9.275καὶ οὕτω πάλιν εἰς τὴν ἀρχαίαν θρησκείαν ἐπανῆλθον. ταῦτα δὲ τὸν προειρημένον τρόπον ὁ βασιλεὺς καταστησάμενος πόλεμον ἐξήνεγκε πρὸς τοὺς Παλαιστίνους καὶ νικήσας κατέσχεν ἁπάσας ἀπὸ Γάζης μέχρι Γίττης πόλεις τῶν πολεμίων. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς πέμψας ἠπείλει πᾶσαν αὐτοῦ καταστρέψεσθαι τὴν ἀρχήν, εἰ μὴ τοὺς φόρους, οὓς ὁ πατὴρ αὐτοῦ τὸ πρῶτον ἐτέλει, τούτους ἀποδώσει.
9.276Ἐζεκίας δὲ τῶν μὲν ἀπειλῶν οὐκ ἐφρόντισʼ, ἐθάρρει δὲ ἐπὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῷ προφήτῃ Ἡσαΐᾳ, παρʼ οὗ πάντʼ ἀκριβῶς τὰ μέλλοντα ἐπυνθάνετο. καὶ ὧδε μὲν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐχέτω τὰ περὶ τούτου τοῦ βασιλέως.
9.277
Σαλμανάσσης δὲ ὁ τῶν Ἀσσυρίων βασιλεύς, ἐπεὶ ἠγγέλη αὐτῷ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσείης πέμψας κρύφα πρὸς Σώαν τὸν τῶν Αἰγυπτίων βασιλέα παρακαλῶν αὐτὸν ἐπὶ συμμαχίαν τὴν κατʼ αὐτοῦ, παροξυνθεὶς ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν ἔτει ἑβδόμῳ τῆς Ὠσήου βασιλείας.
9.278οὐ δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε.