Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.462 Joseph. BJ 1.467 (English) >>Joseph. BJ 1.471

1.465ὑμεῖς δέ, παῖδες ἀγαθοί, πρῶτον μὲν ἐνθυμούμενοι τὴν ἱερὰν φύσιν, ἧς καὶ παρὰ θηρίοις αἱ στοργαὶ μένουσιν, ἔπειτα τὸν ποιησάμενον ἡμῶν τὰς διαλλαγὰς Καίσαρα, τρίτον ἐμὲ τὸν ἐν οἷς ἔξεστιν ἐπιτάσσειν παρακαλοῦντα, μείνατε ἀδελφοί. δίδωμι δὲ ὑμῖν ἐσθῆτα ἤδη καὶ θεραπείαν βασιλικήν· ἐπεύχομαι δὲ καὶ τῷ θεῷ τηρῆσαι τὴν ἐμὴν κρίσιν, 1.466ἂν ὁμονοῆτε.” ταῦτʼ εἰπὼν καὶ φιλοφρόνως ἕκαστον τῶν υἱῶν κατασπασάμενος διέλυσεν τὸ πλῆθος, τοὺς μὲν συνευχομένους τοῖς εἰρημένοις, ὅσοι δʼ ἐπεθύμουν μεταβολῆς, μηδʼ ἀκηκοέναι προσποιουμένους. 1.467

Συναπῄει δὲ τοῖς ἀδελφοῖς στάσις, καὶ χείρους τὰς ἐπʼ ἀλλήλοις ὑπονοίας ἔχοντες ἀπηλλάγησαν, Ἀλέξανδρος μὲν καὶ Ἀριστόβουλος ὀδυνώμενοι κεκυρωμένου Ἀντιπάτρῳ τοῦ πρεσβείου, Ἀντίπατρος δὲ καὶ τοῦ δευτερεύειν νεμεσῶν τοῖς ἀδελφοῖς. 1.468ἀλλʼ μὲν ποικιλώτατος ὢν τὸ ἦθος ἐχεμυθεῖν τε ᾔδει καὶ πολλῷ

-- --

τῷ πανούργῳ τὸ πρὸς αὐτοὺς ἐκάλυπτε μῖσος, τοῖς δὲ διʼ εὐγένειαν πᾶν τὸ νοηθὲν ἦν ἐπὶ γλώσσης· καὶ παροξύνοντες μὲν ἐνέκειντο πολλοί, πλείους δὲ τῶν φίλων παρεδύοντο κατάσκοποι. 1.469πᾶν δὲ τὸ παρʼ Ἀλεξάνδρῳ λαληθὲν εὐθέως ἦν παρʼ Ἀντιπάτρῳ, καὶ μετὰ προσθήκης μετέβαινεν ἀπὸ Ἀντιπάτρου πρὸς Ἡρώδην· οὔτε γὰρ ἁπλῶς φθεγξάμενος νεανίας ἀνυπεύθυνος ἦν, ἀλλὰ εἰς διαβολὴν τὸ ῥηθὲν ἐστρέφετο, καὶ μετρίως παρρησιασαμένου μέγιστα τοῖς ἐλαχίστοις προσεπλάττετο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.462 Joseph. BJ 1.467 (English) >>Joseph. BJ 1.471

Powered by PhiloLogic