Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.382 Joseph. BJ 6.390 (English) >>Joseph. BJ 6.395

6.387

Ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ τῶν ἱερέων τις Θεβουθεῖ παῖς, Ἰησοῦς ὄνομα, λαβὼν περὶ σωτηρίας ὅρκους παρὰ Καίσαρος ἐφʼ παραδώσει τινὰ τῶν ἱερῶν κειμηλίων, 6.388ἔξεισι καὶ παραδίδωσιν ἀπὸ τοῦ τοίχου τοῦ ναοῦ λυχνίας δύο τῶν κατὰ τὸν ναὸν κειμένων παραπλησίας τραπέζας τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα καὶ στιβαρώτατα, 6.389παραδίδωσι δὲ καὶ τὰ καταπετάσματα καὶ τὰ ἐνδύματα τῶν ἀρχιερέων σὺν τοῖς λίθοις καὶ πολλὰ τῶν πρὸς τὰς ἱερουργίας σκευῶν ἄλλα. 6.390συλληφθεὶς δὲ καὶ γαζοφύλαξ τοῦ ἱεροῦ Φινέας ὄνομα τούς τε χιτῶνας καὶ τὰς ζώνας ὑπέδειξε τῶν ἱερέων πορφύραν τε πολλὴν καὶ κόκκον, πρὸς τὰς χρείας ἀπέκειτο τοῦ καταπετάσματος, σὺν οἷς κιννάμωμόν τε πολὺ καὶ κασσίαν καὶ πλῆθος ἑτέρων ἀρωμάτων, συμμίσγοντες ἐθυμίων ὁσημέραι τῷ θεῷ. 6.391παρεδόθη δὲ ὑπʼ αὐτοῦ πολλὰ καὶ τῶν ἄλλων κειμηλίων κόσμος τε ἱερὸς οὐκ ὀλίγος, ἅπερ αὐτῷ βίᾳ ληφθέντι τὴν τῶν αὐτομόλων συγγνώμην ἔδωκε. 6.392

Συντετελεσμένων δʼ ἤδη καὶ τῶν χωμάτων ἐν ὀκτωκαίδεκα

-- --

ἡμέραις ἑβδόμῃ Γορπιαίου μηνὸς Ῥωμαῖοι μὲν προσῆγον τὰς μηχανάς, τῶν δὲ στασιαστῶν οἱ μὲν ἀπεγνωκότες ἤδη τὴν πόλιν ἀνεχώρουν τοῦ τείχους εἰς τὴν ἄκραν, οἱ δὲ ἐγκατεδύοντο τοῖς ὑπονόμοις·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.382 Joseph. BJ 6.390 (English) >>Joseph. BJ 6.395

Powered by PhiloLogic