Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.367 | Joseph. BJ 7.373 (English) | >>Joseph. BJ 7.380 |
7.371ἀλλὰ ταῦτα πρὸς βραχὺν χρόνον ἀρκέσαντα καὶ ταῖς ἐλπίσιν ἡμᾶς ἐπάραντα μειζόνων ἀρχὴ κακῶν ἐφάνη · πάντα γὰρ ἥλω , καὶ πάντα τοῖς πολεμίοις ὑπέπεσεν , ὥσπερ εἰς τὴν ἐκείνων εὐκλεεστέραν νίκην , οὐκ εἰς τὴν τῶν παρασκευασαμένων σωτηρίαν εὐτρεπισθέντα .
7.372καὶ τοὺς μὲν ἐν ταῖς μάχαις ἀποθνήσκοντας εὐδαιμονίζειν προσῆκον · ἀμυνόμενοι γὰρ καὶ τὴν ἐλευθερίαν οὐ προέμενοι τεθνήκασι · τὸ δὲ πλῆθος τῶν ὑπὸ Ῥωμαίοις γενομένων τίς οὐκ ἂν
-- -- ὧν οἱ μὲν στρεβλούμενοι καὶ πυρὶ καὶ μάστιξιν αἰκιζόμενοι τεθνήκασιν , οἱ δʼ ἀπὸ θηρίων ἡμίβρωτοι πρὸς δευτέραν αὐτοῖς τροφὴν ζῶντες ἐφυλάχθησαν , γέλωτα καὶ παίγνιον τοῖς πολεμίοις παρασχόντες .
7.374ἐκείνων μὲν οὖν ἀθλιωτάτους ὑποληπτέον τοὺς ἔτι ζῶντας , οἳ πολλάκις εὐχόμενοι τὸν θάνατον λαβεῖν οὐκ ἔχουσιν .
7.375ποῦ δʼ ἡ μεγάλη πόλις , ἡ τοῦ παντὸς Ἰουδαίων γένους μητρόπολις , ἡ τοσούτοις μὲν ἐρυμνὴ τειχῶν περιβόλοις , τοσαῦτα δʼ αὑτῆς φρούρια καὶ μεγέθη πύργων προβεβλημένη , μόλις δὲ χωροῦσα τὰς εἰς τὸν πόλεμον παρασκευάς , τοσαύτας δὲ μυριάδας ἀνδρῶν ἔχουσα τῶν ὑπὲρ αὐτῆς μαχομένων ;
7.376ποῦ γέγονεν ἡμῖν ἡ τὸν θεὸν ἔχειν οἰκιστὴν πεπιστευμένη ; πρόρριζος ἐκ βάθρων ἀνήρπασται , καὶ μόνον αὐτῆς μνημεῖον ἀπολείπεται τὸ τῶν ἀνῃρημένων ἔτι τοῖς λειψάνοις ἐποικοῦν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.367 | Joseph. BJ 7.373 (English) | >>Joseph. BJ 7.380 |