Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.214 Joseph. BJ 7.222 (English) >>Joseph. BJ 7.230

7.219

Ἤδη δὲ ἔτος τέταρτον Οὐεσπασιανοῦ διέποντος τὴν ἡγεμονίαν συνέβη τὸν βασιλέα τῆς Κομμαγηνῆς Ἀντίοχον μεγάλαις συμφοραῖς πανοικεσίᾳ περιπεσεῖν ἀπὸ τοιαύτης αἰτίας· 7.220Καισέννιος Παῖτος, τῆς Συρίας ἡγεμὼν τότε καθεστηκώς, εἴτʼ οὖν ἀληθεύων εἴτε καὶ διὰ τὴν πρὸς Ἀντίοχον ἔχθραν, οὐ σφόδρα γὰρ τὸ σαφὲς ἠλέγχθη, 7.221γράμματα πρὸς Καίσαρα διεπέμψατο, λέγων τὸν Ἀντίοχον μετὰ τοῦ παιδὸς Ἐπιφανοῦς διεγνωκέναι Ῥωμαίων ἀφίστασθαι συνθήκας πρὸς τὸν βασιλέα τῶν Πάρθων πεποιημένον· 7.222δεῖν οὖν προκαταλαβεῖν αὐτούς, μὴ φθάσαντες τῶν πραγμάτων ἄρξασθαι πᾶσαν τὴν Ῥωμαίων ἀρχὴν πολέμῳ συνταράξωσιν. 7.223ἔμελλε Καῖσαρ τοιούτου μηνύματος αὐτῷ προσπεσόντος μὴ περιορᾶν· καὶ γὰρ γειτνίασις τῶν βασιλέων ἐποίει τὸ πρᾶγμα μείζονος ἄξιον προνοίας· 7.224τὰ γὰρ Σαμόσατα τῆς Κομμαγηνῆς μεγίστη πόλις κεῖται παρὰ τὸν Εὐφράτην, ὥστʼ εἶναι τοῖς Πάρθοις, εἴ τι τοιοῦτον διενενόηντο, ῥᾴστην μὲν τὴν διάβασιν βεβαίαν δὲ τὴν ὑποδοχήν. 7.225πιστευθεὶς οὖν Παῖτος καὶ λαβὼν ἐξουσίαν πράττειν δοκεῖ συμφέρειν οὐκ ἐμέλλησεν, ἐξαίφνης δὲ τῶν περὶ τὸν Ἀντίοχον οὐδὲν προσδοκώντων εἰς τὴν Κομμαγηνὴν ἐνέβαλεν, τῶν μὲν ταγμάτων ἄγων τὸ ἕκτον καὶ πρὸς τούτῳ λόχους καί τινας ἴλας ἱππέων· 7.226συνεμάχουν δὲ καὶ βασιλεῖς αὐτῷ τῆς μὲν Χαλκιδικῆς λεγομένης Ἀριστόβουλος, τῆς Ἐμέσης δὲ καλουμένης Σόαιμος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.214 Joseph. BJ 7.222 (English) >>Joseph. BJ 7.230

Powered by PhiloLogic