Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.300 | Joseph. BJ 6.306 (English) | >>Joseph. BJ 6.313 |
6.304ἔνθα μάστιξι μέχρι ὀστέων ξαινόμενος οὔθʼ ἱκέτευσεν οὔτʼ ἐδάκρυσεν , ἀλλʼ ὡς ἐνῆν μάλιστα τὴν φωνὴν ὀλοφυρτικῶς παρεγκλίνων πρὸς ἑκάστην
6.305ἀπεκρίνατο πληγήν “αἰαὶ Ἱεροσολύμοις .” τοῦ δʼ Ἀλβίνου διερωτῶντος , οὗτος γὰρ ἔπαρχος ἦν , τίς εἴη καὶ πόθεν , καὶ διὰ τί ταῦτα φθέγγοιτο , πρὸς ταῦτα μὲν οὐδʼ ὁτιοῦν ἀπεκρίνατο , τὸν δὲ ἐπὶ τῇ πόλει θρῆνον εἴρων οὐ διέλειπεν , μέχρι καταγνοὺς μανίαν ὁ Ἀλβῖνος ἀπέλυσεν αὐτόν .
6.306ὁ δὲ τὸν μέχρι τοῦ πολέμου χρόνον οὔτε προσῄει τινὶ τῶν πολιτῶν οὔτε ὤφθη λαλῶν , ἀλλὰ καθʼ ἡμέραν ὥσπερ εὐχὴν μεμελετηκώς “αἰαὶ Ἱεροσολύμοις ” ἐθρήνει .
6.307οὔτε δέ τινι τῶν τυπτόντων αὐτὸν ὁσημέραι κατηρᾶτο οὔτε τοὺς τροφῆς μεταδιδόντας εὐλόγει , μία δὲ πρὸς πάντας ἦν ἡ σκυθρωπὴ κλῃδὼν ἀπόκρισις .
6.308μάλιστα δʼ ἐν ταῖς ἑορταῖς ἐκεκράγει · καὶ τοῦτʼ ἐφʼ ἑπτὰ ἔτη καὶ μῆνας πέντε εἴρων οὔτʼ ἤμβλυνεν τὴν φωνὴν οὔτʼ
-- -- περιιὼν γὰρ ἀπὸ τοῦ τείχους “αἰαὶ πάλιν τῇ πόλει καὶ τῷ λαῷ καὶ τῷ ναῷ ” διαπρύσιον ἐβόα , ὡς δὲ τελευταῖον προσέθηκεν “αἰαὶ δὲ κἀμοί ”, λίθος ἐκ τοῦ πετροβόλου σχασθεὶς καὶ πλήξας αὐτὸν παραχρῆμα κτείνει , φθεγγομένην δʼ ἔτι τὰς κλῃδόνας ἐκείνας τὴν ψυχὴν ἀφῆκε .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.300 | Joseph. BJ 6.306 (English) | >>Joseph. BJ 6.313 |