Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.138 | Joseph. BJ 7.147 (English) | >>Joseph. BJ 7.154 |
7.144καὶ στρατιὰν ἔνδον τειχῶν εἰσχεομένην , καὶ πάντα φόνου πλήθοντα τόπον , καὶ τῶν ἀδυνάτων χεῖρας ἀνταίρειν ἱκεσίας , πῦρ τε ἐνιέμενον ἱεροῖς
-- -- καὶ μετὰ πολλὴν ἐρημίαν καὶ κατήφειαν ποταμοὺς ῥέοντας οὐκ ἐπὶ γῆν γεωργουμένην , οὐδὲ ποτὸν ἀνθρώποις ἢ βοσκήμασιν , ἀλλὰ διὰ τῆς ἐπιπανταχόθεν φλεγομένης · ταῦτα γὰρ Ἰουδαῖοι πεισομένους αὑτοὺς τῷ πολέμῳ παρέδοσαν .
7.146ἡ τέχνη δὲ καὶ τῶν κατασκευασμάτων ἡ μεγαλουργία τοῖς οὐκ ἰδοῦσι γινόμενα τότʼ ἐδείκνυεν ὡς παροῦσι .
7.147τέτακτο δʼ ἐφʼ ἑκάστῳ τῶν πηγμάτων ὁ τῆς ἁλισκομένης πόλεως στρατηγὸς ὃν τρόπον ἐλήφθη .
7.148πολλαὶ δὲ καὶ νῆες εἵποντο . λάφυρα δὲ τὰ μὲν ἄλλα χύδην ἐφέρετο , διέπρεπε δὲ πάντων τὰ ἐγκαταληφθέντα τῷ ἐν Ἱεροσολύμοις ἱερῷ , χρυσῆ τε τράπεζα τὴν ὁλκὴν πολυτάλαντος καὶ λυχνία χρυσῆ μὲν ὁμοίως πεποιημένη , τὸ δʼ ἔργον ἐξήλλακτο τῆς κατὰ τὴν ἡμετέραν χρῆσιν συνηθείας .
7.149ὁ μὲν γὰρ μέσος ἦν κίων ἐκ τῆς βάσεως πεπηγώς , λεπτοὶ δʼ ἀπʼ αὐτοῦ μεμήκυντο καυλίσκοι τριαίνης σχήματι παραπλησίαν τὴν θέσιν ἔχοντες , λύχνον ἕκαστος αὐτῶν ἐπʼ ἄκρον κεχαλκευμένος · ἑπτὰ δʼ ἦσαν οὗτοι τῆς παρὰ τοῖς Ἰουδαίοις ἑβδομάδος τὴν τιμὴν ἐμφανίζοντες .
7.150ὅ τε νόμος ὁ τῶν Ἰουδαίων ἐπὶ τούτοις ἐφέρετο τῶν λαφύρων τελευταῖος .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.138 | Joseph. BJ 7.147 (English) | >>Joseph. BJ 7.154 |