Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.39 Joseph. AJ 11.45 (English) >>Joseph. AJ 11.49

11.43

Ὡς δὲ πρῶτος ἀποφηνάμενος περὶ τῆς ἰσχύος τοῦ οἴνου τὰ προειρημένα ἐπαύσατο, μετʼ αὐτὸν ἤρξατο λέγειν περὶ τῆς τοῦ βασιλέως δυνάμεως, ταύτην ἀποδεικνὺς τὴν ἰσχυροτάτην καὶ πλέον τῶν ἄλλων δυναμένην, ὅσα βίαν ἔχειν σύνεσιν δοκεῖ. τὸν δὲ τρόπον τῆς ἀποδείξεως ἐντεῦθεν ἐλάμβανεν· 11.44πάντων μὲν εἶπεν ἀνθρώπους περικρατεῖν, οἳ καὶ τὴν γῆν καταναγκάζουσιν καὶ τὴν θάλασσαν εἶναι χρησίμην αὐτοῖς πρὸς θέλουσιν, τούτων δʼ ἄρχουσιν οἱ βασιλεῖς καὶ τὴν ἐξουσίαν ἔχουσιν· οἱ δὲ τοῦ κρατίστου καὶ ἰσχυροτάτου ζῴου δεσπόζοντες ἀνυπέρβλητοι τὴν δύναμιν οὗτοι καὶ τὴν ἰσχὺν εἰκότως ἂν εἶεν. 11.45ἀμέλει πολέμους ἐπιτάττοντες καὶ κινδύνους τοῖς ἀρχομένοις ἀκούονται, καὶ πέμποντες αὐτοὺς ἐπʼ ἐχθροὺς καταπειθεῖς διὰ τὴν ἰσχὺν τὴν αὐτῶν ἔχουσιν, καὶ ὄρη μὲν κατεργάζεσθαι καὶ τείχη κατασπᾶν καὶ πύργους κελεύουσιν, καὶ κτείνεσθαι δʼ οἱ κελευσθέντες καὶ κτείνειν ὑπομένουσιν, ἵνα μὴ τὰ τοῦ βασιλέως δόξωσι παραβαίνειν προστάγματα, νικήσαντες δὲ τὴν ὠφέλειαν τὴν ἐκ τοῦ πολέμου τῷ βασιλεῖ κομίζουσιν. 11.46καὶ οἱ μὴ στρατευόμενοι δὲ ἀλλὰ γῆν ἐργαζόμενοι καὶ ἀροῦντες ὅταν πονήσαντες καὶ ἅπασαν τὴν τῶν ἔργων ταλαιπωρίαν ὑπομείναντες θερίσωσιν καὶ τοὺς καρποὺς συνέλωσιν, τοὺς φόρους τῷ βασιλεῖ κομίζουσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.39 Joseph. AJ 11.45 (English) >>Joseph. AJ 11.49

Powered by PhiloLogic