Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.241 Joseph. BJ 7.247 (English) >>Joseph. BJ 7.254

7.245κατὰ τούτους δὲ τοὺς χρόνους διανοηθέντες εἰς τὴν Μηδίαν καὶ προσωτέρω ταύτης ἔτι καθʼ ἁρπαγὴν ἐμβαλεῖν τῷ βασιλεῖ τῶν Ὑρκανῶν διαλέγονται· τῆς παρόδου γὰρ οὗτος δεσπότης ἐστίν, ἣν βασιλεὺς Ἀλέξανδρος πύλαις σιδηραῖς κλειστὴν ἐποίησε. 7.246κἀκείνου τὴν εἴσοδον αὐτοῖς παρασχόντος ἀθρόοι καὶ μηδὲν προϋποπτεύσασι τοῖς Μήδοις ἐπιπεσόντες χώραν πολυάνθρωπον καὶ παντοίων ἀνάμεστον βοσκημάτων διήρπαζον μηδενὸς αὐτοῖς τολμῶντος ἀνθίστασθαι. 7.247καὶ γὰρ βασιλεύων τῆς χώρας Πάκορος ὑπὸ δέους εἰς τὰς δυσχωρίας ἀναφεύγων τῶν μὲν ἄλλων ἁπάντων παρακεχωρήκει, μόλις δὲ παρʼ αὐτῶν ἐρρύσατο τήν τε γυναῖκα καὶ τὰς παλλακὰς αἰχμαλώτους γενομένας ἑκατὸν δοὺς τάλαντα. 7.248μετὰ πολλῆς οὖν ῥᾳστώνης ἀμαχεὶ ποιούμενοι τὰς ἁρπαγὰς μέχρι τῆς Ἀρμενίας προῆλθον πάντα λεηλατοῦντες. 7.249Τιριδάτης δʼ αὐτῆς ἐβασίλευεν, ὃς ὑπαντιάσας αὐτοῖς καὶ ποιησάμενος μάχην παρὰ μικρὸν ἦλθεν ἐπʼ αὐτῆς ζωὸς ἁλῶναι τῆς παρατάξεως· 7.250βρόχον γὰρ αὐτῷ περιβαλών τις ἔμελλεν ἐπισπάσειν, εἰ μὴ τῷ ξίφει θᾶττον ἐκεῖνος τὸν τόνον κόψας ἔφθη διαφυγεῖν. 7.251οἱ δὲ καὶ διὰ τὴν μάχην ἔτι μᾶλλον ἀγριωθέντες τὴν μὲν χώραν ἐλυμήναντο, πολὺ δὲ πλῆθος ἀνθρώπων καὶ τῆς ἄλλης λείας ἄγοντες ἐξ ἀμφοῖν τῶν βασιλειῶν πάλιν εἰς τὴν οἰκείαν ἀνεκομίσθησαν.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.241 Joseph. BJ 7.247 (English) >>Joseph. BJ 7.254

Powered by PhiloLogic