῦ καρατομηθέντος ἐν Κυρήνῃ, καὶ τέσσαρες Ματθίου καὶ εἷς ἑτέρου Ματθίου, διαδρὰς μετὰ τὴν τοῦ πατρὸς ἀπώλειαν, ὃν τοῦ Γιώρα Σίμων ἀπέκτεινεν σὺν τρισὶν υἱοῖς, ὡς προείρηται. πολλοὶ δὲ καὶ τῶν ἄλλων εὐγενῶν τοῖς ἀρχιερεῦσι συμμετεβάλοντο. 6.115Καῖσαρ δὲ αὐτοὺς τά τε ἄλλα φιλοφρόνως ἐδέξατο καὶ γινώσκων ἀλλοφύλοις ἤθεσιν ἀηδῆ τὴν διατριβὴν ἕξειν ἀπέπεμψεν αὐτοὺς εἰς Γόφναν, τέως ἐκεῖ παραινῶν μένειν· ἀποδώσειν γὰρ ἑκάστῳ τὰς κτήσεις κατὰ σχολὴν ἀπὸ τοῦ πολέμου γενόμενος. 6.116οἱ μὲν οὖν εἰς τὸ δοθὲν πολίχνιον μετὰ πάσης ἀσφαλείας ἀνεχώρουν ἄσμενοι· μὴ φαινομένων δὲ αὐτῶν διεφήμισαν οἱ στασιασταὶ πάλιν ὡς ἀποσφαγεῖεν ὑπὸ Ῥωμαίων οἱ αὐτόμολοι, δηλονότι τοὺς λοιποὺς ἀποτρέποντες τῷ φόβῳ διαδιδράσκειν. 6.117ἤνυστο

-- --

δʼ ὡς καὶ πρότερον αὐτοῖς τὸ πανοῦργον πρὸς καιρόν· ἐπεσχέθησαν γὰρ ὑπὸ τοῦ δέους αὐτομολεῖν. 6.118

Αὖθις δέ, ὡς ἀνακαλέσας τοὺς ἄνδρας ἀπὸ τῆς Γοφνὰ Τίτος ἐκέλευσε μετὰ τοῦ Ἰωσήπου περιελθόντας τὸ τεῖχος ὀφθῆναι τῷ δήμῳ, πλεῖστοι πρὸς τοὺς Ῥωμαίους ἔφευγον. 6.119γενόμενοι δὲ ἀθρόοι καὶ πρὸ τῶν Ῥωμαίων ἱστάμενοι μετʼ οἰμωγῆς καὶ δακρύων ἱκέτευον τοὺς στασιαστὰς τὸ μὲν πρῶτον ὅλῃ τοὺς Ῥωμαίους δέξασθαι τῇ πόλει καὶ τὴν πατρίδα σῶσαι πάλιν,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.109 Joseph. BJ 6.116 (English) >>Joseph. BJ 6.122

Powered by PhiloLogic