Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.391 | Joseph. BJ 7.397 (English) | >>Joseph. BJ 7.404 |
7.395κλήρῳ δʼ ἐξ αὑτῶν ἑλόμενοι δέκα τοὺς ἁπάντων σφαγεῖς ἐσομένους , καὶ γυναικί τις αὑτὸν καὶ παισὶ κειμένοις παραστρώσας καὶ τὰς χεῖρας περιβαλών , παρεῖχον ἑτοίμους τὰς σφαγὰς τοῖς τὴν δύστηνον ὑπουργίαν ἐκτελοῦσιν .
7.396οἱ δʼ ἀτρέπτως πάντας φονεύσαντες τὸν αὐτὸν ἐπʼ ἀλλήλοις τοῦ κλήρου νόμον ὥρισαν , ἵνʼ ὁ λαχὼν τοὺς ἐννέα κτείνας ἑαυτὸν ἐπὶ πᾶσιν ἀνέλῃ · πάντες οὕτως αὑτοῖς ἐθάρρουν μήτʼ εἰς
-- -- καὶ τέλος οἱ μὲν τὰς σφαγὰς ὑπέθεσαν , ὁ δʼ εἷς καὶ τελευταῖος τὸ πλῆθος τῶν κειμένων περιαθρήσας , μή πού τις ἔτʼ ἐν πολλῷ φόνῳ τῆς αὐτοῦ λείπεται χειρὸς δεόμενος , ὡς ἔγνω πάντας ἀνῃρημένους , πῦρ μὲν πολὺ τοῖς βασιλείοις ἐνίησιν , ἀθρόᾳ δὲ τῇ χειρὶ διʼ αὑτοῦ πᾶν ἐλάσας τὸ ξίφος πλησίον τῶν οἰκείων κατέπεσε .
7.398καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες οὐδὲν ἔχον ψυχὴν ὑποχείριον ἐξ αὑτῶν Ῥωμαίοις καταλιπεῖν ,
7.399ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καὶ συγγενὴς ἑτέρα τις Ἐλεαζάρου , φρονήσει καὶ παιδείᾳ πλεῖστον γυναικῶν διαφέρουσα , καὶ πέντε παιδία τοῖς ὑπονόμοις , οἳ ποτὸν ἦγον ὕδωρ διὰ γῆς , ἐγκατακρυβῆναι τῶν ἄλλων πρὸς τῇ σφαγῇ τὰς διανοίας ἐχόντων ,
7.400οἳ τὸν ἀριθμὸν ἦσαν ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις γυναικῶν ἅμα καὶ παίδων αὐτοῖς συναριθμουμένων .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.391 | Joseph. BJ 7.397 (English) | >>Joseph. BJ 7.404 |