Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.217 Joseph. AJ 4.222 (English) >>Joseph. AJ 4.226

4.220

Ἂν δὲ πραχθέντος φόνου ἔν τινι χώρᾳ μὴ εὑρίσκηται δράσας μηδʼ ὑπονοῆταί τις ὡς διὰ μῖσος ἀπεκτονηκώς, ζητείτωσαν μὲν αὐτὸν μετὰ πολλῆς σπουδῆς μήνυτρα προθέμενοι· μηδενὸς δὲ μηνύοντος αἱ ἀρχαὶ τῶν πόλεων τῶν πλησίον τῇ χώρᾳ, ἐν φόνος ἐπράχθη, καὶ γερουσία συνελθόντες μετρείτωσαν ἀπὸ τοῦ τόπου ὅπου κεῖται νεκρὸς τὴν χώραν. 4.221 δʼ ἂν πλησιαιτάτη πόλις, οἱ ἐν αὐτῇ δημόσιοι πριάμενοι δάμαλιν καὶ κομίσαντες εἰς φάραγγα καὶ ἀνεπιτήδειον ἀρότρῳ καὶ φυτοῖς χωρίον τοὺς τένοντας κοψάτωσαν τῆς βοός, 4.222καὶ χέρνιβας ἑλόμενοι ὑπὲρ κεφαλῆς τῆς βοὸς οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ γερουσία τῆς πόλεως ἐκείνης καθαρὰς ἀναβοησάτωσαν τὰς χεῖρας ἔχειν ἀπὸ τοῦ φόνου καὶ μήτε δρᾶσαι μήτε δρωμένῳ παρατυχεῖν, ἐπικαλεῖσθαι δὲ ἵλεω τὸν θεὸν καὶ μηκέτι τοιοῦτον δεινὸν συμβῆναι τῇ γῇ πάθος. 4.223

Ἀριστοκρατία μὲν οὖν κράτιστον καὶ κατʼ αὐτὴν βίος, καὶ μὴ λάβῃ πόθος ὑμᾶς ἄλλης πολιτείας, ἀλλὰ ταύτην στέργοιτε καὶ τοὺς νόμους ἔχοντες δεσπότας κατʼ αὐτοὺς ἕκαστα πράττετε· ἀρκεῖ γὰρ θεὸς ἡγεμὼν εἶναι. βασιλέως δʼ εἰ γένοιτο ἔρως ὑμῖν, ἔστω μὲν οὗτος ὁμόφυλος, πρόνοια δʼ αὐτῷ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς διὰ παντὸς ἔστω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.217 Joseph. AJ 4.222 (English) >>Joseph. AJ 4.226

Powered by PhiloLogic