7.428τοῦ βωμοῦ δὲ τὴν κατασκευὴν πρὸς τὸν οἰκεῖον ἐξεμιμήσατο καὶ τοῖς ἀναθήμασιν ὁμοίως ἐκόσμησεν χωρὶς τῆς περὶ τὴν λυχνίαν κατασκευῆς·
7.429οὐ γὰρ ἐποίησε λυχνίαν, αὐτὸν δὲ χαλκευσάμενος λύχνον χρυσοῦν ἐπιφαίνοντα σέλας χρυσῆς ἁλύσεως ἐξεκρέμασε. τὸ δὲ τέμενος πᾶν ὀπτῇ πλίνθῳ περιτετείχιστο πύλας ἔχον λιθίνας.
7.430ἀνῆκε δὲ καὶ χώραν πολλὴν ὁ βασιλεὺς εἰς χρημάτων πρόσοδον, ὅπως εἴη καὶ τοῖς ἱερεῦσιν ἀφθονία καὶ τῷ θεῷ πολλὰ τὰ πρὸς τὴν εὐσέβειαν.
7.431οὐ μὴν Ὀνίας ἐξ ὑγιοῦς γνώμης ταῦτα ἔπραττεν, ἀλλʼ ἦν αὐτῷ φιλονεικία πρὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις Ἰουδαίους ὀργὴν τῆς φυγῆς ἀπομνημονεύοντι, καὶ τοῦτο τὸ ἱερὸν ἐνόμιζε κατασκευάσας εἰς αὐτὸ περισπάσειν ἀπʼ ἐκείνων τὸ πλῆθος.
7.432ἐγεγόνει δέ τις καὶ παλαιὰ πρόρρησις ἔτεσί που πρόσθεν ἑξακοσίοις· Ἡσαΐας ὄνομα τῷ προαγορεύσαντι τοῦδε τοῦ ναοῦ τὴν ἐν Αἰγύπτῳ γενησομένην ὑπʼ ἀνδρὸς Ἰουδαίου κατασκευήν. τὸ μὲν οὖν ἱερὸν οὕτως ἐπεποίητο.
7.433
Λοῦππος δʼ ὁ τῆς Ἀλεξανδρείας ἡγεμὼν τὰ παρὰ Καίσαρος λαβὼν γράμματα καὶ παραγενόμενος εἰς τὸ ἱερὸν καί τινα τῶν ἀναθημάτων ἐκφορήσας τὸν ναὸν ἀπέκλεισε.
7.434Λούππου δὲ μετὰ βραχὺ τελευτήσαντος Παυλῖνος διαδεξάμενος τὴν ἡγεμονίαν οὔτε τῶν ἀναθημάτων οὐδὲν κατέλιπε, πολλὰ γὰρ διηπείλησε τοῖς ἱερεῦσιν εἰ μὴ πάντα προκομίσειαν, οὔτε προσιέναι τῷ τεμένει τοὺς θρησκεύειν βουλομένους ἐφῆκεν,