Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
Previous Section

Next Section

Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον αʹ. 1 1

Ἐπειδὴ τὸν Ἰουδαίων πρὸς Ῥωμαίους πόλεμον συστάντα μέγιστον οὐ μόνον τῶν καθʼ ἡμᾶς, σχεδὸν δὲ καὶ ὧν ἀκοῇ παρειλήφαμεν πόλεων πρὸς πόλεις ἐθνῶν ἔθνεσι συρραγέντων, οἱ μὲν οὐ παρατυχόντες τοῖς πράγμασιν, ἀλλʼ ἀκοῇ συλλέγοντες εἰκαῖα καὶ ἀσύμφωνα διηγήματα σοφιστικῶς ἀναγράφουσιν, 2οἱ παραγενόμενοι δὲ κολακείᾳ τῇ πρὸς Ῥωμαίους μίσει τῷ πρὸς Ἰουδαίους καταψεύδονται τῶν πραγμάτων, περιέχει δὲ αὐτοῖς ὅπου μὲν κατηγορίαν ὅπου δὲ ἐγκώμιον τὰ συγγράμματα, τὸ δʼ ἀκριβὲς τῆς ἱστορίας οὐδαμοῦ, 3προυθέμην ἐγὼ τοῖς κατὰ τὴν Ῥωμαίων ἡγεμονίαν Ἑλλάδι γλώσσῃ μεταβαλὼν τοῖς ἄνω βαρβάροις τῇ πατρίῳ συντάξας ἀνέπεμψα πρότερον ἀφηγήσασθαι Ἰώσηπος Ματθίου παῖς ἐξ Ἱεροσολύμων ἱερεύς, αὐτός τε Ῥωμαίους πολεμήσας τὰ πρῶτα καὶ τοῖς ὕστερον παρατυχὼν ἐξ ἀνάγκης·

-- --

2 4

γενομένου γάρ, ὡς ἔφην, μεγίστου τοῦδε τοῦ κινήματος ἐν Ῥωμαίοις μὲν ἐνόσει τὰ οἰκεῖα, Ἰουδαίων δὲ τὸ νεωτερίζον τότε τεταραγμένοις ἐπανέστη τοῖς καιροῖς ἀκμάζον κατά τε χεῖρα καὶ χρήμασιν, ὡς διʼ ὑπερβολὴν θορύβων τοῖς μὲν ἐν ἐλπίδι κτήσεως τοῖς δʼ ἐν ἀφαιρέσεως δέει γίνεσθαι τὰ πρὸς τὴν ἀνατολήν, 5ἐπειδὴ Ἰουδαῖοι μὲν ἅπαν τὸ ὑπὲρ Εὐφράτην ὁμόφυλον συνεπαρθήσεσθαι σφίσιν ἤλπισαν, Ῥωμαίους δὲ οἵ τε γείτονες Γαλάται παρεκίνουν καὶ τὸ Κελτικὸν οὐκ ἠρέμει, μεστὰ δʼ ἦν πάντα θορύβων μετὰ Νέρωνα, καὶ πολλοὺς μὲν βασιλειᾶν καιρὸς ἀνέπειθεν, τὰ στρατιωτικὰ δὲ ἤρα μεταβολῆς ἐλπίδι λημμάτων· 6ἄτοπον ἡγησάμενος περιιδεῖν πλαζομένην ἐπὶ τηλικούτοις πράγμασι τὴν ἀλήθειαν, καὶ Πάρθους μὲν καὶ Βαβυλωνίους Ἀράβων τε τοὺς πορρωτάτω καὶ τὸ ὑπὲρ Εὐφράτην ὁμόφυλον ἡμῖν Ἀδιαβηνούς τε γνῶναι διὰ τῆς ἐμῆς ἐπιμελείας ἀκριβῶς, ὅθεν τε ἤρξατο καὶ διʼ ὅσων ἐχώρησεν παθῶν πόλεμος καὶ ὅπως κατέστρεψεν, ἀγνοεῖν δὲ Ἕλληνας ταῦτα καὶ Ῥωμαίων τοὺς μὴ ἐπιστρατευσαμένους, ἐντυγχάνοντας κολακείαις πλάσμασι. 3 7

Καίτοι γε ἱστορίας αὐτὰς ἐπιγράφειν τολμῶσιν, ἐν αἷς πρὸς τῷ μηδὲν ὑγιὲς δηλοῦν καὶ τοῦ σκοποῦ δοκοῦσιν ἔμοιγε διαμαρτάνειν. βούλονται μὲν γὰρ μεγάλους τοὺς Ῥωμαίους ἀποδεικνύειν, καταβάλλουσιν δὲ ἀεὶ τὰ Ἰουδαίων καὶ ταπεινοῦσιν· 8οὐχ ὁρῶ δέ, πῶς ἂν εἶναι μεγάλοι δοκοῖεν οἱ μικροὺς νενικηκότες· καὶ οὔτε τὸ μῆκος αἰδοῦνται τοῦ πολέμου οὔτε τὸ πλῆθος τῆς Ῥωμαίων καμούσης στρατιᾶς οὔτε τὸ μέγεθος τῶν στρατηγῶν, οἳ πολλὰ περὶ τοῖς Ἱεροσολύμοις ἱδρώσαντες οἶμαι ταπεινουμένου τοῦ κατορθώματος αὐτοῖς ἀδοξοῦσιν.

-- --

4 9

Οὐ μὴν ἐγὼ τοῖς ἐπαίρουσι τὰ Ῥωμαίων ἀντιφιλονεικῶν αὔξειν τὰ τῶν ὁμοφύλων διέγνων, ἀλλὰ τὰ μὲν ἔργα μετʼ ἀκριβείας ἀμφοτέρων διέξειμι, τοὺς δʼ ἐπὶ τοῖς πράγμασι λόγους ἀνατίθημι τῇ διαθέσει καὶ τοῖς ἐμαυτοῦ πάθεσι διδοὺς ἐπολοφύρεσθαι ταῖς τῆς πατρίδος συμφοραῖς. 10ὅτι γὰρ αὐτὴν στάσις οἰκεία καθεῖλεν, καὶ τὰς Ῥωμαίων χεῖρας ἀκούσας καὶ τὸ πῦρ ἐπὶ τὸν ναὸν εἵλκυσαν οἱ Ἰουδαίων τύραννοι, μάρτυς αὐτὸς πορθήσας Καῖσαρ Τίτος, ἐν παντὶ τῷ πολέμῳ τὸν μὲν δῆμον ἐλεήσας ὑπὸ τῶν στασιαστῶν φρουρούμενον, πολλάκις δὲ ἑκὼν τὴν ἅλωσιν τῆς πόλεως ὑπερτιθέμενος καὶ διδοὺς τῇ πολιορκίᾳ χρόνον εἰς μετάνοιαν τῶν αἰτίων. 11εἰ δή τις ὅσα πρὸς τοὺς τυράννους τὸ λῃστρικὸν αὐτῶν κατηγορικῶς λέγοιμεν τοῖς δυστυχήμασι τῆς πατρίδος ἐπιστένοντες συκοφαντοίη, διδότω παρὰ τὸν τῆς ἱστορίας νόμον συγγνώμην τῷ πάθει· πόλιν μὲν γὰρ δὴ τῶν ὑπὸ Ῥωμαίοις πασῶν τὴν ἡμετέραν ἐπὶ πλεῖστόν τε εὐδαιμονίας συνέβη προελθεῖν καὶ πρὸς ἔσχατον συμφορῶν αὖθις καταπεσεῖν· 12τὰ γοῦν πάντων ἀπʼ αἰῶνος ἀτυχήματα πρὸς τὰ Ἰουδαίων ἡττῆσθαι δοκῶ κατὰ σύγκρισιν· καὶ τούτων αἴτιος οὐδεὶς ἀλλόφυλος, ὥστε ἀμήχανον ἦν ὀδυρμῶν ἐπικρατεῖν. εἰ δέ τις οἴκτου σκληρότερος εἴη δικαστής, τὰ μὲν πράγματα τῇ ἱστορίᾳ προσκρινέτω, τὰς δʼ ὀλοφύρσεις τῷ γράφοντι. 5 13

Καίτοι γε ἐπιτιμήσαιμʼ ἂν αὐτὸς δικαίως τοῖς Ἑλλήνων λογίοις, οἳ τηλικούτων κατʼ αὐτοὺς πραγμάτων γεγενημένων,

-- --

κατὰ σύγκρισιν ἐλαχίστους ἀποδείκνυσι τοὺς πάλαι πολέμους, τούτων μὲν κάθηνται κριταὶ τοῖς φιλοτιμουμένοις ἐπηρεάζοντες, ὧν εἰ καὶ τῷ λόγῳ πλεονεκτοῦσι, λείπονται τῇ προαιρέσει· αὐτοὶ δὲ τὰ Ἀσσυρίων καὶ Μήδων συγγράφουσιν ὥσπερ ἧττον καλῶς ὑπὸ τῶν ἀρχαίων συγγραφέων ἀπηγγελμένα. 14καίτοι τοσούτῳ τῆς ἐκείνων ἡττῶνται δυνάμεως ἐν τῷ γράφειν, ὅσῳ καὶ τῆς γνώμης· τὰ γὰρ κατʼ αὐτοὺς ἐσπούδαζον ἕκαστοι γράφειν, ὅπου καὶ τὸ παρατυχεῖν τοῖς πράγμασιν ἐποίει τὴν ἀπαγγελίαν ἐναργῆ καὶ τὸ ψεύδεσθαι παρʼ εἰδόσιν αἰσχρὸν ἦν. 15τό γε μὴν μνήμῃ τὰ προϊστορηθέντα διδόναι καὶ τὰ τῶν ἰδίων χρόνων τοῖς μετʼ αὐτὸν συνιστάνειν ἐπαίνου καὶ μαρτυρίας ἄξιον· φιλόπονος δὲ οὐχ μεταποιῶν οἰκονομίαν καὶ τάξιν ἀλλοτρίαν, ἀλλʼ μετὰ τοῦ καινὰ λέγειν καὶ τὸ σῶμα τῆς ἱστορίας κατασκευάζων ἴδιον. 16κἀγὼ μὲν ἀναλώμασι καὶ πόνοις μεγίστοις ἀλλόφυλος ὢν Ἕλλησί τε καὶ Ῥωμαίοις τὴν μνήμην τῶν κατορθωμάτων ἀνατίθημι· τοῖς δὲ γνησίοις πρὸς μὲν τὰ λήμματα καὶ τὰς δίκας κέχηνεν εὐθέως τὸ στόμα καὶ γλῶσσα λέλυται, πρὸς δὲ τὴν ἱστορίαν, ἔνθα χρὴ τἀληθῆ λέγειν καὶ μετὰ πολλοῦ πόνου τὰ πράγματα συλλέγειν, πεφίμωνται παρέντες τοῖς ἀσθενεστέροις καὶ μηδὲ γινώσκουσι τὰς πράξεις τῶν ἡγεμόνων γράφειν. τιμάσθω δὴ παρʼ ἡμῖν τὸ τῆς ἱστορίας ἀληθές, ἐπεὶ παρʼ Ἕλλησιν ἠμέληται. 6 17

Ἀρχαιολογεῖν μὲν δὴ τὰ Ἰουδαίων, τίνες τε ὄντες καὶ ὅπως ἀπανέστησαν Αἰγυπτίων, χώραν τε ὅσην ἐπῆλθον ἀλώμενοι καὶ πόσα ἑξῆς κατέλαβον καὶ ὅπως μετανέστησαν, νῦν τε ἄκαιρον ᾠήθην εἶναι καὶ ἄλλως περιττόν, ἐπειδήπερ καὶ Ἰουδαίων πολλοὶ πρὸ ἐμοῦ τὰ τῶν προγόνων συνετάξαντο μετʼ ἀκριβείας καί τινες Ἑλλήνων ἐκεῖνα τῇ πατρίῳ φωνῇ μεταβαλόντες οὐ πολὺ τῆς ἀληθείας

-- --

διήμαρτον. 18ὅπου δʼ οἵ τε τούτων συγγραφεῖς ἐπαύσαντο καὶ οἱ ἡμέτεροι προφῆται, τὴν ἀρχὴν ἐκεῖθεν ποιήσομαι τῆς συντάξεως· τούτων δὲ τὰ μὲν τοῦ κατʼ ἐμαυτὸν πολέμου διεξοδικώτερον καὶ μεθʼ ὅσης ἂν ἐξεργασίας δύνωμαι δίειμι, τὰ δὲ προγενέστερα τῆς ἐμῆς ἡλικίας ἐπιδραμῶ συντόμως, 7 19ὡς Ἀντίοχος κληθεὶς Ἐπιφανὴς ἑλὼν κατὰ κράτος Ἱεροσόλυμα καὶ κατασχὼν ἔτεσι τρισὶ καὶ μησὶν ἓξ ὑπὸ τῶν Ἀσαμωναίου παίδων ἐκβάλλεται τῆς χώρας, ἔπειθʼ ὡς οἱ τούτων ἔγγονοι περὶ τῆς βασιλείας διαστασιάσαντες εἵλκυσαν εἰς τὰ πράγματα Ῥωμαίους καὶ Πομπήιον. καὶ ὡς Ἡρώδης Ἀντιπάτρου κατέλυσε τὴν δυναστείαν αὐτῶν ἐπαγαγὼν Σόσσιον, 20ὅπως τε λαὸς μετὰ τὴν Ἡρώδου τελευτὴν κατεστασίασεν Αὐγούστου μὲν Ῥωμαίων ἡγεμονεύοντος, Κυιντιλίου δὲ Οὐάρου κατὰ τὴν χώραν ὄντος, καὶ ὡς ἔτει δωδεκάτῳ τῆς Νέρωνος ἀρχῆς πόλεμος ἀνερράγη τά τε συμβάντα κατὰ Κέστιον καὶ ὅσα κατὰ τὰς πρώτας ὁρμὰς ἐπῆλθον οἱ Ἰουδαῖοι τοῖς ὅπλοις, 8 21ὅπως τε τὰς περιοίκους ἐτειχίσαντο, καὶ ὡς Νέρων ἐπὶ τοῖς Κεστίου πταίσμασι δείσας περὶ τῶν ὅλων Οὐεσπασιανὸν ἐφίστησι τῷ πολέμῳ, καὶ ὡς οὗτος μετὰ τοῦ πρεσβυτέρου τῶν παίδων εἰς τὴν Ἰουδαίων χώραν ἐνέβαλεν ὅσῃ τε χρώμενος Ῥωμαίων στρατιᾷ καὶ ὅσοι σύμμαχοι ἐκόπησαν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ ὡς τῶν πόλεων αὐτῆς ἃς μὲν ὁλοσχερῶς καὶ κατὰ κράτος ἃς δὲ διʼ ὁμολογίας ἔλαβεν· 22ἔνθα δὴ καὶ τὰ περὶ τῆς Ῥωμαίων ἐν πολέμοις εὐταξίας καὶ τὴν ἄσκησιν τῶν ταγμάτων, τῆς τε Γαλιλαίας ἑκατέρας τὰ διαστήματα καὶ τὴν φύσιν καὶ τοὺς τῆς Ἰουδαίας ὅρους, ἔτι τε τῆς χώρας τὴν ἰδιότητα, λίμνας τε καὶ πηγὰς τὰς ἐν αὐτῇ, καὶ τὰ περὶ ἑκάστην πόλιν τῶν ἁλισκομένων

-- --

πάθη μετὰ ἀκριβείας, ὡς εἶδον ἔπαθον, δίειμι. οὐδὲ γὰρ τῶν ἐμαυτοῦ τι συμφορῶν ἀποκρύψομαι μέλλων γε πρὸς εἰδότας ἐρεῖν. 9 23

Ἔπειθʼ ὡς ἤδη καμνόντων Ἰουδαίοις τῶν πραγμάτων θνήσκει μὲν Νέρων, Οὐεσπασιανὸς δὲ ἐπὶ Ἱεροσολύμων ὡρμημένος ὑπὸ τῆς ἡγεμονίας ἀνθέλκεται· τά τε γενόμενα περὶ ταύτης αὐτῷ σημεῖα καὶ τὰς ἐπὶ Ῥώμης μεταβολάς, 24καὶ ὡς αὐτὸς ὑπὸ τῶν στρατιωτῶν ἄκων αὐτοκράτωρ ἀποδείκνυται, καὶ ἀποχωρήσαντος ἐπὶ διοικήσει τῶν ὅλων εἰς τὴν Αἴγυπτον ἐστασιάσθη τὰ τῶν Ἰουδαίων, ὅπως τε ἐπανέστησαν αὐτοῖς οἱ τύραννοι, καὶ τὰς τούτων πρὸς ἀλλήλους διαφοράς. 10 25

Καὶ ὡς ἄρας ἀπὸ τῆς Αἰγύπτου Τίτος δεύτερον εἰς τὴν χώραν ἐνέβαλεν, ὅπως τε τὰς δυνάμεις καὶ ὅπου συνήγαγε καὶ ὁπόσας, καὶ ὅπως ἐκ τῆς στάσεως πόλις διέκειτο παρόντος αὐτοῦ, προσβολάς τε ὅσας ἐποιήσατο καὶ ὁπόσα χώματα, περιβόλους τε τῶν τριῶν τειχῶν καὶ τὰ μέτρα τούτων, τήν τε τῆς πόλεως ὀχυρότητα καὶ τοῦ ἱεροῦ καὶ τοῦ ναοῦ τὴν διάθεσιν, 26ἔτι δὲ τούτων καὶ τοῦ βωμοῦ τὰ μέτρα πάντα μετʼ ἀκριβείας, ἔθη τε ἑορτῶν ἔνια καὶ τὰς ἑπτὰ ἁγνείας καὶ τὰς τῶν ἱερέων λειτουργίας, ἔτι δὲ τὰς ἐσθῆτας τῶν ἱερέων καὶ τοῦ ἀρχιερέως, καὶ οἷον ἦν τοῦ ναοῦ τὸ ἅγιον, οὐδὲν οὔτε ἀποκρυπτόμενος οὔτε προστιθεὶς τοῖς πεφωραμένοις. 11 27

Ἔπειτα διέξειμι τήν τε τῶν τυράννων πρὸς τοὺς ὁμοφύλους ὠμότητα καὶ τὴν Ῥωμαίων φειδὼ πρὸς τοὺς ἀλλοφύλους, καὶ ὁσάκις Τίτος σῶσαι τὴν πόλιν καὶ τὸν ναὸν ἐπιθυμῶν ἐπὶ δεξιὰς τοὺς

-- --

στασιάζοντας προυκαλέσατο, διακρινῶ δὲ τὰ πάθη τοῦ δήμου καὶ τὰς συμφορὰς ὅσα τε ὑπὸ τοῦ πολέμου καὶ ὅσα ὑπὸ τῆς στάσεως καὶ ὅσα ὑπὸ τοῦ λιμοῦ κακωθέντες ἑάλωσαν. 28παραλείψω δὲ οὐδὲ τὰς τῶν αὐτομόλων ἀτυχίας οὐδὲ τὰς τῶν αἰχμαλώτων κολάσεις, ὅπως τε ναὸς ἄκοντος ἐνεπρήσθη Καίσαρος καὶ ὅσα τῶν ἱερῶν κειμηλίων ἐκ τοῦ πυρὸς ἡρπάγη τήν τε τῆς ὅλης πόλεως ἅλωσιν καὶ τὰ πρὸ ταύτης σημεῖα καὶ τέρατα καὶ τὴν αἰχμαλωσίαν τῶν τυράννων τῶν τε ἀνδραποδισθέντων τὸ πλῆθος καὶ εἰς ἣν ἕκαστοι τύχην διενεμήθησαν· 29καὶ ὡς Ῥωμαῖοι μὲν ἐπεξῆλθον τὰ λείψανα τοῦ πολέμου καὶ τὰ ἐρύματα τῶν χωρίων καθεῖλον, Τίτος δὲ πᾶσαν ἐπελθὼν τὴν χώραν κατεστήσατο, τήν τε ὑποστροφὴν αὐτοῦ τὴν εἰς Ἰταλίαν καὶ τὸν θρίαμβον. 12 30

Ταῦτα πάντα περιλαβὼν ἐν ἑπτὰ βιβλίοις καὶ μηδεμίαν τοῖς ἐπισταμένοις τὰ πράγματα καὶ παρατυχοῦσι τῷ πολέμῳ καταλιπὼν μέμψεως ἀφορμὴν κατηγορίας, τοῖς γε τὴν ἀλήθειαν ἀγαπῶσιν, ἀλλὰ μὴ πρὸς ἡδονὴν ἀνέγραψα. ποιήσομαι δὲ ταύτην τῆς ἐξηγήσεως ἀρχήν, ἣν καὶ τῶν κεφαλαίων ἐποιησάμην. 1 31

Στάσεως τοῖς δυνατοῖς Ἰουδαίων ἐμπεσούσης καθʼ ὃν καιρὸν Ἀντίοχος κληθεὶς Ἐπιφανὴς διεφέρετο περὶ ὅλης Συρίας πρὸς Πτολεμαῖον τὸν ἕκτον, φιλοτιμία δʼ ἦν αὐτοῖς περὶ δυναστείας ἑκάστου τῶν ἐν ἀξιώματι μὴ φέροντος τοῖς ὁμοίοις ὑποτετάχθαι, Ὀνίας μὲν εἷς τῶν ἀρχιερέων ἐπικρατήσας ἐξέβαλε τῆς πόλεως τοὺς Τωβία υἱούς. 32οἱ δὲ καταφυγόντες πρὸς Ἀντίοχον ἱκέτευσαν αὐτοῖς ἡγεμόσι χρώμενον εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. πείθεται δʼ βασιλεὺς ὡρμημένος πάλαι, καὶ μετὰ πλείστης δυνάμεως αὐτὸς ὁρμήσας τήν τε πόλιν αἱρεῖ κατὰ κράτος καὶ πολὺ πλῆθος τῶν Πτολεμαίῳ προσεχόντων ἀναιρεῖ, ταῖς τε ἁρπαγαῖς ἀνέδην ἐπαφιεὶς τοὺς στρατιώτας αὐτὸς καὶ τὸν ναὸν ἐσύλησε καὶ τὸν ἐνδελεχισμὸν τῶν καθʼ ἡμέραν ἐναγισμῶν ἔπαυσεν ἐπʼ ἔτη τρία καὶ μῆνας ἕξ. 33 δʼ ἀρχιερεὺς Ὀνίας πρὸς Πτολεμαῖον διαφυγὼν καὶ παρʼ αὐτοῦ λαβὼν τόπον ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πολίχνην τε τοῖς Ἱεροσολύμοις ἀπεικασμένην καὶ ναὸν ἔκτισεν ὅμοιον· περὶ ὧν αὖθις κατὰ χώραν δηλώσομεν. 2 34

Ἀντιόχῳ γε μὴν οὔτε τὸ παρʼ ἐλπίδα κρατῆσαι τῆς πόλεως οὔτε αἱ ἁρπαγαὶ καὶ τοσοῦτος φόνος ἤρκεσεν, ὑπὸ δὲ ἀκρασίας παθῶν καὶ κατὰ μνήμην ὧν παρὰ τὴν πολιορκίαν ἔπαθεν ἠνάγκαζεν Ἰουδαίους καταλύσαντας τὰ πάτρια βρέφη τε αὐτῶν φυλάττειν ἀπερίτμητα καὶ σῦς ἐπιθύειν τῷ βωμῷ· 35πρὸς ἅπαντες μὲν ἠπείθουν, ἐσφάττοντο δὲ οἱ δοκιμώτατοι. καὶ Βακχίδης πεμφθεὶς ὑπὸ Ἀντιόχου φρούραρχος, τῇ φυσικῇ προσλαβὼν ὠμότητι τὰ ἀσεβῆ παραγγέλματα παρανομίας οὐδεμίαν κατέλιπεν ὑπερβολὴν καὶ κατʼ ἄνδρα τοὺς ἀξιολόγους αἰκιζόμενος καὶ κοινῇ καθʼ ἡμέραν ἐνδεικνύμενος ὄψιν ἁλώσεως τῇ πόλει, μέχρι ταῖς ὑπερβολαῖς τῶν ἀδικημάτων τοὺς πάσχοντας εἰς ἀμύνης τόλμαν ἠρέθισε. 3 36

Ματθίας γοῦν υἱὸς Ἀσαμωναίου τῶν ἱερέων εἷς ἀπὸ κώμης Μωδεεὶν ὄνομα, συνασπίσας μετὰ χειρὸς οἰκείας, πέντε γὰρ υἱεῖς ἦσαν αὐτῷ, κοπίσιν ἀναιρεῖ τὸν Βακχίδην. καὶ παραχρῆμα μὲν δείσας τὸ πλῆθος τῶν φρουρῶν εἰς τὰ ὄρη καταφεύγει· 37προσγενομένων δὲ ἀπὸ τοῦ δήμου πολλῶν ἀναθαρσήσας κάτεισι καὶ συμβαλὼν μάχῃ νικᾷ τε τοὺς Ἀντιόχου στρατηγοὺς καὶ τῆς Ἰουδαίας ἐξελαύνει. παρελθὼν δὲ ἀπὸ τῆς εὐπραγίας εἰς δυναστείαν καὶ διὰ τὴν ἀπαλλαγὴν τῶν ἀλλοφύλων ἄρξας τῶν σφετέρων ἑκόντων, τελευτᾷ Ἰούδᾳ τῷ πρεσβυτάτῳ τῶν παίδων καταλιπὼν τὴν ἀρχήν. 4 38

δέ, οὐ γὰρ ἠρεμήσειν Ἀντίοχον ὑπελάμβανε, τάς τε ἐπιχωρίους συγκροτεῖ δυνάμεις, καὶ πρὸς Ῥωμαίους πρῶτος ἐποιήσατο φιλίαν, καὶ τὸν Ἐπιφανῆ πάλιν εἰς τὴν χώραν ἐμβάλλοντα μετὰ καρτερᾶς πληγῆς ἀνέστειλεν. 39ἀπὸ δὲ θερμοῦ τοῦ κατορθώματος ὥρμησεν ἐπὶ τὴν ἐν τῇ πόλει φρουράν, οὔπω γὰρ ἐκκέκοπτο, καὶ ἐκβαλὼν ἀπὸ τῆς ἄνω πόλεως συνωθεῖ τοὺς στρατιώτας εἰς τὴν κάτω· τοῦτο δὲ τοῦ ἄστεος τὸ μέρος Ἄκρα κέκληται· κυριεύσας δὲ τοῦ ἱεροῦ τόν τε χῶρον ἐκάθηρε πάντα καὶ περιετείχισε καὶ τὰ πρὸς τὰς λειτουργίας σκεύη καινὰ κατασκευάσας εἰς τὸν ναὸν εἰσήνεγκεν ὡς τῶν προτέρων μεμιαμμένων, βωμόν τε ᾠκοδόμησεν ἕτερον καὶ τῶν ἐναγισμῶν ἤρξατο. 40λαμβανούσης δὲ ἄρτι τὸ ἱερὸν κατάστημα τῆς πόλεως τελευτᾷ μὲν Ἀντίοχος, κληρονόμος δὲ τῆς βασιλείας αὐτοῦ καὶ τῆς πρὸς Ἰουδαίους ἀπεχθείας υἱὸς Ἀντίοχος γίνεται. 5 41

Συναγαγὼν γοῦν πεζῶν μὲν μυριάδας πέντε, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας δὲ ὀγδοήκοντα ἐμβάλλει διὰ τῆς Ἰουδαίας εἰς τὴν ὀρεινήν. Βηθσουρὸν μὲν οὖν πολίχνην αἱρεῖ, κατὰ δὲ τόπον, ὃς καλεῖται Βεθζαχαρία στενῆς οὔσης τῆς παρόδου Ἰούδας ὑπαντᾷ

-- --

μετὰ τῆς δυνάμεως. 42πρὶν δὲ συνάψαι τὰς φάλαγγας Ἐλεάζαρος ἀδελφὸς αὐτοῦ προϊδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων πύργῳ τε μεγάλῳ καὶ περιχρύσοις προτειχίσμασι κεκοσμημένον, ὑπολαβὼν ἐπʼ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, τῶν τε ἰδίων ἐκτρέχει πολὺ καὶ διακόψας τὸ στῖφος τῶν πολεμίων ἐπὶ τὸν ἐλέφαντα διήνυσεν. 43ἐφικέσθαι μὲν οὖν τοῦ δοκοῦντος εἶναι βασιλέως οὐχ οἷός τε ἦν διὰ τὸ ὕψος, δὲ τὸ θηρίον ὑπὸ τὴν γαστέρα πλήξας ἐπικατέσεισεν ἑαυτῷ καὶ συντριβεὶς ἐτελεύτησεν, μηδὲν πλέον δράσας τοῦ τοῖς μεγάλοις ἐπιβαλέσθαι θέμενος εὐκλείας ἐν δευτέρῳ τὸ ζῆν. 44 γε μὴν κυβερνῶν τὸν ἐλέφαντα ἰδιώτης ἦν· κἂν εἰ συνέβη δὲ εἶναι τὸν Ἀντίοχον, οὐδὲν πλέον ἤνυσεν τολμήσας τοῦ δοκεῖν ἐπʼ ἐλπίδι μόνῃ λαμπροῦ κατορθώματος ἑλέσθαι τὸν θάνατον. 45γίνεται δὲ καὶ κλῃδὼν τἀδελφῷ τῆς ὅλης παρατάξεως· καρτερῶς μὲν γὰρ οἱ Ἰουδαῖοι καὶ μέχρι πολλοῦ διηγωνίσαντο, πλήθει δὲ ὑπερέχοντες οἱ βασιλικοὶ καὶ δεξιᾷ χρησάμενοι τύχῃ κρατοῦσι, καὶ πολλῶν ἀναιρεθέντων τοὺς λοιποὺς ἔχων Ἰούδας εἰς τὴν Γοφνιτικὴν τοπαρχίαν φεύγει. 46Ἀντίοχος δὲ παρελθὼν εἰς Ἱεροσόλυμα καὶ καθίσας ὀλίγας ἡμέρας ἐν αὐτῇ κατὰ σπάνιν τῶν ἐπιτηδείων ἀπανίσταται, καταλιπὼν μὲν φρουρὰν ὅσην ἀποχρήσειν ὑπελάμβανε, τὴν δὲ λοιπὴν δύναμιν ἀπαγαγὼν χειμεριοῦσαν εἰς τὴν Συρίαν. 6 47

Πρὸς δὲ τὴν ὑποχώρησιν τοῦ βασιλέως Ἰούδας οὐκ ἠρέμει, προσγενομένων δʼ ἐκ τοῦ ἔθνους πολλῶν καὶ τοὺς διασωθέντας ἐκ τῆς μάχης ἐπισυγκροτήσας κατὰ κώμην Ἀκέδασαν συμβάλλει τοῖς Ἀντιόχου στρατηγοῖς, καὶ φανεὶς ἄριστος κατὰ τὴν μάχην πολλούς τε τῶν πολεμίων ἀποκτείνας ἀναιρεῖται καὶ μεθʼ ἡμέρας ὀλίγας ἀδελφὸς αὐτοῦ Ἰωάννης ἐπιβουλευθεὶς ὑπὸ τῶν τὰ Ἀντιόχου φρονούντων τελευτᾷ. 1 48

Διαδεξάμενος δὲ τοῦτον ἀδελφὸς Ἰωνάθης τά τε ἄλλα

-- --

πρὸς τοὺς ἐπιχωρίους διὰ φυλακῆς ἦγεν ἑαυτὸν καὶ τῇ πρὸς Ῥωμαίους φιλίᾳ τὴν ἀρχὴν ἐκρατύνατο πρός τε τὸν Ἀντιόχου παῖδα διαλλαγὰς ἐποιήσατο. οὐ μήν τι τούτων ἤρκεσεν αὐτῷ πρὸς ἀσφάλειαν· 49Τρύφων γὰρ τύραννος, ἐπίτροπος μὲν ὢν τοῦ Ἀντιόχου παιδὸς ἐπιβουλεύων δʼ αὐτῷ καὶ πρόσθεν, ἀποσκευάζεσθαι τοὺς φίλους αὐτοῦ πειρώμενος ἥκοντα τὸν Ἰωνάθην σὺν ὀλίγοις εἰς Πτολεμαΐδα πρὸς Ἀντίοχον δόλῳ συλλαμβάνει καὶ δήσας ἐπὶ Ἰουδαίαν στρατεύει· εἶτʼ ἀπελαθεὶς ὑπὸ τοῦ Σίμωνος, ὃς ἦν ἀδελφὸς τοῦ Ἰωνάθου, καὶ πρὸς τὴν ἧτταν ὠργισμένος κτείνει τὸν Ἰωνάθην. 2 50

Σίμων δὲ γενναίως ἀφηγούμενος τῶν πραγμάτων αἱρεῖ μὲν Γάζαρά τε καὶ Ἰόππην καὶ Ἰάμνειαν τῶν προσοίκων, κατέσκαψε δὲ καὶ τὴν ἄκραν τῶν φρουρῶν κρατήσας. αὖθις δὲ γίνεται καὶ Ἀντιόχῳ σύμμαχος κατὰ Τρύφωνος, ὃν ἐν Δώροις πρὸ τῆς ἐπὶ Μήδους στρατείας ἐπολιόρκει. 51ἀλλʼ οὐκ ἐξεδυσώπησεν τὴν τοῦ βασιλέως πλεονεξίαν Τρύφωνα συνεξελών· μετʼ οὐ πολὺ γὰρ Ἀντίοχος Κενδεβαῖον τὸν αὐτοῦ στρατηγὸν μετὰ δυνάμεως δῃώσοντα τὴν Ἰουδαίαν ἔπεμψεν καὶ καταδουλωσόμενον Σίμωνα. 52 δὲ καίτοι γε γηραλέος ὢν νεανικώτερον ἀφηγήσατο τοῦ πολέμου· τοὺς μέντοι γε υἱεῖς αὐτοῦ μετὰ τῶν ἐρρωμενεστάτων προεκπέμπει, αὐτὸς δὲ μοῖραν τῆς δυνάμεως ἀναλαβὼν ἐπῄει κατʼ ἄλλο μέρος. 53πολλοὺς δὲ πολλαχοῦ κἀν τοῖς ὄρεσι προλοχίσας πάσαις κρατεῖ ταῖς ἐπιβολαῖς καὶ νικήσας λαμπρῶς ἀρχιερεὺς ἀποδείκνυται καὶ τῆς Μακεδόνων ἐπικρατείας μετὰ ἑκατὸν καὶ ἑβδομήκοντα ἔτη Ἰουδαίους ἀπαλλάττει. 3 54

Θνήσκει δὲ καὶ αὐτὸς ἐπιβουλευθεὶς ἐν συμποσίῳ ὑπὸ Πτολεμαίου τοῦ γαμβροῦ, ὃς αὐτοῦ τήν τε γυναῖκα καὶ τοὺς δύο παῖδας

-- --

ἐγκαθείρξας ἐπὶ τὸν τρίτον Ἰωάννην, ὃς καὶ Ὑρκανὸς ἐκαλεῖτο, τοὺς ἀναιρήσοντας ἔπεμψεν. 55προγνοὺς δὲ τὴν ἔφοδον νεανίσκος παραγενέσθαι εἰς τὴν πόλιν ἠπείγετο, πλεῖστον τῷ λαῷ πεποιθὼς κατά τε μνήμην τῶν πατρῴων κατορθωμάτων καὶ μῖσος τῆς Πτολεμαίου παρανομίας. ὥρμησε δὲ καὶ Πτολεμαῖος εἰσελθεῖν καθʼ ἑτέραν πύλην, ἐξεκρούσθη γε μὴν ὑπὸ τοῦ δήμου ταχέως δεδεγμένων ἤδη τὸν Ὑρκανόν. 56καὶ μὲν παραχρῆμα ἀνεχώρησεν εἴς τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων, Δαγὼν καλεῖται· κομισάμενος δὲ τὴν πατρῴαν ἀρχιερωσύνην Ὑρκανὸς καὶ θύσας τῷ θεῷ μετὰ τάχους ἐπὶ Πτολεμαῖον ὥρμησεν βοηθήσων τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς, καὶ προσβαλὼν τῷ φρουρίῳ τὰ μὲν ἄλλα κρείττων ἦν, 4 57ἡττᾶτο δὲ δικαίου πάθους· γὰρ Πτολεμαῖος ὁπότε καταπονοῖτο, τήν τε μητέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προάγων ἐπὶ τοῦ τείχους εἰς εὐσύνοπτον ᾐκίζετο καὶ κατακρημνιεῖν, εἰ μὴ θᾶττον ἀπανασταίη, διηπείλει. 58πρὸς τὸν μὲν Ὑρκανὸν ὀργῆς πλείων οἶκτος εἰσῄει καὶ δέος, δὲ μήτηρ οὐδὲν οὔτε πρὸς τὰς αἰκίας οὔτε πρὸς τὸν ἀπειλούμενον αὐτῇ θάνατον ἐνδιδοῦσα χεῖρας ὤρεγε καὶ κατηντιβόλει τὸν παῖδα μήτι πρὸς τὴν αὐτῆς ὕβριν ἐπικλασθέντα φείσασθαι τοῦ δυσσεβοῦς, ὡς αὐτῇ γε κρείττονα τὸν ἐκ Πτολεμαίου θάνατον ἀθανασίας εἶναι δόντος δίκας ἐφʼ οἷς εἰς τὸν οἶκον αὐτῶν παρηνόμησεν. 59 δὲ Ἰωάννης ὁπότε μὲν ἐνθυμηθείη τὸ παράστημα τῆς μητρὸς καὶ κατακούσειε τῆς ἱκεσίας, ὥρμητο προσβάλλειν, ἐπειδὰν δὲ κατίδοι τυπτομένην τε καὶ σπαραττομένην, ἐθηλύνετο καὶ τοῦ πάθους ὅλος ἦν. 60τριβομένης δὲ διὰ ταῦτα τῆς πολιορκίας ἐπέστη τὸ ἀργὸν ἔτος, κατὰ ἑπταετίαν ἀργεῖται παρὰ Ἰουδαίοις ὁμοίως

-- --

ταῖς ἑβδομάσιν ἡμέραις. κἀν τούτῳ Πτολεμαῖος ἀνεθεὶς τῆς πολιορκίας ἀναιρεῖ τοὺς ἀδελφοὺς Ἰωάννου σὺν τῇ μητρὶ καὶ φεύγει πρὸς Ζήνωνα τὸν ἐπικληθέντα Κοτυλᾶν· Φιλαδελφείας δʼ ἦν τύραννος. 5 61

Ἀντίοχος δὲ κατʼ ὀργὴν ὧν ὑπὸ Σίμωνος ἔπαθεν, στρατεύσας εἰς τὴν Ἰουδαίαν ἐπολιόρκει τὸν Ὑρκανὸν προσκαθεζόμενος τοῖς Ἱεροσολύμοις. δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς δὴ πλουσιώτατος βασιλέων ἐγένετο, καὶ ὑφελόμενος ὑπὲρ τρισχίλια τάλαντα χρημάτων τόν τε Ἀντίοχον ἀνίστησι τῆς πολιορκίας πείσας τριακοσίοις ταλάντοις καὶ δὴ καὶ ξενοτροφεῖν πρῶτος Ἰουδαίων ἐκ τῆς περιουσίας ἤρξατο. 6 62

Αὖθίς γε μὴν Ἀντίοχος ἐπὶ Μήδους στρατεύσας καιρὸν ἀμύνης αὐτῷ παρεῖχεν· εὐθέως γὰρ ὥρμησεν ἐπὶ τὰς ἐν Συρίᾳ πόλεις, κενάς, ὅπερ ἦν, ὑπολαμβάνων τῶν μαχιμωτέρων εὑρήσειν. 63Μεδάβην μὲν οὖν καὶ Σαμαγὰν ἅμα ταῖς πλησίον, ἔτι δὲ Σίκιμα καὶ Ἀργαρίζειν αὐτὸς αἱρεῖ, πρὸς αἷς τὸ Χουθαίων γένος, οἳ περιῴκουν τὸ εἰκασθὲν τῷ ἐν Ἱεροσολύμοις ἱερῷ. αἱρεῖ δὲ καὶ τῆς Ἰδουμαίας ἄλλας τε οὐκ ὀλίγας καὶ Ἀδωρεὸν καὶ Μάρισαν. 7 64

Προελθὼν δὲ καὶ μέχρι Σαμαρείας, ἔνθα νῦν ἐστιν Σεβαστὴ πόλις ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ βασιλέως, καὶ πάντοθεν αὐτὴν ἀποτειχίσας τοὺς υἱεῖς ἐπέστησε τῇ πολιορκίᾳ Ἀριστόβουλον καὶ Ἀντίγονον· ὧν οὐδὲν ἀνιέντων λιμοῦ μὲν εἰς τοσοῦτον προῆλθον

-- --

οἱ κατὰ τὴν πόλιν, ὡς ἅψασθαι καὶ τῶν ἀηθεστάτων. 65ἐπικαλοῦνται δὲ βοηθὸν Ἀντίοχον τὸν ἐπικληθέντα Ἀσπένδιον· κἀκεῖνος ἑτοίμως ὑπακούσας ὑπὸ τῶν περὶ Ἀριστόβουλον ἡττᾶται. καὶ μὲν μέχρι Σκυθοπόλεως διωχθεὶς ὑπὸ τῶν ἀδελφῶν ἐκφεύγει, οἱ δὲ ἐπὶ τοὺς Σαμαρεῖς ὑποστρέψαντες τό τε πλῆθος πάλιν εἰς τὸ τεῖχος συγκλείουσιν καὶ τὴν πόλιν ἑλόντες αὐτήν τε κατασκάπτουσιν καὶ τοὺς ἐνοικοῦντας ἐξηνδραποδίσαντο. 66προχωρούντων δὲ τῶν κατορθωμάτων τὴν ὁρμὴν οὐ κατέψυξαν, ἀλλὰ προελθόντες ἅμα τῇ δυνάμει μέχρι τῆς Σκυθοπόλεως ταύτην τε κατέδραμον καὶ τὴν ἐντὸς Καρμήλου τοῦ ὄρους χώραν ἅπασαν κατενείμαντο. 8 67

Πρὸς δὲ τὰς εὐπραγίας αὐτοῦ τε Ἰωάννου καὶ τῶν παίδων φθόνος ἐγείρει στάσιν τῶν ἐπιχωρίων, καὶ πολλοὶ κατʼ αὐτῶν συνελθόντες οὐκ ἠρέμουν, μέχρι καὶ πρὸς φανερὸν πόλεμον ἐκριπισθέντες ἡττῶνται. 68τὸ λοιπὸν δʼ ἐπιβιοὺς ἐν εὐδαιμονίᾳ Ἰωάννης καὶ τὰ κατὰ τὴν ἀρχὴν κάλλιστα διοικήσας ἐν τρισὶν ὅλοις καὶ τριάκοντα ἔτεσιν ἐπὶ πέντε υἱοῖς τελευτᾷ, μακαριστὸς ὄντως καὶ κατὰ μηδὲν ἐάσας ἐφʼ ἑαυτῷ μεμφθῆναι τὴν τύχην. τρία γοῦν τὰ κρατιστεύοντα μόνος εἶχεν, τήν τε ἀρχὴν τοῦ ἔθνους καὶ τὴν ἀρχιερωσύνην καὶ προφητείαν· 69ὡμίλει γὰρ αὐτῷ τὸ δαιμόνιον ὡς μηδὲν τῶν μελλόντων ἀγνοεῖν, ὅς γε καὶ περὶ δύο τῶν πρεσβυτέρων υἱῶν ὅτι μὴ διαμενοῦσι κύριοι τῶν πραγμάτων προεῖδέν τε καὶ προεφήτευσεν· ὧν τὴν καταστροφὴν ἄξιον ἀφηγήσασθαι, παρʼ ὅσον τῆς πατρῴας εὐδαιμονίας ἀπέκλιναν. 1 70

Μετὰ γὰρ τὴν τοῦ πατρὸς τελευτὴν πρεσβύτερος αὐτῶν Ἀριστόβουλος τὴν ἀρχὴν εἰς βασιλείαν μετατιθεὶς περιτίθεται μὲν διάδημα πρῶτος μετὰ τετρακοσιοστὸν καὶ ἑβδομηκοστὸν πρῶτον ἔτος, πρὸς δὲ μῆνας τρεῖς, ἐξ οὗ κατῆλθεν λαὸς εἰς τὴν χώραν ἀπαλλαγεὶς τῆς ἐν Βαβυλῶνι δουλείας· 71τῶν δὲ ἀδελφῶν τὸν μὲν μεθʼ ἑαυτὸν Ἀντίγονον, ἐδόκει γὰρ ἀγαπᾶν, ἦγεν ἰσοτίμως, τοὺς δʼ ἄλλους εἵργνυσι δήσας. δεσμεῖ δὲ καὶ τὴν μητέρα διενεχθεῖσαν περὶ τῆς ἐξουσίας, ταύτην γὰρ κυρίαν τῶν ὅλων Ἰωάννης ἀπολελοίπει, καὶ μέχρι τοσαύτης ὠμότητος προῆλθεν, ὥστε καὶ λιμῷ διαφθεῖραι δεδεμένην. 2 72

Περιέρχεται δὲ αὐτῶν τίσις εἰς τὸν ἀδελφὸν Ἀντίγονον, ὃν ἠγάπα τε καὶ τῆς βασιλείας κοινωνὸν εἶχεν· κτείνει γὰρ καὶ τοῦτον ἐκ διαβολῶν, ἃς οἱ πονηροὶ τῶν κατὰ τὸ βασίλειον ἐνεσκευάσαντο. τὰ μὲν δὴ πρῶτα διηπίστει τοῖς λεγομένοις Ἀριστόβουλος ἅτε δὴ καὶ τὸν ἀδελφὸν ἀγαπῶν καὶ διδοὺς φθόνῳ τὰ πολλὰ τῶν λογοποιουμένων. 73ὡς δʼ Ἀντίγονος λαμπρὸς ἀπὸ στρατείας ἦλθεν εἰς τὴν ἑορτήν, ἐν σκηνοποιεῖσθαι πάτριον τῷ θεῷ, συνέβη μὲν κατʼ ἐκείνας τὰς ἡμέρας νόσῳ χρήσασθαι τὸν Ἀριστόβουλον, τὸν

-- --

δὲ Ἀντίγονον ἐπὶ τέλει τῆς ἑορτῆς ἀναβάντα μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν ὡς ἐνῆν μάλιστα κεκοσμημένον προσκυνῆσαι τὸ πλέον ὑπὲρ τοῦ ἀδελφοῦ. 74κἀν τούτῳ προσιόντες οἱ πονηροὶ τῷ βασιλεῖ τήν τε πομπὴν τῶν ὁπλιτῶν ἐδήλουν καὶ τὸ παράστημα τοῦ Ἀντιγόνου μεῖζον κατʼ ἰδιώτην, ὅτι τε παρείη μετὰ μεγίστου συντάγματος ἀναιρήσων αὐτόν· οὐ γὰρ ἀνέχεσθαι τιμὴν μόνον ἐκ βασιλείας ἔχων, παρὸν αὐτὴν κατασχεῖν. 3 75

Τούτοις κατὰ μικρὸν ἄκων ἐπίστευσεν Ἀριστόβουλος, καὶ προνοῶν τοῦ μήθʼ ὑποπτεύων φανερὸς γενέσθαι καὶ προησφαλίσθαι πρὸς τὸ ἄδηλον καθίστησι μὲν τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογαίων ἀλαμπεῖ, κατέκειτο δʼ ἐν τῇ βάρει πρότερον αὖθις δʼ Ἀντωνίᾳ μετονομασθείσῃ, προστάξας ἀνόπλου μὲν ἀπέχεσθαι, κτείνειν δὲ τὸν Ἀντίγονον, εἰ μετὰ τῶν ὅπλων προσίοι, καὶ πρὸς αὐτὸν ἔπεμψεν τοὺς προεροῦντας ἄνοπλον ἐλθεῖν. 76πρὸς τοῦτο πάνυ πανούργως βασίλισσα συντάσσεται μετὰ τῶν ἐπιβούλων· τοὺς γὰρ πεμφθέντας πείθουσιν τὰ μὲν παρὰ τοῦ βασιλέως σιωπῆσαι, λέγειν δὲ πρὸς τὸν Ἀντίγονον ὡς ἀδελφὸς ἀκούσας ὅπλα τε αὐτῷ παρεσκευακέναι κάλλιστα καὶ πολεμικὸν κόσμον ἐν τῇ Γαλιλαίᾳ διὰ μὲν τὴν ἀσθένειαν αὐτὸς ἐπιδεῖν ἕκαστα κωλυθείη, νῦν δʼ ἐπεὶ καὶ χωρίζεσθαι μέλλοις, θεάσαιτʼ ἂν ἥδιστά σε ἐν τοῖς ὅπλοις.

-- --

4 77

Ταῦτα ἀκούσας Ἀντίγονος, ἐνῆγεν δʼ τοῦ ἀδελφοῦ διάθεσις μηδὲν ὑποπτεύειν πονηρόν, ἐχώρει μετὰ τῶν ὅπλων ὡς πρὸς ἐπίδειξιν. γενόμενος δὲ κατὰ τὴν σκοτεινὴν πάροδον, Στράτωνος ἐκαλεῖτο πύργος, ὑπὸ τῶν σωματοφυλάκων ἀναιρεῖται, βέβαιον ἀποδείξας ὅτι πᾶσαν εὔνοιαν καὶ φύσιν κόπτει διαβολὴ καὶ οὐδὲν οὕτως τῶν ἀγαθῶν παθῶν ἰσχυρόν, τῷ φθόνῳ μέχρι παντὸς ἀντέχει. 5 78

Θαυμάσαι δʼ ἄν τις ἐν τούτῳ καὶ Ἰούδαν, Ἐσσαῖος ἦν γένος οὐκ ἔστιν ὅτε πταίσας ψευσθεὶς ἐν τοῖς προαπαγγέλμασιν, ὃς ἐπειδὴ καὶ τότε τὸν Ἀντίγονον ἐθεάσατο παριόντα διὰ τοῦ ἱεροῦ, πρὸς τοὺς γνωρίμους ἀνέκραγεν, ἦσαν δʼ οὐκ ὀλίγοι παρεδρεύοντες αὐτῷ τῶν μανθανόντων, 79παπαί, νῦν ἐμοὶ καλόν, ἔφη, τὸ θανεῖν, ὅτε μου προτέθνηκεν ἀλήθεια καί τι τῶν ὑπʼ ἐμοῦ προρρηθέντων διέψευσται· ζῇ γὰρ Ἀντίγονος οὑτοσὶ σήμερον ὀφείλων ἀνῃρῆσθαι. χωρίον δὲ αὐτῷ πρὸς σφαγὴν Στράτωνος πύργος εἵμαρτο· καὶ τοῦτο μὲν ἀπὸ ἑξακοσίων ἐντεῦθεν σταδίων ἐστίν, ὧραι δὲ τῆς ἡμέρας ἤδη τέσσαρες· 80 δὴ χρόνος ἐκκρούει τὸ μάντευμα.” ταῦτα εἰπὼν σκυθρωπὸς ἐπὶ συννοίας γέρων διεκαρτέρει, καὶ μετʼ ὀλίγον ἀνῃρημένος Ἀντίγονος ἠγγέλλετο κατὰ τὸ ὑπόγαιον χωρίον, δὴ καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος ὁμωνυμοῦν τῇ παραλίῳ Καισαρείᾳ. τοῦτο γοῦν τὸν μάντιν διετάραξεν. 6 81

Ἀριστοβούλῳ γε μὴν εὐθὺς περὶ τοῦ μύσους μεταμέλεια νόσον ἐνσκήπτει καὶ πρὸς ἔννοιαν τοῦ φόνου τὴν ψυχὴν ἔχων ἀεὶ

-- --

τεταραγμένην συνετήκετο, μέχρι τῶν σπλάγχνων ὑπʼ ἀκράτου τῆς λύπης σπαραττομένων ἄθρουν αἷμα ἀναβάλλει. 82τοῦτό τις τῶν ἐν τῇ θεραπείᾳ παίδων ἐκφέρων δαιμονίῳ προνοίᾳ σφάλλεται καθʼ ὃν τόπον Ἀντίγονος ἔσφακτο καὶ φαινομένοις ἔτι τοῖς ἀπὸ τοῦ φόνου σπίλοις τὸ αἷμα τοῦ κτείναντος ἐπέχεεν. ἤρθη δʼ εὐθὺς οἰμωγὴ τῶν θεασαμένων ὥσπερ ἐπίτηδες τοῦ παιδὸς ἐκεῖ ἐπικατασπείσαντος τὸ αἷμα. 83τῆς δὲ βοῆς ἀκούσας βασιλεὺς τὴν αἰτίαν ἐπυνθάνετο καὶ μηδενὸς τολμῶντος εἰπεῖν μᾶλλον ἐνέκειτο μαθεῖν ἐθέλων· τέλος δὲ ἀπειλοῦντι καὶ βιαζομένῳ τἀληθὲς εἶπον. δὲ τοὺς ὀφθαλμοὺς ἐμπίπλησι δακρύων καὶ στενάξας ὅσον ἦν αὐτῷ δύναμις εἶπεν· 84οὐκ ἄρα θεοῦ μέγαν ὀφθαλμὸν ἐπʼ ἔργοις ἀθεμίτοις λήσειν ἔμελλον, ἀλλά με ταχεῖα μέτεισι δίκη φόνου συγγενοῦς. μέχρι τοῦ μοι, σῶμα ἀναιδέστατον, τὴν ἀδελφῷ καὶ μητρὶ κατάκριτον ψυχὴν καθέξεις; μέχρι τοῦ δʼ αὐτοῖς ἐπισπείσω κατὰ μέρος τοὐμὸν αἷμα; λαβέτωσαν ἀθρόον τοῦτο, καὶ μηκέτι ταῖς ἐκ τῶν ἐμῶν σπλάγχνων χοαῖς ἐπειρωνευέσθω τὸ δαιμόνιον.” ταῦτα εἰπὼν εὐθέως τελευτᾷ βασιλεύσας οὐ πλεῖον ἐνιαυτοῦ. 1 85

Λύσασα δʼ γυνὴ τοὺς ἀδελφοὺς αὐτοῦ βασιλέα καθίστησιν Ἀλέξανδρον τὸν καὶ καθʼ ἡλικίαν καὶ μετριότητι προύχειν δοκοῦντα. δὲ παρελθὼν εἰς τὴν ἐξουσίαν τὸν ἕτερον μὲν τῶν

-- --

ἀδελφῶν βασιλειῶντα κτείνει, τὸν δὲ καταλιμπανόμενον ἀγαπῶντα τὸ ζῆν δίχα πραγμάτων εἶχεν. 2 86

Γίνεται δʼ αὐτῷ καὶ πρὸς τὸν Λάθουρον ἐπικληθέντα Πτολεμαῖον συμβολὴ πόλιν Ἀσωχὶν ᾑρηκότα, καὶ πολλοὺς μὲν ἀνεῖλεν τῶν πολεμίων, δὲ νίκη πρὸς Πτολεμαῖον ἔρρεψεν. ἐπεὶ δʼ ὑπὸ τῆς μητρὸς Κλεοπάτρας διωχθεὶς εἰς Αἴγυπτον ἀνεχώρησεν, Ἀλέξανδρος Γαδάρων τε πολιορκίᾳ κρατεῖ καὶ Ἀμαθοῦντος, δὴ μέγιστον μὲν ἦν ἔρυμα τῶν ὑπὲρ Ἰορδάνην, τὰ τιμιώτατα δὲ τῶν Θεοδώρου τοῦ Ζήνωνος κτημάτων ἦν ἐν αὐτῷ. 87ἐπελθὼν δʼ ἐξαίφνης Θεόδωρος τά τε σφέτερα καὶ τὴν τοῦ βασιλέως ἀποσκευὴν αἱρεῖ, τῶν δʼ Ἰουδαίων εἰς μυρίους κτείνει. γίνεται δʼ ἐπάνω τῆς πληγῆς Ἀλέξανδρος καὶ τραπόμενος εἰς τὴν παράλιον αἱρεῖ Γάζαν τε καὶ Ῥάφειαν καὶ Ἀνθηδόνα τὴν αὖθις ὑπὸ Ἡρώδου τοῦ βασιλέως Ἀγριππιάδα ἐπικληθεῖσαν. 3 88

Ἐξανδραποδισαμένῳ δὲ ταύτας ἐπανίσταται τὸ Ἰουδαϊκὸν ἐν ἑορτῇ· μάλιστα γὰρ ἐν ταῖς εὐωχίαις αὐτῶν στάσις ἅπτεται. καὶ δοκεῖ μὴ ἂν κρείττων γενέσθαι τῆς ἐπιβουλῆς, εἰ μὴ τὸ ξενικὸν αὐτῷ παρεβοήθει· Πισίδαι καὶ Κίλικες ἦσαν· Σύρους γὰρ οὐκ ἐδέχετο μισθοφόρους διὰ τὴν ἔμφυτον αὐτῶν πρὸς τὸ ἔθνος ἀπέχθειαν. 89κτείνας δὲ τῶν ἐπαναστάντων ὑπὲρ ἑξακισχιλίους Ἀραβίας ἥπτετο καὶ ταύτης ἑλὼν Γαλααδίτας καὶ Μωαβίτας φόρον τε αὐτοῖς ἐπιτάξας ἀνέστρεψεν ἐπὶ Ἀμαθοῦν. Θεοδώρου δὲ πρὸς τὰς εὐπραγίας αὐτὸν καταπλαγέντος ἔρημον λαβὼν τὸ φρούριον κατέσκαψεν. 4 90

Ἔπειτα συμβαλὼν Ὀβαίδᾳ τῷ Ἀράβων βασιλεῖ προλοχίσαντι κατὰ τὴν Γαυλάνην ἐνέδρας αὐτῷ γενομένης πᾶσαν ἀποβάλλει τὴν στρατιὰν συνωσθεῖσαν κατὰ βαθείας φάραγγος καὶ πλήθει καμήλων συντριβεῖσαν. διαφυγὼν δʼ αὐτὸς εἰς Ἱεροσόλυμα τῷ μεγέθει τῆς συμφορᾶς πάλαι μισοῦν τὸ ἔθνος ἠρέθισεν εἰς ἐπανάστασιν. 91γίνεται δὲ καὶ τότε κρείττων καὶ μάχαις ἐπαλλήλοις οὐκ ἔλαττον πεντακισμυρίων Ἰουδαίων ἀνεῖλεν ἐν ἓξ ἔτεσιν· οὐ μὴν εὐφραίνετό γε ταῖς νίκαις τὴν ἑαυτοῦ βασιλείαν ἀναλίσκων· ὅθεν παυσάμενος τῶν ὅπλων λόγοις ἐπεχείρει διαλύεσθαι πρὸς τοὺς ὑποτεταγμένους. 92οἱ δὲ μᾶλλον ἐμίσουν τὴν μετάνοιαν αὐτοῦ καὶ τοῦ τρόπου τὸ ἀνώμαλον, πυνθανομένῳ τε τὸ αἴτιον, τί ἂν ποιήσας καταστείλειεν αὐτούς, ἀποθανών, ἔλεγον· νεκρῷ γὰρ ἂν διαλλαγῆναι μόλις τῷ τοσαῦτα δράσαντι. ἅμα δὲ καὶ τὸν Ἄκαιρον ἐπικληθέντα Δημήτριον ἐπεκαλοῦντο. ῥᾳδίως δὲ ὑπακούσαντος κατʼ ἐλπίδα μειζόνων καὶ μετὰ στρατιᾶς ἥκοντος συνέμισγον οἱ Ἰουδαῖοι τοῖς συμμάχοις περὶ Σίκιμα. 5 93

Δέχεται δʼ ἑκατέρους Ἀλέξανδρος ἱππεῦσι μὲν χιλίοις, μισθοφόροις δὲ πεζοῖς ὀκτακισχιλίοις· παρῆν δὲ αὐτῷ καὶ τὸ εὐνοοῦν Ἰουδαϊκὸν εἰς μυρίους. τῶν δʼ ἐναντίων ἱππεῖς μὲν ἦσαν τρισχίλιοι, πεζῶν δὲ μύριοι τετρακισχίλιοι. καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν διακηρύσσοντες οἱ βασιλεῖς ἐπειρῶντο τῶν παρʼ ἀλλήλοις ἀποστάσεων,

-- --

Δημήτριος μὲν τοὺς Ἀλεξάνδρου μισθοφόρους, Ἀλέξανδρος δὲ τοὺς ἅμα Δημητρίῳ Ἰουδαίους μεταπείσειν ἐλπίσας. 94ὡς δʼ οὔτε Ἰουδαῖοι θυμῶν οὔτε οἱ Ἕλληνες ἐπαύσαντο πίστεως, διεκρίνοντο ἤδη τοῖς ὅπλοις συμπεσόντες. 95κρατεῖ δὲ τῇ μάχῃ Δημήτριος καίτοι πολλὰ τῶν Ἀλεξάνδρου μισθοφόρων καὶ ψυχῆς ἔργα καὶ χειρὸς ἐπιδειξαμένων. χωρεῖ δὲ τὸ τέλος τῆς παρατάξεως παρὰ δόξαν ἀμφοτέροις· οὔτε γὰρ Δημητρίῳ παρέμειναν νικῶντι οἱ καλέσαντες, καὶ κατὰ οἶκτον τῆς μεταβολῆς Ἀλεξάνδρῳ προσεχώρησαν εἰς τὰ ὄρη καταφυγόντι Ἰουδαίων ἑξακισχίλιοι. ταύτην τὴν ῥοπὴν οὐκ ἤνεγκεν Δημήτριος, ἀλλʼ ὑπολαβὼν ἤδη μὲν ἀξιόμαχον εἶναι πάλιν Ἀλέξανδρον, μεταρρεῖν δὲ καὶ πᾶν τὸ ἔθνος εἰς αὐτόν, ἀνεχώρησεν. 6 96

Οὐ μὴν τό γε λοιπὸν πλῆθος ὑποχωρησάντων τῶν συμμάχων κατέθεντο τὰς διαφοράς, συνεχὴς δὲ πρὸς Ἀλέξανδρον ἦν αὐτοῖς πόλεμος, μέχρι πλείστους ἀποκτείνας τοὺς λοιποὺς ἀπήλασεν εἰς Βεμέσελιν πόλιν καὶ ταύτην καταστρεψάμενος αἰχμαλώτους ἀνήγαγεν εἰς Ἱεροσόλυμα. 97προύκοψεν δὲ αὐτῷ διʼ ὑπερβολὴν ὀργῆς εἰς ἀσέβειαν τὸ τῆς ὠμότητος· τῶν γὰρ ληφθέντων ὀκτακοσίους ἀνασταυρώσας ἐν μέσῃ τῇ πόλει γυναῖκάς τε καὶ τέκνα αὐτῶν ἀπέσφαξεν ταῖς ὄψεσι· καὶ ταῦτα πίνων καὶ συγκατακείμενος ταῖς παλλακίσιν ἀφεώρα. 98τοσαύτη δὲ κατάπληξις ἔσχεν τὸν δῆμον, ὥστε τῶν ἀντιστασιαστῶν κατὰ τὴν ἐπιοῦσαν νύκτα φυγεῖν ὀκτακισχιλίους ἔξω Ἰουδαίας ὅλης, οἷς ὅρος τῆς φυγῆς Ἀλεξάνδρου

-- --

θάνατος κατέστη. τοιούτοις ἔργοις ὀψὲ καὶ μόλις ἡσυχίαν τῇ βασιλείᾳ πορίσας ἀνεπαύσατο τῶν ὅπλων. 7 99

Γίνεται δὲ πάλιν ἀρχὴ θορύβων Ἀντίοχος καὶ Διόνυσος ἐπικληθείς, Δημητρίου μὲν ἀδελφὸς ὤν, τελευταῖος δὲ τῶν ἀπὸ Σελεύκου· τοῦτον γὰρ δείσας στρατεύεσθαι ἐπὶ τοὺς Ἄραβας ὡρμημένον τὸ μὲν μεταξὺ τῆς ὑπὲρ Ἀντιπατρίδος παρωρείου καὶ τῶν Ἰόππης αἰγιαλῶν διαταφρεύει φάραγγι βαθείᾳ, πρὸ δὲ τῆς τάφρου τεῖχος ἤγειρεν ὑψηλὸν καὶ ξυλίνους πύργους ἐτεκτήνατο τὰς εὐμαρεῖς ἐμβολὰς ἀποφράττων. 100οὐ μὴν εἶρξαί γε τὸν Ἀντίοχον ἴσχυσεν· ἐμπρήσας γὰρ τοὺς πύργους καὶ τὴν τάφρον χώσας διήλαυνε μετὰ τῆς δυνάμεως. θέμενος δὲ ἐν δευτέρῳ τὴν πρὸς τὸν κωλύσαντα ἄμυναν εὐθὺς ἐπὶ τοὺς Ἄραβας ᾔει. 101τῶν δὲ βασιλεὺς ἀναχωρῶν εἰς τὰ χρησιμώτερα τῆς χώρας πρὸς τὴν μάχην, ἔπειτα τὴν ἵππον ἐξαίφνης ἐπιστρέψας, μυρία δʼ ἦν τὸν ἀριθμόν, ἀτάκτοις ἐπιπίπτει τοῖς περὶ τὸν Ἀντίοχον. καρτερᾶς δὲ μάχης γενομένης ἕως μὲν περιῆν Ἀντίοχος ἀντεῖχεν δύναμις αὐτοῦ καίπερ ἀνέδην ὑπὸ τῶν Ἀράβων φονευόμενοι· 102πεσόντος δέ, καὶ γὰρ προεκινδύνευεν ἀεὶ τοῖς ἡττωμένοις παραβοηθῶν, ἐγκλίνουσιν πάντες, καὶ τὸ μὲν πλεῖστον αὐτῶν ἐπί τε τῆς παρατάξεως κἀν τῇ φυγῇ διαφθείρεται, τοὺς δὲ λοιποὺς καταφυγόντας εἰς Κανὰ κώμην σπάνει τῶν ἐπιτηδείων ἀναλωθῆναι συνέβη πλὴν ὀλίγων ἅπαντας.

-- --

8 103

Ἐκ τούτου Δαμασκηνοὶ διὰ τὸ πρὸς Πτολεμαῖον τὸν Μενναίου μῖσος Ἀρέταν ἐπάγονται καὶ καθιστῶσιν κοίλης Συρίας βασιλέα. στρατεύεται δʼ οὗτος ἐπὶ τὴν Ἰουδαίαν καὶ μάχῃ νικήσας Ἀλέξανδρον κατὰ συνθήκας ἀνεχώρησεν. 104Ἀλέξανδρος δὲ Πέλλαν ἑλὼν ἐπὶ Γέρασαν ᾔει πάλιν τῶν Θεοδώρου κτημάτων γλιχόμενος, καὶ τρισὶ τοὺς φρουροὺς περιβόλοις ἀποτειχίσας διὰ μάχης τὸ χωρίον παραλαμβάνει. 105καταστρέφεται δὲ καὶ Γαυλάνην καὶ Σελεύκειαν καὶ τὴν Ἀντιόχου φάραγγα καλουμένην, πρὸς οἷς Γάμαλα φρούριον καρτερὸν ἑλών, τὸν ἄρχοντα Δημήτριον ἐν αὐτῷ παραλύσας ἐκ πολλῶν ἐγκλημάτων ἐπάνεισιν εἰς Ἰουδαίαν, τρία πληρώσας ἔτη τῆς στρατείας. ἀσμένως δʼ ὑπὸ τοῦ ἔθνους ἐδέχθη διὰ τὴν εὐπραγίαν, καὶ λαμβάνει τὴν ἀνάπαυσιν τοῦ πολεμεῖν ἀρχὴν νόσου. 106τεταρταίαις δὲ περιόδοις πυρετῶν ἐνοχλούμενος ᾠήθη διακρούσεσθαι τὴν νόσον πάλιν ἁψάμενος πραγμάτων. διὸ δὴ στρατείαις ἀκαίροις ἑαυτὸν ἐπιδιδοὺς καὶ βιαζόμενος παρὰ δύναμιν τὸ σῶμα πρὸς τὰς ἐνεργείας ἀπήλλαξεν. τελευτᾷ γοῦν ἐν μέσοις τοῖς θορύβοις στρεφόμενος βασιλεύσας ἑπτὰ πρὸς τοῖς εἴκοσιν ἔτη. 1 107

Καταλείπει δὲ τὴν βασιλείαν Ἀλεξάνδρᾳ τῇ γυναικὶ πεπεισμένος ταύτῃ μάλιστʼ ἂν ὑπακοῦσαι τοὺς Ἰουδαίους, ἐπειδὴ τῆς ὠμότητος αὐτοῦ μακρὰν ἀποδέουσα καὶ ταῖς παρανομίαις

-- --

ἀνθισταμένη τὸν δῆμον εἰς εὔνοιαν προσηγάγετο. 108καὶ οὐ διήμαρτεν τῆς ἐλπίδος· ἐκράτησεν γὰρ τῆς ἀρχῆς τὸ γύναιον διὰ δόξαν εὐσεβείας· ἠκρίβου γὰρ δὴ μάλιστα τοῦ νόμου τὰ πάτρια καὶ τοὺς πλημμελοῦντας εἰς τοὺς ἱεροὺς νόμους ἐξ ἀρχῆς προεβάλλετο. 109δύο δʼ αὐτῇ παίδων ὄντων ἐξ Ἀλεξάνδρου τὸν μὲν πρεσβύτερον Ὑρκανὸν διά τε τὴν ἡλικίαν ἀποδείκνυσιν ἀρχιερέα καὶ ἄλλως ὄντα νωθέστερον ὥστε ἐνοχλεῖν περὶ τῶν ὅλων, τὸν δὲ νεώτερον Ἀριστόβουλον διὰ θερμότητα κατεῖχεν ἰδιώτην. 2 110

Παραφύονται δὲ αὐτῆς εἰς τὴν ἐξουσίαν Φαρισαῖοι, σύνταγμά τι Ἰουδαίων δοκοῦν εὐσεβέστερον εἶναι τῶν ἄλλων καὶ τοὺς νόμους ἀκριβέστερον ἀφηγεῖσθαι. 111τούτοις περισσὸν δή τι προσεῖχεν Ἀλεξάνδρα σεσοβημένη περὶ τὸ θεῖον. οἱ δὲ τὴν ἁπλότητα τῆς ἀνθρώπου κατὰ μικρὸν ὑπιόντες ἤδη καὶ διοικηταὶ τῶν ὅλων ἐγίνοντο διώκειν τε καὶ κατάγειν οὓς ἐθέλοιεν, λύειν τε καὶ δεσμεῖν. καθόλου δὲ αἱ μὲν ἀπολαύσεις τῶν βασιλείων ἐκείνων ἦσαν, τὰ δʼ ἀναλώματα καὶ αἱ δυσχέρειαι τῆς Ἀλεξάνδρας. 112δεινὴ δʼ ἦν τὰ μείζω διοικεῖν, δύναμίν τε ἀεὶ συγκροτοῦσα διπλασίονα κατέστησεν καὶ ξενικὴν συνήγαγεν οὐκ ὀλίγην, ὡς μὴ μόνον κρατύνεσθαι τὸ οἰκεῖον ἔθνος, φοβερὰν δὲ καὶ τοῖς ἔξωθεν εἶναι δυνάσταις. ἐκράτει δὲ τῶν μὲν ἄλλων αὐτή, Φαρισαῖοι δʼ αὐτῆς. 3 113

Διογένην γοῦν τινα τῶν ἐπισήμων φίλον Ἀλεξάνδρῳ γεγενημένον κτείνουσιν αὐτοὶ σύμβουλον ἐγκαλοῦντες γεγονέναι περὶ τῶν

-- --

ἀνασταυρωθέντων ὑπὸ τοῦ βασιλέως ὀκτακοσίων. ἐνῆγον δὲ τὴν Ἀλεξάνδραν εἰς τὸ καὶ τοὺς ἄλλους διαχειρίσασθαι τῶν παροξυνάντων ἐπʼ ἐκείνους τὸν Ἀλέξανδρον· ἐνδιδούσης δʼ ὑπὸ δεισιδαιμονίας ἀνῄρουν οὓς ἐθέλοιεν αὐτοί. 114προσφεύγουσι δὲ Ἀριστοβούλῳ τῶν κινδυνευόντων οἱ προύχειν δοκοῦντες, κἀκεῖνος πείθει τὴν μητέρα φείσασθαι μὲν διὰ τὸ ἀξίωμα τῶν ἀνδρῶν, ἐκπέμψαι δʼ αὐτούς, εἰ μὴ καθαροὺς ὑπείληφεν, ἐκ τῆς πόλεως. οἱ μὲν οὖν δοθείσης ἀδείας ἐσκεδάσθησαν ἀνὰ τὴν χώραν· 115Ἀλεξάνδρα δὲ ἐκπέμψασα ἐπὶ Δαμασκὸν στρατιάν, πρόφασις δʼ ἦν Πτολεμαῖος ἀεὶ θλίβων τὴν πόλιν, ταύτην μὲν ὑπεδέξατο μηθὲν ἀξιόλογον ἐργασαμένην. 116Τιγράνην δὲ τὸν Ἀρμενίων βασιλέα προσκαθεζόμενον Πτολεμαΐδι καὶ πολιορκοῦντα Κλεοπάτραν συνθήκαις καὶ δώροις ὑπηγάγετο. φθάνει δʼ ἐκεῖνος ἀπαναστὰς διὰ τὰς οἴκοι ταραχὰς ἐμβεβληκότος εἰς τὴν Ἀρμενίαν Λευκόλλου. 4 117

Κἀν τούτῳ νοσούσης Ἀλεξάνδρας νεώτερος τῶν παίδων Ἀριστόβουλος τὸν καιρὸν ἁρπάσας μετὰ τῶν οἰκετῶν, εἶχεν δὲ πολλοὺς καὶ πάντας εὔνους διὰ τὴν θερμότητα, κρατεῖ μὲν τῶν ἐρυμάτων ἁπάντων, τοῖς δʼ ἐκ τούτων χρήμασιν μισθοφόρους ἀθροίσας ἑαυτὸν ἀποδείκνυσι βασιλέα. 118πρὸς ταῦτα ὀδυρόμενον τὸν Ὑρκανὸν μήτηρ οἰκτείρασα τήν τε γυναῖκα καὶ τοὺς παῖδας Ἀριστοβούλου καθείργνυσιν εἰς τὴν Ἀντωνίαν· φρούριον δʼ ἦν τῷ βορείῳ κλίματι τοῦ ἱεροῦ προσκείμενον, πάλαι μέν, ὡς ἔφην, βᾶρις ὀνομαζόμενον, αὖθις δὲ ταύτης τυχὸν τῆς προσηγορίας ἐπικρατήσαντος Ἀντωνίου, καθάπερ ἀπό τε τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα Σεβαστὴ καὶ Ἀγριππιὰς πόλεις ἐπωνομάσθησαν. 119πρὶν δὲ ἐπεξελθεῖν Ἀλεξάνδρα τὸν Ἀριστόβουλον τῆς τἀδελφοῦ καταλύσεως τελευτᾷ διοικήσασα τὴν ἀρχὴν ἔτεσιν ἐννέα. 1 120

Καὶ κληρονόμος μὲν ἦν τῶν ὅλων Ὑρκανός, καὶ ζῶσα τὴν βασιλείαν ἐνεχείρισεν, δυνάμει δὲ καὶ φρονήματι προεῖχεν Ἀριστόβουλος. γενομένης δὲ αὐτοῖς περὶ τῶν ὅλων συμβολῆς περὶ Ἱεριχοῦντα καταλιπόντες οἱ πολλοὶ τὸν Ὑρκανὸν μεταβαίνουσιν πρὸς τὸν Ἀριστόβουλον. 121 δὲ μετὰ τῶν συμμεινάντων φθάνει συμφυγὼν ἐπὶ τὴν Ἀντωνίαν καὶ κυριεύσας τῶν πρὸς σωτηρίαν ὁμήρων· ταῦτα δʼ ἦν Ἀριστοβούλου γυνὴ μετὰ τῶν τέκνων. ἀμέλει πρὶν ἀνηκέστου πάθους διελύθησαν, ὥστε βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ἐκστάντα τῆς ἄλλης ἀπολαύειν τιμῆς ὥσπερ ἀδελφὸν βασιλέως. 122ἐπὶ τούτοις διαλλαγέντες ἐν τῷ ἱερῷ καὶ τοῦ λαοῦ περιεστῶτος φιλοφρόνως ἀλλήλους ἀσπασάμενοι διήμειψαν τὰς οἰκίας· Ἀριστόβουλος μὲν γὰρ εἰς τὰ βασίλεια, Ὑρκανὸς δὲ ἀνεχώρησεν εἰς τὴν Ἀριστοβούλου οἰκίαν. 2 123

Δέος δὲ τοῖς τε ἄλλοις τῶν Ἀριστοβούλου διαφόρων ἐμπίπτει παρʼ ἐλπίδα κρατήσαντος καὶ μάλιστα Ἀντιπάτρῳ πάλαι διαμισουμένῳ. γένος δʼ ἦν Ἰδουμαῖος προγόνων τε ἕνεκα καὶ πλούτου καὶ τῆς ἄλλης ἰσχύος πρωτεύων τοῦ ἔθνους. 124οὗτος ἅμα καὶ τὸν Ὑρκανὸν Ἀρέτᾳ προσφυγόντα τῷ βασιλεῖ τῆς Ἀραβίας ἀνακτήσασθαι τὴν βασιλείαν ἔπειθεν καὶ τὸν Ἀρέταν δέξασθαί τε τὸν Ὑρκανὸν καὶ καταγαγεῖν ἐπὶ τὴν ἀρχήν, πολλὰ μὲν τὸν Ἀριστόβουλον εἰς τὸ ἦθος διαβάλλων, πολλὰ δʼ ἐπαινῶν τὸν Ὑρκανὸν παρῄνει δέξασθαι, καὶ ὡς πρέπον εἴη τὸν οὕτω λαμπρᾶς προεστῶτα βασιλείας ὑπερέχειν χεῖρα τῷ ἀδικουμένῳ· ἀδικεῖσθαι δὲ τὸν Ὑρκανὸν

-- --

στερηθέντα τῆς κατὰ τὸ πρεσβεῖον αὐτῷ προσηκούσης ἀρχῆς. 125προκατασκευάσας δὲ ἀμφοτέρους, νύκτωρ ἀναλαβὼν τὸν Ὑρκανὸν ἀπὸ τῆς πόλεως ἀποδιδράσκει καὶ συντόνῳ φυγῇ χρώμενος εἰς τὴν καλουμένην Πέτραν διασώζεται· βασίλειον αὕτη τῆς Ἀραβίας ἐστίν. 126ἔνθα τῷ Ἀρέτᾳ τὸν Ὑρκανὸν ἐγχειρίσας καὶ πολλὰ μὲν καθομιλήσας, πολλοῖς δὲ δώροις ὑπελθὼν δοῦναι δύναμιν αὐτῷ πείθει τὴν κατάξουσαν αὐτόν· ἦν δʼ αὕτη πεζῶν τε καὶ ἱππέων πέντε μυριάδες, πρὸς ἣν οὐκ ἀντέσχεν Ἀριστόβουλος, ἀλλʼ ἐν τῇ πρώτῃ συμβολῇ λειφθεὶς εἰς Ἱεροσόλυμα συνελαύνεται. 127κἂν ἔφθη κατὰ κράτος ληφθείς, εἰ μὴ Σκαῦρος Ῥωμαίων στρατηγὸς ἐπαναστὰς αὐτῶν τοῖς καιροῖς ἔλυσε τὴν πολιορκίαν· ὃς ἐπέμφθη μὲν εἰς Συρίαν ἀπὸ Ἀρμενίας ὑπὸ Πομπηίου Μάγνου πολεμοῦντος πρὸς Τιγράνην, παραγενόμενος δὲ εἰς Δαμασκὸν ἑαλωκυῖαν προσφάτως ὑπὸ Μετέλλου καὶ Λολλίου καὶ τούτους μεταστήσας, ἐπειδὴ τὰ κατὰ τὴν Ἰουδαίαν ἐπύθετο, καθάπερ ἐφʼ ἕρμαιον ἠπείχθη. 3 128

Παρελθόντος γοῦν εἰς τὴν χώραν πρέσβεις εὐθέως ἧκον παρὰ τῶν ἀδελφῶν ἑκατέρου δεομένου βοηθεῖν αὐτῷ. γίνεται δʼ ἐπίπροσθεν τοῦ δικαίου τὰ παρὰ Ἀριστοβούλου τριακόσια τάλαντα· τοσοῦτον γὰρ λαβὼν Σκαῦρος ἐπικηρυκεύεται πρός τε Ὑρκανὸν καὶ τοὺς Ἄραβας ἀπειλῶν Ῥωμαίους καὶ Πομπήιον, εἰ μὴ λύσειαν τὴν πολιορκίαν. 129ἀνεχώρει δὲ ἐκ τῆς Ἰουδαίας εἰς Φιλαδέλφειαν Ἀρέτας καταπλαγείς, καὶ πάλιν εἰς Δαμασκὸν Σκαῦρος. 130Ἀριστοβούλῳ δʼ οὐκ ἀπέχρησεν τὸ μὴ ἁλῶναι, πᾶσαν δὲ τὴν δύναμιν ἐπισυλλέξας

-- --

εἵπετο τοῖς πολεμίοις καὶ περὶ τὸν καλούμενον Παπυρῶνα συμβαλὼν αὐτοῖς ὑπὲρ ἑξακισχιλίους κτείνει, μεθʼ ὧν καὶ τὸν ἀδελφὸν τὸν Ἀντιπάτρου Φαλλίωνα. 4 131

Ὑρκανὸς δὲ καὶ Ἀντίπατρος τῶν Ἀράβων ἀφαιρεθέντες μετέφερον ἐπὶ τοὺς ἐναντίους τὴν ἐλπίδα, καὶ ἐπειδὴ Πομπήιος ἐπιὼν τὴν Συρίαν εἰς Δαμασκὸν ἧκεν, ἐπʼ αὐτὸν καταφεύγουσιν καὶ δίχα δωρεῶν αἷς καὶ πρὸς τὸν Ἀρέταν δικαιολογίαις χρώμενοι κατηντιβόλουν μισῆσαι μὲν τὴν Ἀριστοβούλου βίαν, κατάγειν δὲ ἐπὶ τὴν βασιλείαν τὸν καὶ τρόπῳ καὶ καθʼ ἡλικίαν προσήκοντα. 132οὐ μὴν οὐδʼ Ἀριστόβουλος ὑστέρει πεποιθὼς τῇ Σκαύρου δωροδοκίᾳ παρῆν τε καὶ αὐτὸς ὡς οἷόν τε βασιλικώτατα κεκοσμηκὼς ἑαυτόν. ἀδοξήσας δὲ πρὸς τὰς θεραπείας καὶ μὴ φέρων δουλεύειν ταῖς χρείαις ταπεινότερον τοῦ σχήματος ἀπὸ διὸς ἡλίου πόλεως χωρίζεται. 5 133

Πρὸς ταῦτʼ ἀγανακτήσας Πομπήιος πολλὰ καὶ τῶν περὶ Ὑρκανὸν ἱκετευόντων ὥρμησεν ἐπʼ Ἀριστόβουλον, ἀναλαβὼν τήν τε Ῥωμαϊκὴν δύναμιν καὶ πολλοὺς ἐκ τῆς Συρίας συμμάχους. 134ἐπεὶ δὲ παρελαύνων Πέλλαν καὶ Σκυθόπολιν ἧκεν εἰς Κορέας. ὅθεν Ἰουδαίων ἄρχεται χώρα κατὰ τὴν μεσόγειον ἀνιόντων, ἀκούσας συμπεφευγέναι τὸν Ἀριστόβουλον εἰς Ἀλεξάνδρειον, τοῦτο δʼ ἐστὶν φρούριον τῶν πάνυ φιλοτίμως ἐξησκημένων ὑπὲρ ὄρους ὑψηλοῦ κείμενον, πέμψας καταβαίνειν αὐτὸν ἐκέλευσεν. 135τῷ δʼ ἦν μὲν ὁρμὴ καλουμένῳ δεσποτικώτερον διακινδυνεύειν μᾶλλον ὑπακοῦσαι,

-- --

καθεώρα δὲ τὸ πλῆθος ὀρρωδοῦν, καὶ παρῄνουν οἱ φίλοι σκέπτεσθαι τὴν Ῥωμαίων ἰσχὺν οὖσαν ἀνυπόστατον. οἷς πεισθεὶς κάτεισιν πρὸς Πομπήιον καὶ πολλὰ περὶ τοῦ δικαίως ἄρχειν ἀπολογηθεὶς ὑπέστρεψεν εἰς τὸ ἔρυμα. 136πάλιν τε τἀδελφοῦ προκαλουμένου καταβὰς καὶ διαλεχθεὶς περὶ τῶν δικαίων ἄπεισιν μὴ κωλύοντος τοῦ Πομπηΐου. μέσος δʼ ἦν ἐλπίδος καὶ δέους, καὶ κατῄει μὲν ὡς δυσωπήσων Πομπήιον πάντʼ ἐπιτρέπειν αὐτῷ, πάλιν δὲ ἀνέβαινεν εἰς τὴν ἄκραν, ὡς μὴ προκαταλύειν δόξειεν αὑτόν. 137ἐπεὶ μέντοι Πομπήιος ἐξίστασθαί τε τῶν φρουρίων ἐκέλευεν αὐτῷ καὶ παράγγελμα τῶν φρουράρχων ἐχόντων μόναις πειθαρχεῖν ταῖς αὐτογράφοις ἐπιστολαῖς, ἠνάγκαζεν αὐτὸν ἑκάστοις γράφειν ἐκχωρεῖν, ποιεῖ μὲν τὰ προσταχθέντα, ἀγανακτήσας δὲ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ παρεσκευάζετο πολεμεῖν πρὸς Πομπήιον. 6 138

δέ, οὐ γὰρ ἐδίδου χρόνον ταῖς παρασκευαῖς, εὐθέως εἵπετο, καὶ προσεπέρρωσεν τὴν ὁρμὴν Μιθριδάτου θάνατος ἀγγελθεὶς αὐτῷ περὶ Ἱεριχοῦντα, ἔνθα τῆς Ἰουδαίας τὸ πιότατον φοίνικά τε πάμπολυν καὶ βάλσαμον τρέφει. τοῦτο λίθοις ὀξέσιν ἐπιτέμνοντες τὰ πρέμνα συνάγουσιν κατὰ τὰς τομὰς ἐκδακρῦον. 139καὶ

-- --

στρατοπεδευσάμενος ἐν τῷ χωρίῳ μίαν ἑσπέραν ἕωθεν ἠπείγετο πρὸς τὰ Ἱεροσόλυμα. καταπλαγεὶς δὲ τὴν ἔφοδον Ἀριστόβουλος ἱκέτης ἀπαντᾷ χρημάτων τε ὑποσχέσει καὶ τῷ μετὰ τῆς πόλεως ἐπιτρέπειν καὶ ἑαυτὸν χαλεπαίνοντα καταστέλλει τὸν Πομπήιον. 140οὐ μήν τι τῶν ὡμολογημένων ἐγένετο· τὸν γὰρ ἐπὶ τὴν κομιδὴν τῶν χρημάτων ἐκπεμφθέντα Γαβίνιον οἱ τὰ Ἀριστοβούλου φρονοῦντες οὐδὲ τῇ πόλει δέχονται. 1 141

Πρὸς ταῦτα ἀγανακτήσας Πομπήιος Ἀριστόβουλον μὲν ἐφρούρει, πρὸς δὲ τὴν πόλιν ἐλθὼν περιεσκόπει ὅπως δεῖ προσβαλεῖν, τήν τε ὀχυρότητα τῶν τειχῶν δυσμεταχείριστον ὁρῶν καὶ τὴν πρὸ τούτων φάραγγα φοβερὰν τό τε ἱερὸν ἐντὸς τῆς φάραγγος ὀχυρώτατα τετειχισμένον, ὥστε τοῦ ἄστεος ἁλισκομένου δευτέραν εἶναι καταφυγὴν τοῦτο τοῖς πολεμίοις. 2 142

Διαποροῦντος δʼ ἐπὶ πολὺν χρόνον στάσις τοῖς ἔνδον ἐμπίπτει, τῶν μὲν Ἀριστοβούλου πολεμεῖν ἀξιούντων καὶ ῥύεσθαι τὸν βασιλέα, τῶν δὲ τὰ Ὑρκανοῦ φρονούντων ἀνοίγειν Πομπηίῳ τὰς πύλας· πολλοὺς δὲ τούτους ἐποίει τὸ δέος ἀφορῶντας εἰς τὴν τῶν Ῥωμαίων εὐταξίαν. 143ἡττώμενον δὲ τὸ Ἀριστοβούλου μέρος εἰς τὸ ἱερὸν ἀνεχώρησεν καὶ τὴν συνάπτουσαν ἀπʼ αὐτοῦ τῇ πόλει γέφυραν ἀποκόψαντες ἀντισχεῖν εἰς ἔσχατον παρεσκευάζοντο. τῶν δὲ ἑτέρων δεχομένων Ῥωμαίους τῇ πόλει καὶ τὰ βασίλεια παραδιδόντων ἐπὶ μὲν ταῦτα Πομπήιος ἕνα τῶν ὑφʼ ἑαυτῷ στρατηγῶν Πείσωνα

-- --

εἰσπέμπει μετὰ στρατιᾶς· 144ὃς διαλαβὼν φρουραῖς τὴν πόλιν, ἐπειδὴ τῶν εἰς τὸ ἱερὸν καταφυγόντων οὐδένα λόγοις ἔπειθεν συμβῆναι, τὰ πέριξ εἰς προσβολὰς εὐτρέπιζεν ἔχων τοὺς περὶ τὸν Ὑρκανὸν εἴς τε τὰς ἐπινοίας καὶ τὰς ὑπηρεσίας προθύμους. 3 145

Αὐτὸς δὲ κατὰ τὸ προσάρκτιον κλίμα τήν τε τάφρον ἔχου καὶ τὴν φάραγγα πᾶσαν ὕλην συμφορούσης τῆς δυνάμεως. χαλεπὸν δʼ ἦν τὸ ἀναπληροῦν διὰ βάθος ἄπειρον καὶ τῶν Ἰουδαίων πάντα τρόπον εἰργόντων ἄνωθεν, 146κἂν ἀτέλεστος ἔμεινεν τοῖς Ῥωμαίοις πόνος, εἰ μὴ τὰς ἑβδομάδας ἐπιτηρῶν Πομπήιος, ἐν αἷς παντὸς ἔργου διὰ τὴν θρησκείαν χεῖρας ἀπίσχουσιν Ἰουδαῖοι, τὸ χῶμα ὕψου τῆς κατὰ χεῖρα συμβολῆς εἴργων τοὺς στρατιώτας· ὑπὲρ μόνου γὰρ τοῦ σώματος ἀμύνονται τοῖς σαββάτοις. 147ἤδη δὲ ἀναπεπληρωμένης τῆς φάραγγος πύργους ὑψηλοὺς ἐπιστήσας τῷ χώματι καὶ προσαγαγὼν τὰς ἐκ Τύρου κομισθείσας μηχανὰς ἐπειρᾶτο τοῦ τείχους· ἀνέστελλον δὲ αἱ πετροβόλοι τοὺς καθύπερθεν κωλύοντας. ἀντεῖχον δʼ ἐπὶ πλεῖον οἱ κατὰ τοῦτο τὸ μέρος πύργοι μεγέθει τε καὶ κάλλει διαφέροντες. 4 148

Ἔνθα δὴ πολλὰ τῶν Ῥωμαίων κακοπαθούντων Πομπήιος τά τε ἄλλα τῆς καρτερίας τοὺς Ἰουδαίους ἀπεθαύμαζεν καὶ μάλιστα τοῦ μηδὲν παραλῦσαι· τῆς θρησκείας ἐν μέσοις τοῖς βέλεσιν ἀνειλημένους· ὥσπερ γὰρ εἰρήνης βαθείας κατεχούσης τὴν πόλιν αἵ τε

-- --

θυσίαι καθʼ ἡμέραν καὶ οἱ ἐναγισμοὶ καὶ πᾶσα θεραπεία κατὰ τἀκριβὲς ἐξετελεῖτο τῷ θεῷ, καὶ οὐδὲ κατʼ αὐτὴν τὴν ἅλωσιν περὶ τῷ βωμῷ φονευόμενοι τῶν καθʼ ἡμέραν νομίμων εἰς τὴν θρησκείαν ἀπέστησαν. 149τρίτῳ γὰρ μηνὶ τῆς πολιορκίας μόλις ἕνα τῶν πύργων καταρρίψαντες εἰσέπιπτον εἰς τὸ ἱερόν. δὲ πρῶτος ὑπερβῆναι τολμήσας τὸ τεῖχος Σύλλα παῖς ἦν Φαῦστος Κορνήλιος καὶ μετʼ αὐτὸν ἑκατοντάρχαι δύο Φούριος καὶ Φάβιος. εἵπετο δὲ ἑκάστῳ τὸ ἴδιον στῖφος, καὶ περισχόντες πανταχοῦ τὸ ἱερὸν ἔκτεινον οὓς μὲν τῷ ναῷ προσφεύγοντας, οὓς δὲ ἀμυνομένους πρὸς ὀλίγον. 5 150

Ἔνθα πολλοὶ τῶν ἱερέων ξιφήρεις τοὺς πολεμίους ἐπιόντας βλέποντες ἀθορύβως ἐπὶ τῆς θρησκείας ἔμειναν, σπένδοντες δὲ ἀπεσφάττοντο καὶ θυμιῶντες καὶ τῆς πρὸς τὸ θεῖον θεραπείας ἐν δευτέρῳ τὴν σωτηρίαν τιθέμενοι. πλεῖστοι δʼ ὑπὸ τῶν ὁμοφύλων ἀντιστασιαστῶν ἀνῃροῦντο καὶ κατὰ τῶν κρημνῶν ἔρριπτον ἑαυτοὺς ἄπειροι· καὶ τὰ περὶ τὸ τεῖχος δʼ ἔνιοι μανιῶντες ἐν ταῖς ἀμηχανίαις ὑπέπρησαν καὶ συγκατεφλέγοντο. 151Ἰουδαίων μὲν οὖν ἀνῃρέθησαν μύριοι καὶ δισχίλιοι, Ῥωμαίων δὲ ὀλίγοι μὲν πάνυ νεκροί, τραυματίαι δʼ ἐγένοντο πλείους. 6 152

Οὐδὲν δὲ οὕτως ἐν ταῖς τότε συμφοραῖς καθήψατο τοῦ ἔθνους ὡς τὸ τέως ἀόρατον ἅγιον ἐκκαλυφθὲν ὑπὸ τῶν ἀλλοφύλων· παρελθὼν γοῦν σὺν τοῖς περὶ αὐτὸν Πομπήιος εἰς τὸν ναόν, ἔνθα μόνῳ θεμιτὸν ἦν παριέναι τῷ ἀρχιερεῖ, τὰ ἔνδον ἐθεάσατο, λυχνίαν τε καὶ λύχνους καὶ τράπεζαν καὶ σπονδεῖα καὶ θυμιατήρια, ὁλόχρυσα πάντα, πλῆθός τε ἀρωμάτων σεσωρευμένον καὶ τῶν ἱερῶν

-- --

χρημάτων εἰς τάλαντα δισχίλια. 153οὔτε δὲ τούτων οὔτε ἄλλου τινὸς τῶν ἱερῶν κειμηλίων ἥψατο, ἀλλὰ καὶ μετὰ μίαν τῆς ἁλώσεως ἡμέραν καθᾶραι τὸ ἱερὸν τοῖς νεωκόροις προσέταξεν καὶ τὰς ἐξ ἔθους ἐπιτελεῖν θυσίας. αὖθις δʼ ἀποδείξας Ὑρκανὸν ἀρχιερέα τά τε ἄλλα προθυμότατον ἑαυτὸν ἐν τῇ πολιορκίᾳ παρασχόντα καὶ διότι τὸ κατὰ τὴν χώραν πλῆθος ἀπέστησεν Ἀριστοβούλῳ συμπολεμεῖν ὡρμημένον, ἐκ τούτων, ὅπερ ἦν προσῆκον ἀγαθῷ στρατηγῷ, τὸν λαὸν εὐνοίᾳ πλέον δέει προσηγάγετο. 154ἐν δὲ τοῖς αἰχμαλώτοις ἐλήφθη καὶ Ἀριστοβούλου πενθερός, δʼ αὐτὸς ἦν καὶ θεῖος αὐτῷ. καὶ τοὺς αἰτιωτάτους μὲν τοῦ πολέμου πελέκει κολάζει, Φαῦστον δὲ καὶ τοὺς μετʼ αὐτοῦ γενναίως ἀγωνισαμένους λαμπροῖς ἀριστείοις δωρησάμενος τῇ τε χώρᾳ καὶ τοῖς Ἱεροσολύμοις ἐπιτάσσει φόρον. 7 155

Ἀφελόμενος δὲ τοῦ ἔθνους καὶ τὰς ἐν κοίλῃ Συρίᾳ πόλεις, ἃς εἷλον, ὑπέταξεν τῷ κατʼ ἐκεῖνο Ῥωμαίων στρατηγῷ κατατεταγμένῳ καὶ μόνοις αὐτοὺς τοῖς ἰδίοις ὅροις περιέκλεισεν. ἀνακτίζει δὲ καὶ Γάδαρα ὑπὸ Ἰουδαίων κατεστραμμένην Γαδαρεῖ τινὶ τῶν ἰδίων ἀπελευθέρων Δημητρίῳ χαριζόμενος. 156ἠλευθέρωσεν δὲ ἀπʼ αὐτῶν καὶ τὰς ἐν τῇ μεσογείᾳ πόλεις, ὅσας μὴ φθάσαντες κατέσκαψαν, Ἵππον Σκυθόπολίν τε καὶ Πέλλαν καὶ Σαμάρειαν καὶ Ἰάμνειαν καὶ Μάρισαν Ἄζωτόν τε καὶ Ἀρέθουσαν, ὁμοίως δὲ καὶ τὰς παραλίους Γάζαν Ἰόππην Δῶρα καὶ τὴν πάλαι μὲν Στράτωνος πύργον καλουμένην, ὕστερον δὲ μετακτισθεῖσάν τε ὑφʼ Ἡρώδου βασιλέως λαμπροτάτοις κατασκευάσμασιν καὶ μετονομασθεῖσαν Καισάρειαν. 157ἃς πάσας τοῖς γνησίοις ἀποδοὺς πολίταις κατέταξεν εἰς τὴν Συριακὴν ἐπαρχίαν. παραδοὺς δὲ ταύτην τε καὶ τὴν Ἰουδαίαν καὶ τὰ μέχρις Αἰγύπτου καὶ Εὐφράτου Σκαύρῳ διέπειν καὶ δύο τῶν ταγμάτων, αὐτὸς διὰ Κιλικίας εἰς Ῥώμην ἠπείγετο τὸν Ἀριστόβουλον ἄγων μετὰ τῆς γενεᾶς αἰχμάλωτον. 158δύο δʼ ἦσαν αὐτῷ θυγατέρες καὶ δύο υἱεῖς, ὧν ἕτερος μὲν Ἀλέξανδρος ἐκ τῆς ὁδοῦ διαδιδράσκει, σὺν δὲ ταῖς ἀδελφαῖς νεώτερος Ἀντίγονος εἰς Ῥώμην ἐκομίζετο. 1 159

Κἀν τούτῳ Σκαῦρος εἰς τὴν Ἀραβίαν ἐμβαλὼν τῆς μὲν Πέτρας εἴργετο ταῖς δυσχωρίαις, ἐπόρθει δὲ τὰ πέριξ πολλὰ κἀν τούτῳ κακοπαθῶν· ἐλίμωττεν γὰρ στρατιά. καὶ πρὸς τοῦτο Ὑρκανὸς ἐπεβοήθει διὰ Ἀντιπάτου τὰ ἐπιτήδεια πέμπων. ὃν καὶ καθίησι Σκαῦρος ὄντα συνήθη πρὸς Ἀρέταν, ὅπως ἐπὶ χρήμασιν διαλύσαιτο τὸν πόλεμον. πείθεται δὲ Ἄραψ τριακόσια δοῦναι τάλαντα, κἀπὶ τούτοις Σκαῦρος ἐξῆγεν τῆς Ἀραβίας τὴν δύναμιν. 2 160

δʼ ἀποδρὰς τῶν Ἀριστοβούλου παίδων Πομπήιον Ἀλέξανδρος χρόνῳ συναγαγὼν χεῖρα συχνὴν βαρὺς ἦν Ὑρκανῷ καὶ τὴν Ἰουδαίαν κατέτρεχεν, ἐδόκει τε ἂν καταλῦσαι ταχέως αὐτόν, ὅς γε

-- --

ἤδη καὶ τὸ καταρριφθὲν ὑπὸ Πομπηίου τεῖχος ἐν Ἱεροσολύμοις ἀνακτίζειν ἐθάρρει προσελθών, εἰ μὴ Γαβίνιος εἰς Συρίαν πεμφθεὶς Σκαύρῳ διάδοχος τά τε ἄλλα γενναῖον ἀπέδειξεν ἑαυτὸν ἐν πολλοῖς καὶ ἐπʼ Ἀλέξανδρον ὥρμησεν. 161 δὲ δείσας πρὸς τὴν ἔφοδον δύναμίν τε πλείω συνέλεγεν, ὡς γενέσθαι μυρίους μὲν ὁπλίτας χιλίους δὲ καὶ πεντακοσίους ἱππεῖς, καὶ τὰ ἐπιτήδεια τῶν χωρίων ἐτείχιζε Ἀλεξάνδρειόν τε καὶ Ὑρκάνειον καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν. 3 162

Γαβίνιος δὲ μετὰ μέρους τῆς στρατιᾶς Μᾶρκον Ἀντώνιον προπέμψας αὐτὸς εἵπετο τὴν ὅλην ἔχων δύναμιν. οἱ δὲ περὶ τὸν Ἀντίπατρον ἐπίλεκτοι καὶ τὸ ἄλλο τάγμα τῶν Ἰουδαίων, ὧν Μάλιχος ἦρχεν καὶ Πειθόλαος, συμμίξαντες τοῖς περὶ Μᾶρκον Ἀντώνιον ἡγεμόσιν ὑπήντων Ἀλεξάνδρῳ. καὶ μετʼ οὐ πολὺ παρῆν ἅμα τῇ φάλαγγι Γαβίνιος. 163ἑνουμένην δὲ τὴν τῶν πολεμίων δύναμιν οὐχ ὑπομείνας Ἀλέξανδρος ἀνεχώρει καὶ πλησίον ἤδη Ἱεροσολύμων γενόμενος ἀναγκάζεται συμβαλεῖν καὶ κατὰ τὴν μάχην ἑξακισχιλίους ἀποβαλών, ὧν τρισχίλιοι μὲν ἔπεσον τρισχίλιοι δὲ ἐζωγρήθησαν, φεύγει σὺν τοῖς καταλειφθεῖσιν εἰς Ἀλεξάνδρειον. 4 164

Γαβίνιος δὲ πρὸς τὸ Ἀλεξάνδρειον ἐλθὼν ἐπειδὴ πολλοὺς εὗρεν ἐστρατοπεδευμένους, ἐπειρᾶτο συγγνώμης ὑποσχέσει περὶ τῶν ἡμαρτημένων πρὸ μάχης αὐτοὺς προσαγαγέσθαι· μηδὲν δὲ μέτριον φρονούντων ἀποκτείνας πολλοὺς τοὺς λοιποὺς ἀπέκλεισεν εἰς τὸ ἔρυμα. 165κατὰ ταύτην ἀριστεύει τὴν μάχην ἡγεμὼν Μᾶρκος Ἀντώνιος, πανταχοῦ μὲν γενναῖος ἀεὶ φανείς, οὐδαμοῦ δʼ οὕτως. Γαβίνιος

-- --

δὲ τοὺς ἐξαιρήσοντας τὸ φρούριον καταλιπὼν αὐτὸς ἐπῄει τὰς μὲν ἀπορθήτους πόλεις καθιστάμενος, τὰς δὲ κατεστραμμένας ἀνακτίζων. 166συνεπολίσθησαν γοῦν τούτου κελεύσαντος Σκυθόπολίς τε καὶ Σαμάρεια καὶ Ἀνθηδὼν καὶ Ἀπολλωνία καὶ Ἰάμνεια καὶ Ῥάφεια Μάρισά τε καὶ Ἀδώρεος καὶ Γάβαλα καὶ Ἄζωτος καὶ ἄλλαι πολλαί, τῶν οἰκητόρων ἀσμένως ἐφʼ ἑκάστην συνθεόντων. 5 167

Μετὰ δὲ τὴν τούτων ἐπιμέλειαν ἐπανελθὼν πρὸς τὸ Ἀλεξάνδρειον ἐπέρρωσεν τὴν πολιορκίαν, ὥστε Ἀλέξανδρος ἀπογνοὺς περὶ τῶν ὅλων ἐπικηρυκεύεται πρὸς αὐτόν, συγγνωσθῆναί τε τῶν ἡμαρτημένων δεόμενος καὶ τὰ συλληφθέντα φρούρια παραδιδοὺς Ὑρκάνειον καὶ Μαχαιροῦντα· αὖθις δὲ καὶ τὸ Ἀλεξάνδρειον ἐνεχείρισεν. 168 πάντα Γαβίνιος ἐναγούσης τῆς Ἀλεξάνδρου μητρὸς κατέστρεψεν, ὡς μὴ πάλιν ὁρμητήριον γένοιτο δευτέρου πολέμου· παρῆν δὲ μειλισσομένη τὸν Γαβίνιον κατὰ δέος τῶν ἐπὶ τῆς Ῥώμης αἰχμαλώτων, τοῦ τε ἀνδρὸς καὶ τῶν ἄλλων τέκνων. 169μετὰ δὲ ταῦτα εἰς Ἱεροσόλυμα Γαβίνιος Ὑρκανὸν καταγαγὼν καὶ τὴν τοῦ ἱεροῦ παραδοὺς κηδεμονίαν αὐτῷ καθίστατο τὴν ἄλλην πολιτείαν ἐπὶ προστασίᾳ τῶν ἀρίστων. 170διεῖλεν δὲ πᾶν τὸ ἔθνος εἰς πέντε συνόδους, τὸ μὲν Ἱεροσολύμοις προστάξας, τὸ δὲ Γαδάροις, οἱ δὲ ἵνα συντελῶσιν εἰς Ἀμαθοῦντα, τὸ δὲ τέταρτον εἰς Ἱεριχοῦντα κεκλήρωτο, καὶ τῷ πέμπτῳ Σέπφωρις ἀπεδείχθη πόλις τῆς Γαλιλαίας.

-- --

ἀσμένως δὲ τῆς ἐξ ἑνὸς ἐπικρατείας ἐλευθερωθέντες τὸ λοιπὸν ἀριστοκρατίᾳ διῳκοῦντο. 6 171

Μετʼ οὐ πολύ γε μὴν αὐτοῖς ἀρχὴ γίνεται θορύβων Ἀριστόβουλος ἀποδρὰς ἐκ Ῥώμης, ὃς αὖθις πολλοὺς Ἰουδαίων ἐπισυνίστη, τοὺς μὲν ἐπιθυμοῦντας μεταβολῆς, τοὺς δὲ ἀγαπῶντας αὐτὸν πάλαι. καὶ τὸ μὲν πρῶτον καταλαβόμενος τὸ Ἀλεξάνδρειον ἀνατειχίζειν ἐπειρᾶτο· ὡς δὲ Γαβίνιος ὑπὸ Σισέννᾳ καὶ Ἀντωνίῳ καὶ Σερουιανῷ στρατιὰν ἔπεμψεν ἐπʼ αὐτόν. γνοὺς ἀνεχώρει ἐπὶ Μαχαιροῦντος. 172καὶ τὸν μὲν ἄχρηστον ὄχλον ἀπεφορτίσατο, μόνους δὲ ἐπήγετο τοὺς ὡπλισμένους ὄντας εἰς ὀκτακισχιλίους, ἐν οἷς καὶ Πειθόλαος ἦν ἐξ Ἱεροσολύμων ὑποστράτηγος αὐτομολήσας μετὰ χιλίων. Ῥωμαῖοι δʼ ἐπηκολούθουν, καὶ γενομένης συμβολῆς μέχρι πολλοῦ μὲν οἱ περὶ τὸν Ἀριστόβουλον διεκαρτέρουν γενναίως ἀγωνιζόμενοι, τέλος δὲ βιασθέντες ὑπὸ τῶν Ῥωμαίων πίπτουσι μὲν πεντακισχίλιοι, περὶ δὲ δισχιλίους ἀνέφυγον εἴς τινα λόφον, οἱ δὲ λοιποὶ χίλιοι σὺν Ἀριστοβούλῳ διακόψαντες τὴν φάλαγγα τῶν Ῥωμαίων εἰς Μαχαιροῦντα συνελαύνονται. 173ἔνθα δὴ τὴν πρώτην ἑσπέραν βασιλεὺς τοῖς ἐρειπίοις ἐναυλισάμενος ἐν ἐλπίσι μὲν ἦν ἄλλην συναθροίσειν δύναμιν ἀνοχὴν τοῦ πολέμου διδόντος καὶ τὸ φρούριον κακῶς ὠχύρου· προσπεσόντων δὲ Ῥωμαίων ἐπὶ δύο ἡμέρας ἀντισχὼν ὑπὲρ δύναμιν ἁλίσκεται καὶ μετʼ Ἀντιγόνου τοῦ παιδός, ὃς ἀπὸ Ῥώμης αὐτῷ συναπέδρα, δεσμώτης ἐπὶ Γαβίνιον ἀνήχθη καὶ ἀπὸ Γαβινίου πάλιν εἰς Ῥώμην. 174τοῦτον μὲν οὖν σύγκλητος εἷρξεν, τὰ τέκνα δʼ αὐτοῦ διῆγεν εἰς Ἰουδαίαν Γαβινίου

-- --

διʼ ἐπιστολῶν δηλώσαντος τῇ Ἀριστοβούλου γυναικὶ τοῦτο ἀντὶ τῆς παραδόσεως τῶν ἐρυμάτων ὡμολογηκέναι. 7 175

Γαβινίῳ δʼ ἐπὶ Πάρθους ὡρμημένῳ στρατεύειν γίνεται Πτολεμαῖος ἐμπόδιον· ὃς ὑποστρέψας ἀπʼ Εὐφράτου κατῆγεν εἰς Αἴγυπτον ἐπιτηδείοις εἰς ἅπαντα χρώμενος κατὰ τὴν στρατείαν Ὑρκανῷ καὶ Ἀντιπάτρῳ· καὶ γὰρ χρήματα καὶ ὅπλα καὶ σῖτον καὶ ἐπικούρους Ἀντίπατρος προσῆγεν, καὶ τοὺς ταύτῃ Ἰουδαίους φρουροῦντας τὰς κατὰ τὸ Πηλούσιον ἐμβολὰς παρεῖναι Γαβίνιον ἔπεισεν. 176τῆς δʼ ἄλλης Συρίας πρὸς τὸν Γαβινίου χωρισμὸν κινηθείσης καὶ Ἰουδαίους πάλιν ἀπέστησεν Ἀλέξανδρος Ἀριστοβούλου, μεγίστην δὲ συγκροτήσας δύναμιν ὥρμητο πάντας τοὺς κατὰ τὴν χώραν Ῥωμαίους ἀνελεῖν. 177πρὸς Γαβίνιος δείσας, ἤδη δὲ παρῆν ἀπʼ Αἰγύπτου τοῖς τῇδε θορύβοις ἠπειγμένος, ἐπὶ τινὰς μὲν τῶν ἀφεστώτων Ἀντίπατρον προπέμψας μετέπεισεν, συνέμενον δὲ Ἀλεξάνδρῳ τρεῖς μυριάδες, κἀκεῖνος ὥρμητο πολεμεῖν. οὕτως ἔξεισιν πρὸς μάχην. ὑπήντων δὲ οἱ Ἰουδαῖοι, καὶ συμβαλόντων περὶ τὸ Ἰταβύριον ὄρος μύριοι μὲν ἀναιροῦνται, τὸ δὲ λοιπὸν πλῆθος ἐσκεδάσθη φυγῇ. 178καὶ Γαβίνιος ἐλθὼν εἰς Ἱεροσόλυμα πρὸς τὸ Ἀντιπάτρου βούλημα κατεστήσατο τὴν πολιτείαν. ἔνθεν ὁρμήσας Ναβαταίων τε μάχῃ κρατεῖ καὶ Μιθριδάτην καὶ Ὀρσάνην φυγόντας ἐκ Πάρθων κρύφα μὲν ἀπέπεμψεν, παρὰ δὲ τοῖς στρατιώταις ἔλεγεν ἀποδρᾶναι.

-- --

8 179

Κἀν τούτῳ Κράσσος αὐτῷ διάδοχος ἐλθὼν παραλαμβάνει Συρίαν. οὗτος εἰς τὴν ἐπὶ Πάρθους στρατείαν τόν τε ἄλλον τοῦ ἐν Ἱεροσολύμοις ναοῦ χρυσὸν πάντα περιεῖλεν καὶ τὰ δισχίλια τάλαντα ἦρεν, ὧν ἀπέσχετο Πομπήιος. διαβὰς δὲ τὸν Εὐφράτην αὐτός τε ἀπώλετο καὶ στρατὸς αὐτοῦ, περὶ ὧν οὐ νῦν καιρὸς λέγειν. 9 180

Πάρθους δὲ μετὰ τὸν Κράσσον ἐπιδιαβαίνειν εἰς Συρίαν ὡρμημένους ἀνέκοπτεν Κάσσιος εἰς τὴν ἐπαρχίαν διαφυγών. περιποιησάμενος δὲ αὐτὴν ἐπὶ Ἰουδαίους ἠπείγετο, καὶ Ταριχέας μὲν ἑλὼν εἰς τρεῖς μυριάδας Ἰουδαίων ἀνδραποδίζεται, κτείνει δὲ καὶ Πειθόλαον τοὺς Ἀριστοβούλου στασιαστὰς ἐπισυνιστάντα· τοῦ φόνου δὲ ἦν σύμβουλος Ἀντίπατρος. 181τούτῳ γήμαντι γυναῖκα τῶν ἐπισήμων ἐξ Ἀραβίας Κύπρον τοὔνομα τέσσαρες μὲν υἱεῖς γίνονται, Φασάηλος καὶ βασιλεὺς αὖθις Ἡρώδης, πρὸς οἷς Ἰώσηπος καὶ Φερώρας καὶ Σαλώμη θυγάτηρ. ἐξῳκειωμένος δὲ τοὺς πανταχοῦ δυνατοὺς φιλίαις τε καὶ ξενίαις μάλιστα προσηγάγετο τὸν Ἀράβων βασιλέα διὰ τὴν ἐπιγαμβρίαν, κἀπειδὴ τὸν πρὸς τὸν Ἀριστόβουλον ἀνείλετο πόλεμον, ἐκείνῳ παρακαταθήκην ἔπεμψεν τὰ τέκνα. 182Κάσσιος δὲ κατὰ συνθήκας ἡσυχάζειν Ἀλέξανδρον ἀναγκάσας ἐπὶ τὸν Εὐφράτην ὑπέστρεψεν Πάρθους διαβαίνειν ἀνείρξων, περὶ ὧν ἐν ἑτέροις ἐροῦμεν. 1 183

Καῖσαρ δὲ Πομπηίου καὶ τῆς συγκλήτου φυγόντων ὑπὲρ

-- --

τὸν Ἰόνιον Ῥώμης καὶ τῶν ὅλων κρατήσας ἀνίησι μὲν τῶν δεσμῶν τὸν Ἀριστόβουλον, παραδοὺς δʼ αὐτῷ δύο τάγματα κατὰ τάχος ἔπεμψεν εἰς Συρίαν, ταύτην τε ῥᾳδίως ἐλπίσας καὶ τὰ περὶ τὴν Ἰουδαίαν διʼ αὐτοῦ προσάξεσθαι. 184φθάνει δʼ φθόνος καὶ τὴν Ἀριστοβούλου προθυμίαν καὶ τὰς Καίσαρος ἐλπίδας· φαρμάκῳ γοῦν ἀναιρεθεὶς ὑπὸ τῶν τὰ Πομπηίου φρονούντων μέχρι πολλοῦ μὲν οὐδὲ ταφῆς ἐν τῇ πατρῴᾳ χώρᾳ μετεῖχεν, ἔκειτο δὲ μέλιτι συντηρούμενος νεκρὸς αὐτοῦ, ἕως ὑπʼ Ἀντωνίου Ἰουδαίοις ἐπέμφθη τοῖς βασιλικοῖς μνημείοις ἐνταφησόμενος. 2 185

Ἀναιρεῖται δὲ καὶ υἱὸς αὐτοῦ Ἀλέξανδρος πελέκει ὑπὸ Σκιπίωνος ἐν Ἀντιοχείᾳ Πομπηίου τοῦτʼ ἐπιστείλαντος καὶ γενομένης κατηγορίας πρὸ τοῦ βήματος ὧν Ῥωμαίους ἔβλαψεν. τοὺς δʼ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος Μενναίου παραλαβών, ὃς ἐκράτει τῆς ὑπὸ τῷ Λιβάνῳ Χαλκίδος, Φιλιππίωνα τὸν υἱὸν ἐπʼ αὐτοὺς εἰς Ἀσκάλωνα πέμπει. 186κἀκεῖνος ἀποσπάσας τῆς Ἀριστοβούλου γυναικὸς Ἀντίγονον καὶ τὰς ἀδελφὰς αὐτοῦ πρὸς τὸν πατέρα ἀνήγαγεν. ἁλοὺς δʼ ἔρωτι γαμεῖ τὴν ἑτέραν καὶ μετὰ ταῦτα ὑπὸ τοῦ πατρὸς διʼ αὐτὴν κτείνεται· γαμεῖ γὰρ Πτολεμαῖος τὴν Ἀλεξάνδραν ἀνελὼν τὸν υἱὸν καὶ διὰ τὸν γάμον κηδεμονικώτερος αὐτὸς ἦν πρὸς τοὺς ἀδελφούς. 3 187

Ἀντίπατρος δὲ μετὰ τὴν Πομπηίου τελευτὴν μεταβὰς ἐθεράπευεν Καίσαρα, κἀπειδὴ Μιθριδάτης Περγαμηνὸς μεθʼ ἧς

-- --

ἦγεν ἐπʼ Αἴγυπτον δυνάμεως εἰργόμενος τῶν κατὰ τὸ Πηλούσιον ἐμβολῶν ἐν Ἀσκάλωνι κατείχετο, τούς τε Ἄραβας ξένος ὢν ἔπεισεν ἐπικουρῆσαι καὶ αὐτὸς ἧκεν ἄγων Ἰουδαίων εἰς τρισχιλίους ὁπλίτας. 188παρώρμησεν δὲ καὶ τοὺς ἐν Συρίᾳ δυνατοὺς ἐπὶ τὴν βοήθειαν τόν τε ἔποικον τοῦ Λιβάνου Πτολεμαῖον καὶ Ἰάμβλιχον, διʼ οὓς αἱ ταύτῃ πόλεις ἑτοίμως συνεφήψαντο τοῦ πολέμου. 189καὶ θαρρῶν ἤδη Μιθριδάτης τῇ προσγενομένῃ διʼ Ἀντίπατρον ἰσχύι πρὸς τὸ Πηλούσιον ἐξελαύνει κωλυόμενός τε διελθεῖν ἐπολιόρκει τὴν πόλιν. γίνεται δὲ κἀν τῇ προσβολῇ διασημότατος Ἀντίπατρος· τὸ γὰρ κατʼ αὐτὸν μέρος τοῦ τείχους διαρρήξας πρῶτος εἰσεπήδησεν εἰς τὴν πόλιν μετὰ τῶν σὺν αὐτῷ. 4 190

Καὶ τὸ Πηλούσιον μὲν ἑάλω, πρόσω δʼ αὐτὸν ἰόντα εἶργον αὖθις οἱ τὴν Ὀνίου προσαγορευομένην χώραν κατέχοντες· ἦσαν δὲ Ἰουδαῖοι Αἰγύπτιοι. τούτους Ἀντίπατρος οὐ μόνον μὴ κωλύειν ἔπεισεν, ἀλλὰ καὶ τὰ ἐπιτήδεια τῇ δυνάμει παρασχεῖν· ὅθεν οὐδὲ οἱ κατὰ Μέμφιν ἔτι εἰς χεῖρας ἦλθον, ἑκούσιοι δὲ προσέθεντο Μιθριδάτῃ. 191κἀκεῖνος ἤδη τὸ Δέλτα περιελθὼν συνέβαλλεν τοῖς λοιποῖς Αἰγυπτίοις εἰς μάχην κατὰ χῶρον, ὃς Ἰουδαίων στρατόπεδον καλεῖται. κινδυνεύοντα δʼ αὐτὸν ἐν τῇ παρατάξει σὺν ὅλῳ τῷ δεξιῷ κέρατι ῥύεται περιελθὼν Ἀντίπατρος παρὰ τὸν αἰγιαλὸν τοῦ ποταμοῦ· 192τῶν γὰρ καθʼ ἑαυτὸν ἐκράτει τὸ λαιὸν ἔχων κέρας· ἔπειτα προσπεσὼν τοῖς διώκουσι Μιθριδάτην ἀπέκτεινεν πολλοὺς καὶ μέχρι τοσούτου τοὺς καταλειπομένους ἐδίωξεν ὡς καὶ τὸ στρατόπεδον αὐτῶν ἑλεῖν. ὀγδοήκοντα δὲ μόνους τῶν ἰδίων ἀπέβαλεν, καὶ Μιθριδάτης ἐν τῇ τροπῇ περὶ ὀκτακοσίους. σωθεὶς δʼ αὐτὸς παρʼ ἐλπίδα μάρτυς ἀβάσκανος γίνεται πρὸς Καίσαρα τῶν Ἀντιπάτρου κατορθωμάτων. 5 193

δὲ τότε μὲν τὸν ἄνδρα τοῖς ἐπαίνοις καὶ ταῖς ἐλπίσιν εἰς τοὺς ὑπὲρ αὐτοῦ κινδύνους ἐπέρρωσεν, ἐν οἷς πᾶσιν παραβολώτατος ἀγωνιστὴς γενόμενος καὶ πολλὰ τρωθεὶς ἐφʼ ὅλου σχεδὸν τοῦ σώματος εἶχεν τὰ σημεῖα τῆς ἀρετῆς. 194αὖθις δὲ καταστησάμενος τὰ κατὰ τὴν Αἴγυπτον ὡς ἐπανῆκεν εἰς Συρίαν, πολιτείᾳ τε αὐτὸν τῇ Ῥωμαίων ἐδωρήσατο καὶ ἀτελείᾳ τῆς τε ἄλλης τιμῆς καὶ φιλοφρονήσεως ἕνεκεν ζηλωτὸν ἐποίησεν καὶ τὴν ἀρχιερωσύνην δὲ διʼ αὐτὸν ἐπεκύρωσεν Ὑρκανῷ. 1 195

Κατʼ αὐτὸ δὲ καὶ Ἀντίγονος Ἀριστοβούλου πρὸς τὸν Καίσαρα παρὼν γίνεται παραδόξως Ἀντιπάτρῳ μείζονος προκοπῆς αἴτιος· δέον γὰρ ἀποδύρεσθαι περὶ τοῦ πατρὸς πεφαρμάχθαι δοκοῦντος ἐκ τῶν πρὸς Πομπήιον διαφορῶν καὶ περὶ τἀδελφοῦ τὴν Σκιπίωνος ὠμότητα μέμφεσθαι καὶ μηδὲν εἰς τὸν ἔλεον παραμῖξαι φθονερὸν πάθος, δὲ ἐπὶ τούτοις Ὑρκανοῦ καὶ Ἀντιπάτρου κατηγόρει παρελθών, 196ὡς παρανομώτατα μὲν αὐτὸν μετὰ τῶν ἀδελφῶν πάσης ἀπελαύνοιεν τῆς πατρίου γῆς, πολλὰ δʼ εἰς τὸ ἔθνος αὐτοὶ διὰ κόρον ἐξυβρίζοιεν, καὶ ὅτι τὴν εἰς Αἴγυπτον συμμαχίαν

-- --

οὐκ ἐπʼ εὐνοίᾳ αὐτῷ πέμψειαν, ἀλλὰ κατὰ δέος τῶν πάλαι διαφορῶν καὶ τὴν πρὸς τὸν Πομπήιον φιλίαν ἀποσκευαζόμενοι. 2 197

Πρὸς ταῦτα Ἀντίπατρος ἀπορρίψας τὴν ἐσθῆτα τὸ πλῆθος ἐπεδείκνυεν τῶν τραυμάτων, καὶ περὶ μὲν τῆς εἰς Καίσαρα εὐνοίας οὐκ ἔφη λόγου δεῖν αὐτῷ· κεκραγέναι γὰρ τὸ σῶμα σιωπῶντος· 198Ἀντιγόνου δὲ θαυμάζειν τὴν τόλμαν, εἰ πολεμίου Ῥωμαίων υἱὸς ὢν καὶ Ῥωμαίων δραπέτου καὶ τὸ νεωτεροποιὸς εἶναι καὶ στασιώδης αὐτὸς πατρῷον ἔχων, παρὰ τῷ Ῥωμαίων ἡγεμόνι κατηγορεῖν ἐπικεχείρηκεν ἑτέρων καὶ πειρᾶται τυχεῖν ἀγαθοῦ τινος, δέον ἀγαπᾶν ὅτι ζῇ· καὶ γὰρ νῦν ἐφίεσθαι πραγμάτων οὐ τοσοῦτον διʼ ἀπορίαν, ἀλλʼ ἵνα Ἰουδαίους διαστασιάσῃ παρελθὼν καὶ χρήσηται κατὰ τῶν δόντων ταῖς ἀφορμαῖς. 3 199

Τούτων Καῖσαρ ἀκούσας Ὑρκανὸν μὲν ἀξιώτερον τῆς ἀρχιερωσύνης ἀπεφήνατο, Ἀντιπάτρῳ δὲ δυναστείας αἵρεσιν ἔδωκεν. δʼ ἐπὶ τῷ τιμήσαντι τὸ μέτρον τῆς τιμῆς θέμενος πάσης ἐπίτροπος Ἰουδαίας ἀποδείκνυται καὶ προσεπιτυγχάνει τὰ τείχη τῆς πατρίδος ἀνακτίσαι κατεστραμμένα. 200τὰς μὲν δὴ τιμὰς ταύτας Καῖσαρ ἐπέστελλεν ἐν τῷ Καπετωλίῳ χαραχθῆναι τῆς τε αὐτοῦ δικαιοσύνης σημεῖον καὶ τῆς τἀνδρὸς ἐσομένας ἀρετῆς. 4 201

Ἀντίπατρος δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας εἰς Ἰουδαίαν ὑπέστρεψεν. καὶ πρῶτον μὲν τὸ τεῖχος ἀνεδείματο τῆς πατρίδος ὑπὸ Πομπηίου κατεστραμμένον καὶ τοὺς ἀνὰ τὴν χώραν θορύβους ἐπιὼν κατέστελλεν, ἀπειλητὴς ἅμα καὶ σύμβουλος ὢν ἑκάστοις, ὅτι τὰ μὲν Ὑρκανοῦ φρονοῦντες ἐν ὄλβῳ καὶ καθʼ ἡσυχίαν βιώσονται τῶν τε ἰδίων κτημάτων καὶ κοινῆς εἰρήνης ἀπολαύοντες· 202εἰ δὲ πείθοιντο ταῖς ψυχραῖς ἐλπίσιν τῶν νεωτερίζειν ἐπὶ κέρδεσιν οἰκείοις ἐθελόντων, ὡς αὐτόν τε πειράσουσιν ἀντὶ κηδεμόνος δεσπότην καὶ Ὑρκανὸν ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους γε μὴν καὶ Καίσαρα πολεμίους ἀνθʼ ἡγεμόνων καὶ φίλων· οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ἐκ τῆς ἀρχῆς ὃν αὐτοὶ κατέστησαν. 203ἅμα δὲ ταῦτα λέγων καὶ διʼ αὑτοῦ καθίστατο τὴν χώραν ὁρῶν τὸν Ὑρκανὸν νωθῆ τε καὶ βασιλείας ἀτονώτερον. Φασάηλον μὲν δὴ τῶν παίδων τὸν πρεσβύτατον Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν καθίστησιν, τὸν δὲ μετʼ αὐτὸν Ἡρώδην ἐπὶ τοῖς ἴσοις ἔστειλεν εἰς Γαλιλαίαν κομιδῇ νέον. 5 204

δὲ ὢν φύσει δραστήριος ὕλην εὐθέως εὑρίσκει τῷ φρονήματι. καταλαβὼν οὖν Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῇ Συρίᾳ κατατρέχοντα μετὰ μεγίστου στίφους αὐτόν τε συλλαβὼν ἀποκτείνει καὶ πολλοὺς τῶν λῃστῶν. 205 δὴ μάλιστα τοῖς Σύροις ἡγεῖτο κεχαρισμένον· ὑμνεῖτο γοῦν ἀνά τε τὰς κώμας καὶ ἐν ταῖς πόλεσιν Ἡρώδης ὡς εἰρήνην αὐτοῖς καὶ τὰς κτήσεις ἀνασεσωκώς. γίνεται δʼ ἐκ τούτου καὶ Σέξτῳ Καίσαρι γνώριμος ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διοικοῦντι τὴν Συρίαν. 206πρὸς δὲ

-- --

τὸν ἀδελφὸν εὐδοκιμοῦντα καὶ Φασάηλος ἐφιλοτιμεῖτο τὴν ἀγαθὴν ἔριν τοὺς ἐν τοῖς Ἱεροσολύμοις εὐνουστέρους καθιστάμενος καὶ διʼ αὑτοῦ μὲν ἔχων τὴν πόλιν μηδὲν δὲ ἀπειροκάλως εἰς τὴν ἐξουσίαν ἐξυβρίζων. 207ἐντεῦθεν Ἀντιπάτρῳ θεραπεία τε ἦν ἐκ τοῦ ἔθνους βασιλικὴ καὶ τιμαὶ παρὰ πάντων ὡς δεσπότῃ τῶν ὅλων· οὐ μὴν αὐτὸς τῆς πρὸς Ὑρκανὸν εὐνοίας πίστεώς τι μετεκίνησεν. 6 208

Ἀμήχανον δʼ ἐν εὐπραγίαις φθόνον διαφυγεῖν· Ὑρκανὸς γοῦν ἤδη μὲν καὶ καθʼ ἑαυτὸν ἡσυχῆ πρὸς τὸ κλέος τῶν νεανίσκων ἐδάκνετο, μάλιστα δὲ ἐλύπει τὰ Ἡρώδου κατορθώματα καὶ κήρυκες ἐπάλληλοι τῆς καθʼ ἕκαστον εὐδοξίας προστρέχοντες πολλοὶ δὲ τῶν ἐν τοῖς βασιλείοις βασκάνων ἠρέθιζον, οἷς τὸ τῶν παίδων τὸ Ἀντιπάτρου σωφρονικὸν προσίστατο, 209λέγοντες ὡς Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ παραχωρήσας τῶν πραγμάτων καθέζοιτο τοὔνομα μόνον βασιλέως ἔχων ἔρημον ἐξουσίας. καὶ μέχρι τοῦ πλανηθήσεται καθʼ ἑαυτοῦ βασιλεῖς ἐπιτρέφων; οὐδὲ γὰρ εἰρωνεύεσθαι τὴν ἐπιτροπὴν αὐτοὺς ἔτι, φανεροὺς δὲ εἶναι δεσπότας παρωσαμένους ἐκεῖνον, εἴ γε μήτε ἐντολὰς δόντος μήτε ἐπιστείλαντος αὐτοῦ τοσούτους παρὰ τὸν τῶν Ἰουδαίων νόμον ἀνῄρηκεν Ἡρώδης· ὅν, εἰ μὴ βασιλεύς ἐστιν ἀλλʼ ἔτι ἰδιώτης, δεῖν ἐπὶ δίκην ἥκειν ἀποδώσοντα λόγον αὐτῷ τε καὶ τοῖς πατρίοις νόμοις, οἳ κτείνειν ἀκρίτους οὐκ ἐφιᾶσιν. 7 210

Τούτοις κατὰ μικρὸν Ὑρκανὸς ἐξεκαίετο καὶ τὴν ὀργὴν τελευταῖον ἐκρήξας ἐκάλει κριθησόμενον τὸν Ἡρώδην. δὲ καὶ τοῦ

-- --

πατρὸς παραινοῦντος καὶ τῶν πραγμάτων διδόντων παρρησίαν ἀνῄει φρουραῖς διαλαβὼν πρότερον τὴν Γαλιλαίαν. ᾔει δὲ μετὰ καρτεροῦ στίφους, ὡς μήτε καταλύειν δόξειεν Ὑρκανὸν λαμπρὰν ἄγων δύναμιν μήτε γυμνὸς ἐμπέσοι τῷ φθόνῳ. 211Σέξτος δὲ Καῖσαρ δείσας περὶ τῷ νεανίᾳ, μή τι παρὰ τοῖς ἐχθροῖς ἀποληφθεὶς πάθῃ, πέμπει πρὸς Ὑρκανὸν τοὺς παραγγελοῦντας διαρρήδην ἀπολύειν Ἡρώδην τῆς φονικῆς δίκης. δὲ καὶ ἄλλως ὡρμημένος, ἠγάπα γὰρ Ἡρώδην, ἀποψηφίζεται. 8 212

Καὶ ὃς ὑπολαμβάνων ἄκοντος τοῦ βασιλέως διαφυγεῖν εἰς Δαμασκὸν ἀνεχώρησεν πρὸς Σέξτον παρασκευαζόμενος οὐδὲ αὖθις ὑπακοῦσαι καλοῦντι. καὶ πάλιν οἱ πονηροὶ παρώξυνον τὸν Ὑρκανὸν κατʼ ὀργήν τε οἴχεσθαι τὸν Ἡρώδην λέγοντες καὶ παρεσκευασμένον κατʼ αὐτοῦ· πιστεύων δʼ βασιλεὺς οὐκ εἶχεν τι χρὴ δρᾶν. 213ὡς ἑώρα μείζονα τὸν διάφορον. ἐπεὶ δὲ ὑπὸ Σέξτου Καίσαρος στρατηγὸς ἀνεδείχθη κοίλης Συρίας καὶ Σαμαρείας οὐ μόνον τε κατʼ εὔνοιαν τὴν ἐκ τοῦ ἔθνους ἀλλὰ καὶ δυνάμει φοβερὸς ἦν. εἰς ἔσχατον δέους κατέπεσεν Ὑρκανός, ὅσον οὔπω προσδοκῶν ἐπʼ αὐτὸν ὁρμήσειν μετὰ στρατιᾶς. 9 214

Καὶ οὐ διήμαρτεν τῆς οἰήσεως· γὰρ Ἡρώδης κατʼ ὀργὴν τῆς περὶ τὴν δίκην ἀπειλῆς στρατιὰν ἀθροίσας ἐπὶ Ἱεροσολύμων ἦγεν καταλύσων τὸν Ὑρκανόν. κἂν ἔφθη τοῦτο ποιήσας, εἰ μὴ προεξελθόντες τε πατὴρ καὶ ἀδελφὸς ἔκλασαν αὐτοῦ τὴν ὁρμὴν

-- --

παρακαλοῦντες καὶ αὐτὸν ἀπειλῇ καὶ ἀνατάσει μόνῃ μετρῆσαι τὴν ἄμυναν, φείσασθαι δὲ τοῦ βασιλέως, ὑφʼ οὗ μέχρι τοσαύτης δυνάμεως προῆλθεν· δεῖν τε, εἰ κληθεὶς ἐπὶ δίκην παρώξυνται, καὶ περὶ τῆς ἀφέσεως εὐχαριστεῖν καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπὸν ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχάριστον εἶναι. 215εἰ δὲ δὴ λογιστέον εἴη καὶ πολέμου ῥοπὰς βραβεύεσθαι θεῷ, πλέον εἶναι τῆς στρατείας τὸ ἄδικον. διὸ δὴ καὶ περὶ τῆς νίκης οὐ χρὴ κατὰ πᾶν εὔελπιν εἶναι, μέλλοντά γε συμβαλεῖν βασιλεῖ καὶ συντρόφῳ καὶ πολλάκις μὲν εὐεργέτῃ, χαλεπῷ δὲ οὐδέποτε, πλὴν ὅσον πονηροῖς συμβούλοις χρώμενος ἐπισείσειεν αὐτῷ σκιὰν ἀδικήματος. πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς ἐλπίδας αὔταρκες εἶναι καὶ τὸ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει. 10 216

Κἀν τούτῳ γίνεται περὶ Ἀπάμειαν ταραχὴ Ῥωμαίων καὶ πόλεμος ἐμφύλιος, Καικιλίου μὲν Βάσσου διὰ τὴν εἰς Πομπήιον εὔνοιαν δολοφονήσαντος Σέξτον Καίσαρα καὶ τὴν ἐκείνου δύναμιν παραλαβόντος, τῶν δʼ ἄλλων Καίσαρος στρατηγῶν ἐπὶ τιμωρίᾳ τοῦ φόνου μετὰ δυνάμεως συνελθόντων. 217οἷς καὶ διὰ τὸν ἀνῃρημένον καὶ διὰ τὸν περιόντα Καίσαρα φίλους ὄντας ἀμφοτέρους Ἀντίπατρος διὰ τῶν παίδων ἔπεμψεν συμμαχίαν. μηκυνομένου δὲ τοῦ πολέμου Μοῦρκος μὲν ἀπὸ τῆς Ἰταλίας

-- --

Σέξτου παραγίνεται διάδοχος, 1 218συνίσταται δὲ Ῥωμαίοις κατὰ τοῦτον τὸν καιρὸν μέγας πόλεμος Κασσίου καὶ Βρούτου κτεινάντων δόλῳ Καίσαρα κατασχόντα τὴν ἀρχὴν ἐπʼ ἔτη τρία καὶ μῆνας ἑπτά. μεγίστου δʼ ἐπὶ τῷ φόνῳ γενομένου κινήματος καὶ διαστασιασθέντων τῶν δυνατῶν ἕκαστος ἐλπίσιν οἰκείαις ἐχώρει πρὸς συμφέρειν ὑπελάμβανεν, καὶ δὴ καὶ Κάσσιος εἰς Συρίαν καταληψόμενος τὰς περὶ Ἀπάμειαν δυνάμεις. 219ἔνθα Βάσσῳ τε Μοῦρκον καὶ τὰ διεστῶτα τάγματα διαλλάξας ἐλευθεροῖ μὲν Ἀπάμειαν τῆς πολιορκίας, ἡγούμενος δʼ αὐτὸς τῆς στρατιᾶς ἐπῄει φορολογῶν τὰς πόλεις καὶ παρὰ δύναμιν τὰς εἰσπράξεις ποιούμενος. 2 220

Κελευσθὲν δὲ καὶ Ἰουδαίοις εἰσενεγκεῖν ἑπτακόσια τάλαντα δείσας Ἀντίπατρος τὴν ἀπειλὴν τοῦ Κασσίου τοῖς τε υἱοῖς διεῖλεν εἰσπράττειν τὰ χρήματα καί τισιν ἄλλοις τῶν ἐπιτηδείων κατὰ τάχος, ἐν οἷς καὶ Μαλίχῳ τινὶ τῶν διαφόρων· οὕτως ἤπειγεν ἀνάγκη. 221πρῶτος δʼ ἀπεμειλίξατο Κάσσιον Ἡρώδης τὴν ἑαυτοῦ μοῖραν ἐκ τῆς Γαλιλαίας κομίσας ἑκατὸν τάλαντα καὶ διὰ τοῦτο ἐν τοῖς μάλιστα φίλος ἦν. τοὺς δὲ λοιποὺς εἰς βραδυτῆτα κακίσας αὐταῖς ἐθυμοῦτο ταῖς πόλεσιν. 222Γόφνα γοῦν καὶ Ἀμμαοῦν καὶ δύο ἑτέρας τῶν ταπεινοτέρων ἐξανδραποδισάμενος ἐχώρει μὲν ὡς καὶ Μάλιχον ἀναιρήσων, ὅτι μὴ σπεύσας εἰσέπραξεν, ἐπέσχεν δὲ τὴν τούτου καὶ τὴν τῶν ἄλλων πόλεων ἀπώλειαν Ἀντίπατρος ταχέως ἑκατὸν ταλάντοις θεραπεύσας Κάσσιον.

-- --

3 223

Οὐ μὴν Μάλιχος ἀναχωρήσαντος Κασσίου τῆς χάριτος ἀπεμνημόνευσεν Ἀντιπάτρῳ, κατὰ δὲ τοῦ πολλάκις σωτῆρος ἐπιβουλὴν ἐνεσκευάζετο σπεύδων ἀνελεῖν τὸν ἐμπόδιον αὐτοῦ τοῖς ἀδικήμασιν Ἀντίπατρος δὲ τήν τε ἰσχὺν καὶ τὸ πανοῦργον τἀνδρὸς ὑποδείσας διαβαίνει τὸν Ἰορδάνην στρατὸν ἀθροίσων εἰς τὴν τῆς ἐπιβουλῆς ἄμυναν. 224φωραθεὶς δὲ Μάλιχος ἀναιδείᾳ τῶν Ἀντιπάτρου παίδων περιγίνεται· τόν τε γὰρ Ἱεροσολύμων φρουρὸν Φασάηλον καὶ Ἡρώδην πεπιστευμένον τὰ ὅπλα πολλαῖς ἀπολογίαις καὶ ὅρκοις ἐκγοητεύσας διαλλακτὰς αὐτῷ πρὸς τὸν πατέρα πείθει γίνεσθαι. πάλιν γοῦν ὑπʼ Ἀντιπάτρου σώζεται πείσαντος Μοῦρκον τὸν τότε στρατηγοῦντα Συρίας, ὃς ὥρμητο κτεῖναι Μάλιχον ἐφʼ οἷς ἐνεωτέρισεν. 4 225

Συστάντος δὲ τοῦ πρὸς Κάσσιον καὶ Βροῦτον πολέμου Καίσαρί τε τῷ νέῳ καὶ Ἀντωνίῳ Κάσσιος καὶ Μοῦρκος στρατιὰν ἀθροίσαντες ἐκ τῆς Συρίας, ἐπειδὴ μέγα μέρος εἰς τὰς χρείας Ἡρώδης ἔδοξε, τότε μὲν αὐτὸν Συρίας ἁπάσης ἐπιμελητὴν καθιστᾶσιν δύναμιν πεζήν τε καὶ ἱππικὴν δόντες, μετὰ δὲ τὴν τοῦ πολέμου κατάλυσιν ἀποδείξειν Κάσσιος ὑπέσχετο καὶ Ἰουδαίας βασιλέα. 226συνέβη δʼ Ἀντιπάτρῳ τήν τε ἰσχὺν τοῦ παιδὸς καὶ τὴν ἐλπίδα αἰτίαν ἀπωλείας γενέσθαι· ταῦτα γὰρ δείσας Μάλιχος διαφθείρει τινὰ τῶν βασιλικῶν οἰνοχόων χρήμασιν δοῦναι φάρμακον Ἀντιπάτρῳ. καὶ μὲν ἀγώνισμα τῆς Μαλίχου παρανομίας γενόμενος μετὰ τὸ συμπόσιον θνήσκει τά τε ἄλλα δραστήριος ἀνὴρ ἐν ἀφηγήσει πραγμάτων καὶ τὴν ἀρχὴν ἀνακτησάμενός τε Ὑρκανῷ καὶ διαφυλάξας· 5 227Μάλιχος δὲ καθʼ ὑπόνοιαν τῆς φαρμακείας

-- --

ὀργιζόμενον τὸ πλῆθος ἀρνούμενος ἔπειθεν καὶ δυνατώτερον ἑαυτὸν κατεσκεύαζεν ὁπλίτας συγκροτῶν· οὐ γὰρ ἠρεμήσειν Ἡρώδην ὑπελάμβανεν, ὃς δὴ καὶ παρῆν αὐτίκα στρατὸν ἄγων ἐπὶ τιμωρίᾳ τοῦ πατρός. 228Φασαήλου δὲ τἀδελφοῦ συμβουλεύσαντος αὐτῷ μὴ φανερῶς τὸν ἄνδρα μετιέναι, διαστασιάσειν γὰρ τὸ πλῆθος, τότε μὲν ἀπολογούμενόν τε προσίεται τὸν Μάλιχον καὶ τῆς ὑπονοίας ἀπολύειν ὡμολόγει, λαμπρὰν δὲ πομπὴν ἐπὶ τῷ πατρὶ κηδείας ἐτέλεσεν. 6 229

Τραπεὶς δʼ ἐπὶ Σαμάρειαν στάσει τεταραγμένην κατεστήσατο τὴν πόλιν· ἔπειτα καθʼ ἑορτὴν ὑπέστρεφεν εἰς Ἱεροσόλυμα τοὺς ὁπλίτας ἄγων. καὶ πέμπων Ὑρκανός, ἐνῆγεν γὰρ δεδοικὼς τὴν ἔφοδον Μάλιχος, ἐκώλυεν τοὺς ἀλλοφύλους εἰσαγαγεῖν ἐφʼ ἁγνεύοντας τοὺς ἐπιχωρίους. δὲ τῆς προφάσεως καταφρονήσας καὶ τοῦ προστάσσοντος εἰσέρχεται διὰ νυκτός. 230καὶ πάλιν Μάλιχος προσιὼν ἔκλαιεν Ἀντίπατρον· ἀνθυπεκρίνετο δὲ μόλις Ἡρώδης τὸν θυμὸν ἐπέχων καὶ Κασσίῳ διʼ ἐπιστολῶν τὴν τοῦ πατρὸς ἀναίρεσιν ἀπωδύρετο μισοῦντι καὶ ἄλλως Μάλιχον. δʼ αὐτῷ μετιέναι τὸν φονέα τοῦ πατρὸς ἀντεπιστείλας καὶ τοῖς ὑφʼ ἑαυτὸν χιλιάρχοις λάθρα προσέταξεν Ἡρώδῃ βοηθεῖν εἰς πρᾶξιν δικαίαν. 7 231

Καὶ ἐπειδὴ Λαοδίκειαν ἑλόντος αὐτοῦ συνῇσαν οἱ πανταχόθεν δυνατοὶ δωρεάς τε καὶ στεφάνους φέροντες, Ἡρώδης μὲν τοῦτον

-- --

τῇ τιμωρίᾳ τὸν καιρὸν ἀφώρισεν, Μάλιχος δὲ ὑποπτεύσας, ὡς ἐν Τύρῳ γίνεται, τόν τε υἱὸν ὁμηρεύοντα παρὰ τοῖς Τυρίοις ὑπεξαγαγεῖν ἔγνω λάθρα καὶ αὐτὸς εἰς τὴν Ἰουδαίαν ἀποδρᾶναι παρεσκευάζετο· 232παρώξυνεν δʼ αὐτὸν τῆς σωτηρίας ἀπόγνωσις ἐνθυμεῖσθαι καὶ μείζονα· τό τε γὰρ ἔθνος ἐπαναστήσειν Ῥωμαίοις ἤλπισεν Κασσίου τῷ πρὸς Ἀντώνιον πολέμῳ περισπωμένου καὶ βασιλεύσειν αὐτὸς Ὑρκανὸν καταλύσας εὐμαρῶς. 8 233

Ἐπεγέλα δʼ ἄρα τὸ χρεὼν αὐτοῦ ταῖς ἐλπίσιν. γοῦν Ἡρώδης προϊδόμενος αὐτοῦ τὴν ὁρμὴν τόν τε Ὑρκανὸν κἀκεῖνον ἐπὶ δεῖπνον ἐκάλει, παρεστῶτας ἔπειτα τῶν οἰκετῶν τινας πρὸς αὑτὸν εἰσέπεμψεν ὡς ἐπὶ τὴν τοῦ δείπνου παρασκευήν, τῷ δὲ ὄντι προειπεῖν τοῖς χιλιάρχοις ἐξελθεῖν ἐπὶ τὴν ἐνέδραν. 234κἀκεῖνοι τῶν Κασσίου προσταγμάτων ἀναμνησθέντες ἐπὶ τὸν πρὸ τῆς πόλεως αἰγιαλὸν ἐξῄεσαν ξιφήρεις, ἔνθα περιστάντες τὸν Μάλιχον πολλοῖς τραύμασιν ἀναιροῦσιν. Ὑρκανὸς δὲ παραχρῆμα μὲν λυθεὶς ὑπʼ ἐκπλήξεως ἔπεσεν, μόλις δὲ ἀνενεγκὼν Ἡρώδην διηρώτα, τίς κτείνας εἴη Μάλιχον. 235ἀποκριναμένου δέ τινος τῶν χιλιάρχωντὸ Κασσίου πρόσταγμα”, “Κάσσιος ἄρα, ἔφη, κἀμὲ καὶ τὴν πατρίδα μου σώζει τὸν ἀμφοτέρων ἐπίβουλον ἀνελών.” εἴτε δὲ φρονῶν Ὑρκανὸς οὕτως εἴθʼ ὑπὸ δέους ὁμόσε τῇ πράξει χωρῶν εἶπεν, ἄδηλον ἦν. ἀλλὰ γὰρ Μάλιχον μὲν οὕτως Ἡρώδης μετῆλθεν.

-- --

1 236

Κασσίου δὲ ἀναχωρήσαντος ἐκ Συρίας πάλιν στάσις ἐν Ἱεροσολύμοις γίνεται Ἕλικος μετὰ στρατιᾶς ἐπαναστάντος Φασαήλῳ καὶ κατὰ τὴν ὑπὲρ Μαλίχου τιμωρίαν ἀμύνεσθαι θέλοντος Ἡρώδην εἰς τὸν ἀδελφόν. Ἡρώδης δὲ ἔτυχεν μὲν ὢν παρὰ Φαβίῳ τῷ στρατηγῷ κατὰ Δαμασκόν, ὡρμημένος δὲ βοηθεῖν ὑπὸ νόσου κατείχετο. 237κἀν τούτῳ Φασάηλος καθʼ ἑαυτὸν Ἕλικος περιγενόμενος Ὑρκανὸν ὠνείδιζεν εἰς ἀχαριστίαν ὧν τε Ἕλικι συμπράξειεν, καὶ ὅτι περιορῴη τὸν ἀδελφὸν τὸν Μαλίχου τὰ φρούρια καταλαμβάνοντα· πολλὰ γὰρ δὴ κατείληπτο, καὶ τὸ πάντων ὀχυρώτατον Μασάδαν. 2 238

Οὐ μὴν αὐτῷ τι πρὸς τὴν Ἡρώδου βίαν ἤρκεσεν, ὃς ἀναρρωσθεὶς τά τε ἄλλα παραλαμβάνει κἀκεῖνον ἐκ τῆς Μασάδας ἱκέτην ἀφῆκεν. ἐξήλασεν δὲ καὶ ἐκ τῆς Γαλιλαίας Μαρίωνα τὸν Τυρίων τύραννον ἤδη τρία κατεσχηκότα τῶν ἐρυμάτων, τοὺς δὲ ληφθέντας Τυρίους ἔσωσεν μὲν πάντας, ἦσαν δʼ οὓς καὶ δωρησάμενος ἀπέπεμψεν εὔνοιαν ἑαυτῷ παρὰ τῆς πόλεως καὶ τῷ τυράννῳ μῖσος παρασκευαζόμενος. 239 δὲ Μαρίων ἠξίωτο μὲν τῆς τυραννίδος ὑπὸ Κασσίου τυραννίσιν πᾶσαν διαλαβόντος τὴν Συρίαν, κατὰ δὲ τὸ πρὸς Ἡρώδην ἔχθος συγκατήγαγεν Ἀντίγονον τὸν Ἀριστοβούλου, καὶ τὸ πλέον διὰ Φάβιον, ὃν Ἀντίγονος χρήμασιν προσποιησάμενος βοηθὸν εἶχεν τῆς καθόδου· χορηγὸς δʼ ἦν ἁπάντων κηδεστὴς Πτολεμαῖος Ἀντιγόνῳ. 3 240

Πρὸς οὓς Ἡρώδης ἀντιπαραταξάμενος ἐπὶ τῶν ἐμβολῶν τῆς

-- --

Ἰουδαίας κρατεῖ τῇ μάχῃ καὶ τὸν Ἀντίγονον ἐξελάσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα πᾶσιν ἀγαπητὸς ὢν ἐπὶ τῷ κατορθώματι· καὶ γὰρ οἱ μὴ προσέχοντες πάλαι τότε ᾠκείωντο διὰ τὴν πρὸς Ὑρκανὸν ἐπιγαμίαν αὐτῷ. 241πρότερον μὲν γὰρ ἦκτο γυναῖκα τῶν ἐπιχωρίων οὐκ ἄσημον, Δωρὶς ἐκαλεῖτο, ἐξ ἧς ἐγέννησεν Ἀντίπατρον, τότε δὲ γήμας τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, θυγατριδῆν δὲ Ὑρκανοῦ Μαριάμην οἰκεῖος τῷ βασιλεῖ γίνεται. 4 242

Ἐπεὶ δὲ Κάσσιον περὶ Φιλίππους ἀνελόντες ἀνεχώρησαν εἰς μὲν Ἰταλίαν Καῖσαρ ἐπὶ δὲ τῆς Ἀσίας Ἀντώνιος, πρεσβευομένων τῶν ἄλλων πόλεων πρὸς Ἀντώνιον εἰς Βιθυνίαν ἧκον καὶ Ἰουδαίων οἱ δυνατοὶ κατηγοροῦντες Φασαήλου καὶ Ἡρώδου, βίᾳ μὲν αὐτοὺς κρατεῖν τῶν πραγμάτων, ὄνομα δὲ μόνον περιεῖναι Ὑρκανῷ τίμιον. πρὸς παρὼν Ἡρώδης καὶ τεθεραπευκὼς οὐκ ὀλίγοις Ἀντώνιον χρήμασιν οὕτως διέθηκεν, ὡς μηδὲ λόγου τῶν ἐχθρῶν ἀνασχέσθαι. 5 243καὶ τότε μὲν οὕτως διελύθησαν, αὖθις δὲ οἱ ἐν τέλει Ἰουδαίων ἑκατὸν ἄνδρες ἧκον εἰς τὴν πρὸς Ἀντιόχειαν Δάφνην ἐπʼ Ἀντώνιον ἤδη τῷ Κλεοπάτρας ἔρωτι δεδουλωμένον· οἳ προστησάμενοι τοὺς ἀξιώματι καὶ λόγῳ σφῶν δυνατωτάτους κατηγόρουν τῶν ἀδελφῶν. ὑπήντα δὲ Μεσσάλας ἀπολογούμενος συμπαρεστῶτος Ὑρκανοῦ διὰ τὸ κῆδος. 244καὶ Ἀντώνιος ἀκούσας ἑκατέρων Ὑρκανοῦ διεπυνθάνετο τοὺς ἐπιτηδειοτέρους ὄντας ἄρχειν· τοῦ δὲ τοὺς περὶ τὸν Ἡρώδην προκρίνοντος, ἡσθείς, ἦν γὰρ δὴ καὶ ξένος αὐτοῖς πατρῷος δεχθεὶς ὑπʼ Ἀντιπάτρου φιλοφρόνως ὅτε εἰς τὴν Ἰουδαίαν σὺν Γαβινίῳ παρέβαλλεν, τετράρχας ἀποδείκνυσιν τοὺς ἀδελφοὺς πᾶσαν διοικεῖν τὴν Ἰουδαίαν ἐπιτρέπων.

-- --

6 245

Προσαγανακτούντων δὲ τῶν πρέσβεων πεντεκαίδεκα μὲν συλλαβὼν εἵργνυσιν, οὓς καὶ ἀνελεῖν ὥρμησεν, τοὺς δὲ λοιποὺς μεθʼ ὕβρεως ἀπήλασεν. πρὸς μείζων ἐν τοῖς Ἱεροσολύμοις γίνεται ταραχή· χιλίους γοῦν πάλιν ἔπεμψαν πρέσβεις εἰς Τύρον, ἔνθα διέτριβεν Ἀντώνιος ἐπὶ Ἱεροσολύμων ὡρμημένος. ἐπὶ τούτους κεκραγότας ἐκπέμπει τὸν ἄρχοντα τῶν Τυρίων κολάζειν προστάξας οὓς ἂν λάβῃ, συγκατασκευάζειν δὲ τὴν ἀρχὴν τοῖς ὑπʼ αὐτοῦ κατασταθεῖσιν τετράρχαις. 7 246

Πρὸ δὲ τούτου πολλὰ παρῄνει προελθὼν ἐπὶ τὸν αἰγιαλὸν Ἡρώδης σὺν Ὑρκανῷ μήθʼ ἑαυτοῖς ἀπωλείας αἰτίους μήτε τῇ πατρίδι πολέμου γίνεσθαι φιλονεικοῦντας ἀκρίτως. τῶν δὲ ἔτι μᾶλλον ἀγανακτούντων Ἀντώνιος ἐκπέμψας ὁπλίτας πολλοὺς μὲν ἀπέκτεινεν, πολλοὺς δὲ ἔτρωσεν· ὧν οἵ τε πεσόντες ταφῆς καὶ οἱ τραυματίαι θεραπείας ἠξιώθησαν ὑπὸ Ὑρκανοῦ. 247οὐ μὴν οἱ διαφυγόντες ἠρέμουν, ἀλλὰ τὰ κατὰ τὴν πόλιν συνταράσσοντες παρώξυναν Ἀντώνιον ὥστε καὶ τοὺς δεσμώτας ἀποκτεῖναι. 1 248

Μετὰ δὲ ἔτη δύο Βαζαφράνου τοῦ Πάρθων σατράπου σὺν Πακόρῳ τῷ βασιλέως υἱῷ Συρίαν κατασχόντος Λυσανίας ἀναδεδεγμένος ἤδη τὴν ἀρχὴν τοῦ πατρὸς τελευτήσαντος, Πτολεμαῖος δʼ ἦν οὗτος Μενναίου, πείθει τὸν σατράπην ὑποσχέσει χιλίων ταλάντων καὶ πεντακοσίων γυναικῶν καταγαγεῖν ἐπὶ τὰ βασίλεια τὸν Ἀντίγονον, καταλῦσαι δὲ τὸν Ὑρκανόν. 249τούτοις ὑπαχθεὶς Πάκορος αὐτὸς μὲν ᾔει κατὰ τὴν παράλιον, Βαζαφράνην δὲ διὰ τῆς

-- --

μεσογείου προσέταξεν ἐμβαλεῖν. τῶν δʼ ἐπιθαλαττίων Τύριοι Πάκορον οὐκ ἐδέξαντο καίτοι Πτολεμαιῶν καὶ Σιδωνίων δεδεγμένων. δʼ οἰνοχόῳ τινὶ τῶν βασιλικῶν ὁμωνύμῳ μοῖραν τῆς ἵππου παραδοὺς προεμβαλεῖν ἐκέλευσεν εἰς τὴν Ἰουδαίαν κατασκεψόμενόν τε τὰ τῶν πολεμίων καὶ πρὸς δέοι βοηθήσοντα Ἀντιγόνῳ. 2 250

Τῶν δὲ λῃζομένων τὸν Κάρμηλον πολλοὶ Ἰουδαῖοι συνδραμόντες πρὸς Ἀντίγονον προθύμους ἑαυτοὺς ἐπὶ τὴν εἰσβολὴν παρεῖχον. δὲ αὐτοὺς ἐπὶ τὸν καλούμενον Δρυμὸν προέπεμψεν τὸ χωρίον καταλαβεῖν· ἐν γενομένης συμβολῆς ὠσάμενοι τοὺς πολεμίους καὶ διώξαντες ἐπὶ Ἱεροσολύμων ἔθεον γενόμενοί τε πλείους μέχρι τῶν βασιλείων προῆλθον. 251Ὑρκανοῦ δὲ καὶ Φασαήλου δεξαμένων αὐτοὺς καρτερῷ στίφει μάχη κατὰ τὴν ἀγορὰν συρρήγνυται, καθʼ ἣν τρεψάμενοι τοὺς πολεμίους οἱ περὶ Ἡρώδην κατακλείουσιν εἰς τὸ ἱερὸν καὶ φρουροὺς αὐτῶν ἄνδρας ἑξήκοντα ταῖς πλησίον οἰκίαις ἐγκατέστησαν. 252τούτους μὲν στασιάζων πρὸς τοὺς ἀδελφοὺς λαὸς ἐπελθὼν ἐμπίπρησιν, Ἡρώδης δὲ τοῦ δήμου πολλοὺς κατʼ ὀργὴν τῶν ἀπολωλότων ἀναιρεῖ συμβαλών, καὶ καθʼ ἡμέραν ἐπεκθεόντων ἀλλήλοις κατὰ λόχους φόνος ἦν ἀδιάλειπτος. 3 253

Ἐνστάσης δʼ ἑορτῆς, πεντηκοστὴ καλεῖται, τά τε περὶ τὸ ἱερὸν πάντα καὶ πόλις ὅλη πλήθους τῶν ἀπὸ τῆς χώρας ἀναπίμπλαται τὸ πλέον ὁπλιτῶν. καὶ Φασάηλος μὲν τὸ τεῖχος, Ἡρώδης δʼ οὐ μετὰ πολλῶν ἐφρούρει τὰ βασίλεια· καὶ τοῖς πολεμίοις ἐπεκδραμὼν ἀσυντάκτοις κατὰ τὸ προάστειον πλείστους μὲν ἀναιρεῖ,

-- --

τρέπεται δὲ πάντας καὶ τοὺς μὲν εἰς τὴν πόλιν, τοὺς δὲ εἰς τὸ ἱερόν, τοὺς δὲ εἰς τὸ ἔξω χαράκωμα ἐγκλείει. 254κἀν τούτῳ διαλλακτὴν μὲν Ἀντίγονος παρακαλεῖ Πάκορον εἰσαφεῖναι, Φασάηλος δὲ πεισθεὶς τῇ τε πόλει καὶ ξενίᾳ τὸν Πάρθον εἰσδέχεται μετὰ πεντακοσίων ἱππέων, προφάσει μὲν ἥκοντα τοῦ παῦσαι τὴν στάσιν. 255τὸ δὲ ἀληθὲς Ἀντιγόνῳ βοηθόν. τὸν γοῦν Φασάηλον ἐνεδρεύων ἀνέπεισεν πρὸς Βαζαφράνην πρεσβεύσασθαι περὶ καταλύσεως, καίτοι γε πολλὰ ἀποτρέποντος Ἡρώδου καὶ παραινοῦντος ἀναιρεῖν τὸν ἐπίβουλον, ἀλλὰ μὴ ταῖς ἐπιβουλαῖς ἑαυτὸν ἐκδιδόναι, φύσει γὰρ ἀπίστους εἶναι τοὺς βαρβάρους, ἔξεισιν Ὑρκανὸν παραλαβών, καὶ Πάκορος, ὡς ἧττον ὑποπτεύοιτο, καταλιπὼν παρʼ Ἡρώδῃ τινὰς τῶν καλουμένων Ἐλευθέρων ἱππέων τοῖς λοιποῖς προέπεμψεν Φασάηλον. 4 256

Ὡς δʼ ἐγένοντο κατὰ τὴν Γαλιλαίαν, τοὺς μὲν ἐπιχωρίους ἀφεστῶτας κἀν τοῖς ὅπλοις ὄντας καταλαμβάνουσιν, τῷ σατράπῃ δὲ ἐνετύγχανον πανούργῳ σφόδρα καὶ ταῖς φιλοφρονήσεσιν τὴν ἐπιβουλὴν καλύπτοντι· δῶρα γοῦν δοὺς αὐτοῖς ἔπειτα ἀναχωροῦντας ἐλόχα. 257τοῖς δʼ αἴσθησις γίνεται τῆς ἐπιβουλῆς καταχθεῖσιν εἴς τι τῶν παραθαλασσίων χωρίων, καλεῖται Ἐκδίππων· ἐκεῖ γὰρ τήν τε ὑπόσχεσιν τῶν χιλίων ἤκουσαν ταλάντων καὶ ὡς Ἀντίγονος τὰς πλείστας τῶν παρʼ αὐτοῖς γυναικῶν ἐν ταῖς πεντακοσίαις καθοσιώσειεν Πάρθοις, 258ὅτι τε προλοχίζοιντο μὲν αὐτοῖς αἱ νύκτες

-- --

ὑπὸ τῶν βαρβάρων ἀεί, πάλαι δʼ ἂν καὶ συνελήφθησαν, εἰ μὴ περιέμενον ἐν Ἱεροσολύμοις Ἡρώδην πρότερον λαβεῖν, ὡς μὴ προπυθόμενος τὰ κατʼ αὐτοὺς φυλάξαιτο. ταῦτʼ οὐκέτι λόγος ἦν μόνον, ἀλλὰ καὶ φυλακὰς ἤδη πόρρωθεν ἑαυτῶν ἔβλεπον. 5 259

Οὐ μὴν Φασάηλος καίτοι πολλὰ παραινοῦντος Ὀφελλίου φεύγειν, πέπυστο γὰρ οὗτος παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τότε Σύρων τὴν σύνταξιν τῆς ἐπιβουλῆς ὅλην, καταλιπεῖν Ὑρκανὸν ὑπέμεινεν, ἀλλὰ τῷ σατράπῃ προσελθὼν ἄντικρυς ὠνείδιζεν τὴν ἐπιβουλὴν καὶ μάλισθʼ ὅτι γένοιτο τοιοῦτος χρημάτων ἕνεκεν· πλείω γε μὴν αὐτὸς ὑπὲρ σωτηρίας δώσειν ὧν Ἀντίγονος ὑπὲρ βασιλείας ὑπέσχετο. 260πρὸς ταῦτα πανούργως Πάρθος ἀπολογίαις τε καὶ ὅρκοις ἀποσκευασάμενος τὴν ὑποψίαν ᾤχετο πρὸς Πάκορον. εὐθέως δὲ τῶν καταλειφθέντων Πάρθων οἷς προσετέτακτο Φασάηλόν τε καὶ Ὑρκανὸν συνελάμβανον τά τε ἄλλα πρὸς τὴν ἐπιορκίαν καὶ τὸ ἄπιστον αὐτοῖς καταρωμένους. 6 261

Ἐν δὲ τούτῳ καὶ τὸν Ἡρώδην πεμφθεὶς οἰνοχόος ἐπεβούλευε συλλαβεῖν ἔξω τοῦ τείχους ἀπατήσας προελθεῖν, ὥσπερ ἐντολὰς εἶχεν. δὲ ἀπʼ ἀρχῆς ὑποπτεύων τοὺς βαρβάρους καὶ τότε πεπυσμένος εἰς τοὺς πολεμίους ἐμπεπτωκέναι τὰ μηνύοντα τὴν ἐπιβουλὴν αὐτῷ γράμματα, προελθεῖν οὐκ ἠβούλετο καίτοι

-- --

μάλα ἀξιοπίστως τοῦ Πακόρου φάσκοντος δεῖν αὐτὸν ὑπαντῆσαι τοῖς τὰς ἐπιστολὰς κομίζουσιν· οὔτε γὰρ ἑαλωκέναι τοῖς πολεμίοις αὐτὰς καὶ περιέχειν οὐκ ἐπιβουλήν, ἀλλʼ ὁπόσα διεπράξατο Φασάηλος. 262ἔτυχεν δὲ παρʼ ἄλλων προακηκοὼς τὸν ἀδελφὸν συνειλημμένον, καὶ προσῄει Ὑρκανοῦ θυγάτηρ Μαριάμμη, συνετωτάτη γυναικῶν, καταντιβολοῦσα μὴ προϊέναι μηδʼ ἐμπιστεύειν ἑαυτὸν ἤδη φανερῶς ἐπιχειροῦσι τοῖς βαρβάροις. 7 263

Ἔτι δὲ τῶν περὶ Πάκορον σκεπτομένων, πῶς ἂν κρύφα τὴν ἐπιβουλὴν ἀπαρτίσειαν, οὐ γὰρ ἐκ φανεροῦ οἷόν τε ἦν ἀνδρὸς οὕτω δυνατοῦ περιγενέσθαι, προλαβὼν Ἡρώδης μετὰ τῶν οἰκειοτάτων προσώπων νύκτωρ ἐπὶ Ἰδουμαίας ἐχώρει λάθρα τῶν πολεμίων. 264αἰσθόμενοι δʼ οἱ Πάρθοι κατεδίωκον. κἀκεῖνος τὴν μὲν μητέρα καὶ τοὺς ἀδελφοὺς καὶ τὴν καθωμολογημένην παῖδα μετὰ τῆς μητρὸς καὶ τοῦ νεωτάτου τῶν ἀδελφῶν προστάξας ὁδεύειν αὐτὸς ἀσφαλῶς μετὰ τῶν θεραπόντων ἀνέκοπτε τοὺς βαρβάρους· καὶ πολλοὺς κατὰ πᾶσαν προσβολὴν ἀποκτείνας εἰς Μασάδαν τὸ φρούριον ἠπείγετο. 8 265

Βαρυτέρους δὲ κατὰ τὴν φυγὴν Πάρθων Ἰουδαίους ἐπείρασεν, ἐνοχλήσαντας μὲν διηνεκῶς, ἀπὸ δὲ ἑξήκοντα τῆς πόλεως σταδίων καὶ παραταξαμένους ἐπιεικῶς πολὺν χρόνον. ἔνθα κρατήσας Ἡρώδης καὶ πολλοὺς αὐτῶν ἀποκτείνας αὖθις εἰς μνήμην τοῦ κατορθώματος ἔκτισεν τὸ χωρίον καὶ βασιλείοις πολυτελεστάτοις ἐκόσμησεν καὶ ἀκρόπολιν ὀχυρωτάτην ἀνεδείματο Ἡρώδειόν τε ἐκάλεσεν ἀπὸ ἑαυτοῦ. 266τηνικαῦτά γε μὴν φεύγοντι καθʼ ἡμέραν αὐτῷ προσεγίνοντο πολλοί, καὶ κατὰ Ῥῆσαν γενομένῳ τῆς Ἰδουμαίας Ἰώσηπος ἀδελφὸς ὑπαντήσας συνεβούλευεν τοὺς πολλοὺς τῶν ἑπομένων ἀποφορτίσασθαι· μὴ γὰρ ἂν τοσοῦτον ὄχλον δέξασθαι τὴν Μασάδαν. 267ἦσαν δὲ ὑπὲρ τοὺς ἐνακισχιλίους. πεισθεὶς Ἡρώδης τοὺς μὲν βαρυτέρους τῆς χρείας διαφῆκεν ἀνὰ τὴν Ἰδουμαίαν δοὺς ἐφόδια, μετὰ δὲ τῶν ἀναγκαιοτάτων τοὺς ἀλκιμωτάτους κατασχὼν εἰς τὸ φρούριον διασώζεται. καταλιπὼν δὲ ἐνταῦθα ταῖς γυναιξὶν ὀκτακοσίους φύλακας καὶ διαρκῆ τὰ ἐπιτήδεια πρὸς πολιορκίαν αὐτὸς εἰς τὴν Ἀραβικὴν Πέτραν ἠπείγετο. 9 268

Πάρθοι δʼ ἐν Ἱεροσολύμοις ἐφʼ ἁρπαγὴν τραπόμενοι τῶν φυγόντων εἰς τὰς οἰκίας εἰσέπιπτον καὶ τὸ βασίλειον ἀπεχόμενοι μόνων τῶν Ὑρκανοῦ χρημάτων· ἦν δʼ οὐ πλείω τριακοσίων ταλάντων. ἐπετύγχανον δὲ καὶ τῶν ἄλλων οὐχ ὅσοις ἤλπισαν· γὰρ Ἡρώδης ἐκ πολλοῦ τὴν ἀπιστίαν τῶν βαρβάρων ὑφορώμενος εἰς τὴν Ἰδουμαίαν τὰ λαμπρότατα τῶν κειμηλίων προανεσκεύαστο, καὶ τῶν αὐτῷ προσεχόντων ὁμοίως ἕκαστος. 269Πάρθοι δὲ μετὰ τὰς ἁρπαγὰς ἐπὶ τοσοῦτον ὕβρεως ἐχώρησαν ὡς ἐμπλῆσαι μὲν ἀκηρύκτου πολέμου τὴν χώραν ἅπασαν, ἀνάστατον δὲ ποιῆσαι τὴν Μαρισαίων πόλιν, μὴ μόνον δὲ καταστῆσαι βασιλέα Ἀντίγονον, ἀλλὰ καὶ παραδοῦναι αὐτῷ Φασάηλόν τε καὶ Ὑρκανὸν δεσμώτας αἰκίσασθαι. 270 δὲ Ὑρκανοῦ μὲν προσπεσὼν αὐτὸς τὰ ὦτα λωβᾶται τοῖς ὀδοῦσιν, ὡς μηδὲ αὖθις ἐν μεταβολῇ ποτε δύναιτο τὴν ἀρχιερωσύνην ἀπολαβεῖν· 10 271δεῖ γὰρ ὁλοκλήρους ἀρχιερᾶσθαι· τῆς Φασαήλου δὲ ἀρετῆς ὑστερίζει φθάσαντος πέτρᾳ προσρῆξαι τὴν κεφαλήν, ὡς καὶ σιδήρου καὶ χειρῶν εἴργετο. κἀκεῖνος μὲν Ἡρώδου γνήσιον ἑαυτὸν ἀποδείξας ἀδελφὸν καὶ Ὑρκανὸν ἀγεννέστατον, ἀνδρειότατα θνήσκει ποιησάμενος τὴν καταστροφὴν τοῖς κατὰ τὸν βίον ἔργοις πρέπουσαν· 272κατέχει δὲ καὶ ἄλλος λόγος, ὡς ἀνενέγκαι μὲν ἐκ τῆς τότε πληγῆς, πεμφθεὶς δὲ ἰατρὸς ὑπʼ Ἀντιγόνου θεραπεῦσαι δῆθεν αὐτὸν ἐμπλήσειεν τὸ τραῦμα δηλητηρίων φαρμάκων καὶ διαφθείρειεν αὐτόν. ὁπότερον δʼ ἂν ἀληθὲς , τὴν ἀρχὴν ἔχει λαμπράν. φασὶν γοῦν αὐτὸν καὶ πρὶν ἐκπνεῦσαι πυθόμενον παρὰ γυναίου τινὸς ὡς Ἡρώδης διαπεφεύγοι, “νῦν, εἰπεῖν, εὔθυμος ἄπειμι τὸν μετελευσόμενον τοὺς ἐχθροὺς καταλιπὼν ζῶντα.” 11 273

μὲν οὖν οὕτως τελευτᾷ. Πάρθοι δὲ καίτοι διημαρτηκότες ὧν μάλιστα ἐπεθύμουν γυναικῶν καθιστᾶσιν μὲν ἐν Ἱεροσολύμοις Ἀντιγόνῳ τὰ πράγματα, δεσμώτην δʼ Ὑρκανὸν ἀνάγουσιν εἰς τὴν Παρθυηνήν. 1 274

Ἡρώδης δὲ συντονώτερον ἤλαυνεν εἰς τὴν Ἀραβίαν

-- --

ὡς ἔτι τἀδελφοῦ ζῶντος ἐπειγόμενος χρήματα παρὰ τοῦ βασιλέως λαβεῖν, οἷς μόνοις πείσειν ὑπὲρ Φασαήλου τὴν τῶν βαρβάρων ἤλπιζεν πλεονεξίαν. ἐλογίζετο γάρ, εἰ τῆς πατρῴας φιλίας ἀμνημονέστερος Ἄραψ γένοιτο καὶ τοῦ δοῦναι δωρεὰν μικρολογώτερος, δανείσασθαι παρʼ αὐτοῦ τὰ λύτρα ῥύσιον θεὶς τὸν τοῦ λυτρουμένου παῖδα· 275καὶ γὰρ ἐπήγετο τὸν ἀδελφιδοῦν ὄντα ἐτῶν ἑπτά· τάλαντα δʼ ἦν ἕτοιμος τριακόσια δοῦναι προστησάμενος Τυρίους παρακαλοῦντας. τὸ χρεὼν δʼ ἄρα τὴν αὐτοῦ σπουδὴν ἐφθάκει καὶ Φασαήλου τεθνηκότος εἰς κενὸν Ἡρώδης φιλάδελφος ἦν· οὐ μὴν οὐδὲ παρὰ Ἄραψιν εὑρίσκει φιλίαν οὖσαν. 276 γοῦν βασιλεὺς αὐτῶν Μάλχος προπέμψας ἐκ τῆς χώρας κατὰ τάχος προσέτασσεν ἀναστρέφειν, προφάσει μὲν χρώμενος Πάρθοις, ἐπικηρυκεύσασθαι γὰρ αὐτοὺς ἐκβαλεῖν Ἡρώδην τῆς Ἀραβίας, τῷ δὲ ὄντι κατασχεῖν προαιρούμενος τὰ παρʼ Ἀντιπάτρου χρέα καὶ μηδὲν εἰς τὰς ἐκείνου δωρεὰς ἀντιπαρασχεῖν χρῄζουσιν τοῖς τέκνοις δυσωπεῖσθαι. συμβούλοις δʼ ἐχρῆτο τῆς ἀναιδείας τοῖς ὁμοίως ἀποστερεῖν τὰς Ἀντιπάτρου παρακαταθήκας θέλουσιν· ἦσαν δὲ τῶν περὶ αὐτὸν οἱ δυνατώτατοι. 2 277

Ἡρώδης μὲν δὴ πολεμίους τοὺς Ἄραβας εὑρὼν διʼ φιλτάτους ἤλπισεν καὶ τοῖς ἀγγέλοις ἀποκρινάμενος ὡς ὑπηγόρευε τὸ

-- --

πάθος ὑπέστρεψεν ἐπʼ Αἰγύπτου. καὶ τὴν μὲν πρώτην ἑσπέραν κατά τι τῶν ἐπιχωρίων ἱερὸν αὐλίζεται τοὺς ὑπολειφθέντας ἀναλαβών, τῇ δʼ ἑξῆς εἰς Ῥινοκούρουρα προελθόντι τὰ περὶ τὴν τἀδελφοῦ τελευτὴν ἀπαγγέλλεται. 278προσλαβὼν δὲ πένθους ὅσον ἀπεθήκατο φροντίδων ᾔει προσωτέρω. καὶ δὴ βραδέως Ἄραψ μετανοήσας ἔπεμψεν διὰ τάχους τοὺς ἀνακαλέσοντας τὸν ὑβρισμένον. ἔφθανεν δὲ καὶ τούτους Ἡρώδης εἰς Πηλούσιον ἀφικόμενος, ἔνθα τῆς παρόδου μὴ τυγχάνων ὑπὸ τῶν ἐφορμούντων τοῖς ἡγεμόσιν ἐντυγχάνει· κἀκεῖνοι τήν τε φήμην καὶ τὸ ἀξίωμα τἀνδρὸς αἰδεσθέντες προπέμπουσιν αὐτὸν εἰς Ἀλεξάνδρειαν. 279 δὲ παρελθὼν εἰς τὴν πόλιν ἐδέχθη μὲν λαμπρῶς ὑπὸ Κλεοπάτρας στρατηγὸν ἐλπιζούσης ἕξειν εἰς παρεσκευάζετο· διακρουσάμενος δὲ τὰς παρακλήσεις τῆς βασιλίδος καὶ μήτε τὴν ἀκμὴν τοῦ χειμῶνος ὑποδείσας μήτε τοὺς κατὰ τὴν Ἰταλίαν θορύβους ἐπὶ Ῥώμης ἔπλει. 3 280

Κινδυνεύσας δὲ περὶ Παμφυλίαν καὶ τοῦ φόρτου τὸ πλεῖον ἐκβαλὼν μόλις εἰς Ῥόδον διασώζεται σφόδρα τῷ πρὸς Κάσσιον πολέμῳ τετρυχωμένην, δεχθεὶς ὑπὸ Πτολεμαίου καὶ Σαπφινίου τῶν φίλων. καίπερ δὲ ὢν ἐν ἀπορίᾳ χρημάτων ναυπηγεῖται τριήρη μεγίστην, 281ἐν μετὰ τῶν φίλων εἰς Βρεντέσιον καταπλεύσας κἀκεῖθεν εἰς Ῥώμην ἐπειχθεὶς πρώτῳ διὰ τὴν πατρῴαν φιλίαν ἐνετύγχανεν Ἀντωνίῳ καὶ τάς τε αὐτοῦ καὶ τοῦ γένους συμφορὰς ἐκδιηγεῖτο, ὅτι τε τοὺς οἰκειοτάτους ἐν φρουρίῳ καταλιπὼν πολιορκουμένους διὰ χειμῶνος πλεύσειεν ἐπʼ αὐτὸν ἱκέτης. 4 282

Ἀντωνίου δὲ ἥπτετο πρὸς τὴν μεταβολὴν οἶκτος, καὶ κατὰ μνήμην μὲν τῆς Ἀντιπάτρου ξενίας, τὸ δὲ ὅλον καὶ διὰ τὴν τοῦ παρόντος ἀρετὴν ἔγνω καὶ τότε βασιλέα καθιστᾶν Ἰουδαίων ὃν πρότερον αὐτὸς ἐποίησεν τετράρχην. ἐνῆγεν δὲ οὐκ ἔλαττον τῆς εἰς Ἡρώδην φιλοτιμίας πρὸς Ἀντίγονον διαφορά· τοῦτον γὰρ δὴ στασιώδη τε καὶ Ῥωμαίων ἐχθρὸν ὑπελάμβανεν. 283Καίσαρα μὲν οὖν εἶχεν ἑτοιμότερον αὐτοῦ τὰς Ἀντιπάτρου στρατείας ἀνανεούμενον, ἃς κατʼ Αἴγυπτον αὐτοῦ τῷ πατρὶ συνδιήνεγκεν, τήν τε ξενίαν καὶ τὴν ἐν ἅπασιν εὔνοιαν, ὁρῶντά γε μὴν καὶ τὸ Ἡρώδου δραστήριον· 284συνήγαγεν δὲ τὴν βουλήν, ἐν Μεσσάλας καὶ μετʼ αὐτὸν Ἀτρατῖνος παραστησάμενοι τὸν Ἡρώδην τάς τε πατρῴας εὐεργεσίας καὶ τὴν αὐτοῦ πρὸς Ῥωμαίους εὔνοιαν διεξῄεσαν, ἀποδεικνύντες ἅμα καὶ πολέμιον τὸν Ἀντίγονον οὐ μόνον ἐξ ὧν διηνέχθη τάχιον, ἀλλʼ ὅτι καὶ τότε διὰ Πάρθων λάβοι τὴν ἀρχὴν Ῥωμαίους ὑπεριδών. τῆς δὲ συγκλήτου πρὸς ταῦτα κεκινημένης ὡς παρελθὼν Ἀντώνιος καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον βασιλεύειν Ἡρώδην συμφέρειν ἔλεγεν, ἐπιψηφίζονται πάντες. 285λυθείσης δὲ τῆς βουλῆς Ἀντώνιος

-- --

μὲν καὶ Καῖσαρ μέσον ἔχοντες Ἡρώδην ἐξῄεσαν, προῆγον δὲ σὺν ταῖς ἄλλαις ἀρχαῖς οἱ ὕπατοι θύσοντές τε καὶ τὸ δόγμα ἀναθήσοντες εἰς τὸ Καπετώλιον. τὴν δὲ πρώτην Ἡρώδῃ τῆς βασιλείας ἡμέραν Ἀντώνιος εἱστία. 1 286

Παρὰ δὲ τὸν χρόνον τοῦτον Ἀντίγονος ἐπολιόρκει τοὺς ἐν Μασάδᾳ, τοῖς μὲν ἄλλοις ἐπιτηδείοις διαρκουμένους, σπανίζοντας δὲ ὕδατος· διὸ καὶ Ἰώσηπος ἀδελφὸς Ἡρώδου σὺν διακοσίοις τῶν οἰκείων δρασμὸν ἐβουλεύετο εἰς Ἄραβας ἀκηκοὼς τῶν εἰς Ἡρώδην ἁμαρτημάτων Μάλχῳ μεταμέλειν. 287κἂν ἔφθη καταλιπὼν τὸ φρούριον, εἰ μὴ περὶ τὴν νύκτα τῆς ἐξόδου συνέβη πλεῖστον ὗσαι· τῶν γὰρ ἐκδοχείων ὕδατος ἀναπλησθέντων οὐκέτʼ ἔχρῃζεν φυγῆς, ἀλλʼ ἐπεξῄεσαν ἤδη τοῖς περὶ τὸν Ἀντίγονον καὶ τὰ μὲν φανερῶς συμπλεκόμενοι, τὰ δὲ λοχῶντες συχνοὺς διέφθειρον. οὐ μὴν ἐν ἅπασιν εὐστόχουν, ἔστιν δʼ ὅπου καὶ αὐτοὶ πταίοντες ἀνέστρεφον. 2 288

Κἀν τούτῳ Βεντίδιος Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν μετʼ ἐκείνους εἰς Ἰουδαίαν παρέβαλεν λόγῳ μὲν ὡς βοηθήσων τοῖς περὶ Ἰώσηπον, ἔργῳ δʼ Ἀντίγονον ἀργυριούμενος. 289ἔγγιστα γοῦν Ἱεροσολύμων αὐλισάμενος ὡς ἐνεπλήσθη χρημάτων, αὐτὸς μὲν ἀνεχώρει μετὰ τῆς πλείστης δυνάμεως, Σίλωνα δὲ σὺν μέρει καταλέλοιπεν, ὡς μὴ κατάφωρον τὸ λῆμμα ποιήσειεν πάντας ἀπαναστήσας. Ἀντίγονος δὲ πάλιν ἐλπίζων Πάρθους ἐπαμυνεῖν καὶ Σίλωνα τέως ἐθεράπευεν, ὡς μηδὲν ἐνοχλοίη πρὸ τῆς ἐλπίδος. 3 290

Ἤδη δὲ Ἡρώδης καταπεπλευκὼς ἀπὸ τῆς Ἰταλίας εἰς Πτολεμαΐδα καὶ συναγηοχὼς δύναμιν οὐκ ὀλίγην ξένων τε καὶ ὁμοφύλων ἤλαυνεν διὰ τῆς Γαλιλαίας ἐπʼ Ἀντίγονον συλλαμβανόντων Βεντιδίου καὶ Σίλωνος, οὓς Δέλλιος ὑπʼ Ἀντωνίου πεμφθεὶς Ἡρώδην συγκαταγαγεῖν ἔπεισεν. 291ἐτύγχανεν δὲ Βεντίδιος μὲν ἐν ταῖς πόλεσιν τὰς διὰ Πάρθους ταραχὰς καθιστάμενος, Σίλων δὲ ἐν Ἰουδαίᾳ χρήμασιν ὑπʼ Ἀντιγόνου διεφθαρμένος. οὐ μὴν Ἡρώδης ἰσχύος ἠπόρει, προϊόντι δʼ αὐτῷ καθʼ ἡμέραν ηὐξεῖτο τὰ τῆς δυνάμεως, καὶ πλὴν ὀλίγων πᾶσα Γαλιλαία προσέθετο. 292προύκειτο μὲν οὖν τὸ ἀναγκαιότατον ἀγώνισμα Μασάδα καὶ τὸ ῥύσασθαι πρῶτον τοὺς οἰκείους ἐκ τῆς πολιορκίας, γίνεται δʼ ἐμπόδιον Ἰόππη· ταύτην γὰρ ἐχρῆν πολεμίαν οὖσαν ἐξελεῖν πρότερον, ὡς μὴ χωροῦντος ἐπὶ Ἱεροσολύμων κατὰ νώτου τι τοῖς ἐχθροῖς ἔρυμα καταλείποιτο. συνῆπτεν δὲ καὶ Σίλων ἀσμένως τῆς ἀπαναστάσεως πρόφασιν εὑρών, προσέκειντο Ἰουδαῖοι διώκοντες. ἐπὶ τούτους Ἡρώδης ἐκδραμὼν μετʼ ὀλίγου στίφους τρέπεται ταχέως καὶ Σίλωνα διασώζει κακῶς ἀμυνόμενον. 4 293

Ἔπειτα Ἰόππην ἑλὼν πρὸς τὴν Μασάδα ῥυσόμενος τοὺς οἰκείους ἠπείγετο. καὶ τῶν ἐπιχωρίων οὓς μὲν πατρῴα φιλία προσῆγεν, οὓς δὲ τὸ αὐτοῦ κλέος, οὓς δὲ τῆς ἐξ ἀμφοῖν εὐεργεσίας ἀμοιβή, πλείστους γε μὴν ἐλπὶς ὡς ἐκ βασιλέως βεβαίου,

-- --

δυσκίνητός τε ἤδη δύναμις ἤθροιστο. 294προϊόντα δʼ Ἀντίγονος ἐνήδρευεν τὰ ἐπιτήδεια τῶν παρόδων προλοχίζων, ἐν οἷς οὐδὲν μικρὰ τοὺς πολεμίους ἔβλαπτεν. Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν ῥᾳδίως καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα· συνῆπτε δʼ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες. 5 295

Στρατοπεδευσαμένους δὲ κατὰ τὸ πρὸς δύσιν κλίμα τοῦ ἄστεος οἱ ταύτῃ φύλακες ἐτόξευόν τε καὶ ἐξηκόντιζον αὐτούς, ἄλλοι δὲ κατὰ στῖφος ἐκθέοντες ἀπεπειρῶντο τῶν προτεταγμένων. Ἡρώδης δὲ τὸ μὲν πρῶτον κηρύσσειν περὶ τὸ τεῖχος ἐκέλευεν ὡς ἐπʼ ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοὺς φανεροὺς ἐχθροὺς ἀμυνούμενος, δώσων δὲ καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν. 296ἐπεὶ δὲ ἀντιπαρηγοροῦντες οἱ περὶ τὸν Ἀντίγονον οὔτε κατακούειν τῶν κηρυγμάτων εἴων τινὰς οὔτε μεταβάλλεσθαι, τὸ λοιπὸν ἀμύνεσθαι τοὺς ἀπὸ τοῦ τείχους ἐπέτρεπεν τοῖς σφετέροις· οἱ δὲ ταχέως ἅπαντας ἀπὸ τῶν πύργων ἐτρέψαντο τοῖς βέλεσιν. 6 297

Ἔνθα δὴ καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν· ἐπισκευασάμενος γὰρ πολλοὺς τῶν στρατιωτῶν σπάνιν ἐπιτηδείων ἀναβοᾶν καὶ χρήματα εἰς τροφὰς ἀπαιτεῖν ἀπάγειν τε σφᾶς χειμεριοῦντας εἰς τοὺς ἰδίους τόπους, ἐπειδὴ τὰ περὶ τὴν πόλιν

-- --

ἦν ἔρημα πάντα τῶν περὶ Ἀντίγονον προανεσκευασμένων, ἐκίνει τε τὸ στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο. 298Ἡρώδης δʼ ἐντυγχάνων τοῖς τε ὑπὸ τὸν Σίλωνα ἡγεμόσιν καὶ κατὰ πλῆθος τοῖς στρατιώταις ἐδεῖτο μὴ καταλιπεῖν αὐτὸν ὑπό τε Καίσαρος καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προπεμφθέντα· λύσειν γὰρ αὐθημερὸν αὐτῶν τὰς ἀπορίας. 299καὶ μετὰ τὴν δέησιν εὐθέως ὁρμήσας αὐτὸς εἰς τὴν χώραν τοσαύτην αὐτοῖς ἐπιτηδείων ἀφθονίαν ἐκόμισεν, ὡς πάσας ἀποκόψαι τὰς Σίλωνος προφάσεις, εἴς τε τὰς ἑξῆς ἡμέρας μὴ διαλιπεῖν τὴν χορηγίαν προνοούμενος ἐπέστελλεν τοῖς περὶ Σαμάρειαν, ᾠκείωτο δʼ πόλις αὐτῷ, σῖτον καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα κατάγειν εἰς Ἱεριχοῦντα. 300ταῦτʼ ἀκούσας Ἀντίγονος διέπεμψεν περὶ τὴν χώραν εἴργειν καὶ λοχᾶν τοὺς σιτηγοὺς κελεύων. οἱ δʼ ὑπήκουον, καὶ πολὺ πλῆθος ὁπλιτῶν ὑπὲρ τὴν Ἱεριχοῦντα συνηθροίσθη· διεκαθέζοντο δὲ ἐπὶ τῶν ὀρῶν παραφυλάσσοντες τοὺς τὰ ἐπιτήδεια ἐκκομίζοντας. 301οὐ μὴν Ἡρώδης ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων πέντε δὲ Ἰουδαίων ἦσαν ἔχουσαι καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων, ἐπὶ τὴν Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν καταλελειμμένην εὑρίσκει, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς. 302αὐτοὺς μὲν οὖν ἀπολύει λαβών, Ῥωμαῖοι δʼ εἰσπεσόντες τὸ λοιπὸν ἄστυ διήρπασαν πλήρεις καταλαμβάνοντες τὰς οἰκίας παντοίων κειμηλίων. Ἱεριχοῦντος μὲν οὖν φρουρὰν βασιλεὺς καταλιπὼν ὑπέστρεψεν καὶ χειμεριοῦσαν τὴν Ῥωμαίων στρατιὰν εἰς τὰς προσκεχωρηκυίας διαφῆκεν Ἰδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν. ἐπέτυχεν δὲ καὶ Ἀντίγονος παρὰ τῆς Σίλωνος δωροδοκίας ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον. 1 303

Καὶ Ῥωμαῖοι μὲν ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων, Ἡρώδης δʼ οὐκ ἠρέμει, ἀλλὰ τὴν μὲν Ἰδουμαίαν δισχιλίοις πεζοῖς καὶ τετρακοσίοις ἱππεῦσιν διαλαμβάνει πέμψας τὸν ἀδελφὸν Ἰώσηπον, ὡς μή τι νεωτερισθείη πρὸς Ἀντίγονον αὐτὸς δὲ τὴν μητέρα καὶ ὅσους ἐκ Μασάδας οἰκείους ἐξήγαγεν μεταγαγὼν εἰς Σαμάρειαν καὶ καταστησάμενος ἀσφαλῶς ᾔει τὰ λοιπὰ τῆς Γαλιλαίας καταστρεψόμενος καὶ τὰς Ἀντιγόνου φρουρὰς ἐξελάσων. 2 304

Πρὸς δὲ τὴν Σέπφωριν ἐν νιφετῷ σφοδροτάτῳ διανύσας ἀκονιτὶ παραλαμβάνει τὴν πόλιν πρὸ τῆς ἐφόδου τῶν φυλάκων ἐκφυγόντων. ἔνθα τοὺς ἑπομένους ὑπὸ τοῦ χειμῶνος κακωθέντας ἀναλαβών, πολλὴ δʼ ἦν ἀφθονία τῶν ἐπιτηδείων, ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις ὥρμητο λῃστάς, οἳ πολλὴν τῆς χώρας κατατρέχοντες οὐκ ἐλάττω κακὰ πολέμου διετίθεσαν τοὺς ἐπιχωρίους. 305προπέμψας δὲ πεζῶν τρία τέλη καὶ μίαν ἴλην ἱππέων πρὸς Ἄρβηλα κώμην αὐτὸς μετὰ τεσσαράκοντα ἡμέρας ἐπῆλθεν μετὰ τῆς λοιπῆς δυνάμεως. οὐ μὴν πρὸς τὴν ἔφοδον ἔδεισαν οἱ πολέμιοι, μετὰ δὲ τῶν ὅπλων ἀπήντων ἐμπειρίαν μὲν πολεμικὴν ἔχοντες, τὸ δὲ θράσος λῃστρικόν. 306συμβαλόντες γοῦν τῷ σφετέρῳ δεξιῷ τὸ εὐώνυμον κέρας τῶν Ἡρώδου τρέπονται. περιελθὼν δὲ ταχέως Ἡρώδης ἐκ τοῦ καθʼ

-- --

ἑαυτὸν δεξιοῦ προσεβοήθει καὶ τὸ μὲν οἰκεῖον ἐπέστρεφεν ἐκ τῆς φυγῆς, τοῖς δὲ διώκουσιν ἐμπίπτων ἀνέκοπτεν τὴν ὁρμὴν μέχρι τὰς κατὰ στόμα προσβολὰς μὴ φέροντες ἐξέκλιναν. 3 307

δὲ ἕως Ἰορδάνου κτείνων εἵπετο καὶ πολὺ μὲν αὐτῶν μέρος διέφθειρεν, οἱ λοιποὶ δʼ ὑπὲρ τὸν ποταμὸν ἐσκεδάσθησαν, ὥστε τὴν Γαλιλαίαν ἐκκεκαθάρθαι φόβων, πλὴν καθόσον οἱ τοῖς σπηλαίοις ἐμφωλεύοντες ὑπελείποντο· κἀπὶ τούτοις ἔδει διατριβῆς. 308διὸ δὴ πρῶτον τοῖς στρατιώταις τὰς ἐκ τῶν πεπονημένων ἐπικαρπίας ἀπεδίδου διανέμων ἑκάστῳ δραχμὰς ἑκατὸν πεντήκοντα ἀργυρίου καὶ τοῖς ἡγεμόσιν πολυπλασίονα διέπεμψεν εἰς οὓς ἐχειμέριζον σταθμούς. Φερώρᾳ δὲ τῷ νεωτάτῳ τῶν ἀδελφῶν ἐπέστελλεν τῆς τε ἀγορᾶς αὐτοῖς ποιεῖσθαι πρόνοιαν καὶ τειχίζειν Ἀλεξάνδρειον. κἀκεῖνος ἀμφοτέρων ἐπεμελήθη. 4 309

Ἐν δὲ τούτῳ περὶ μὲν Ἀθήνας διῆγεν Ἀντώνιος, Βεντίδιος δὲ ἐπὶ τὸν πρὸς Πάρθους πόλεμον Σίλωνά τε καὶ Ἡρώδην μετεπέμπετο καταστήσασθαι πρότερον ἐπιστέλλων τὰ περὶ Ἰουδαίαν. Ἡρώδης δὲ ἀσμένως Σίλωνα πρὸς Βεντίδιον ἀπολύσας αὐτὸς ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις ἐστράτευσεν. 310τὰ δὲ σπήλαια ταῦτα πρὸς ἀποκρήμνοις ὄρεσιν ἦν οὐδαμόθεν προσιτά, πλαγίας δὲ ἀνόδους μόνον ἔχοντα στενοτάτας. δὲ κατὰ μέτωπον αὐτῶν πέτρα κατέτεινεν εἰς βαθυτάτας φάραγγας ὄρθιος ἐπιρρέπουσα ταῖς χαράδραις, ὥστε τὸν βασιλέα μέχρι πολλοῦ μὲν ἀπορεῖν πρὸς τὸ ἀμήχανον τοῦ τόπου, τελευταῖον δʼ ἐπινοίᾳ χρήσασθαι σφαλερωτάτῃ. 311τοὺς

-- --

γοῦν ἀλκίμους καθιμῶν ἐν λάρναξιν ἐνίει τοῖς στομίοις, οἱ δὲ ἀπέσφαττόν τε αὐτοὺς σὺν γενεαῖς καὶ πῦρ ἐνίεσαν τοῖς ἀμυνομένοις. βουληθεὶς δὲ ἐξ αὐτῶν καὶ περισῶσαί τινας Ἡρώδης ἐκήρυξεν ἀναχωρεῖν πρὸς αὐτόν. τῶν δὲ ἐθελουσίως μὲν οὐδεὶς προσέθετο, καὶ τῶν βιαζομένων δὲ πολλοὶ τῆς αἰχμαλωσίας προείλοντο θάνατον. 312ἔνθα καὶ τῶν γηραιῶν τις ἑπτὰ παίδων πατὴρ μετὰ τῆς μητρὸς δεομένους τοὺς παῖδας ἐπιτρέψαι σφίσιν ἐξελθεῖν ἐπὶ δεξιᾷ κτείνει τρόπῳ τοιῷδε· καθʼ ἕνα προϊέναι κελεύσας αὐτὸς ἵστατο ἐπὶ τὸ στόμιον καὶ τὸν ἀεὶ προϊόντα τῶν υἱῶν ἀπέσφαττεν. ἐξ ἀπόπτου δὲ Ἡρώδης ἐπιβλέπων τῷ τε πάθει συνείχετο καὶ τῷ πρεσβύτῃ δεξιὰν ὤρεγεν φείσασθαι τῶν τέκνων παρακαλῶν. 313 δὲ πρὸς οὐδὲν ἐνδοὺς τῶν λεγομένων ἀλλὰ καὶ προσονειδίσας τὸν Ἡρώδην εἰς ταπεινότητα ἐπὶ τοῖς παισὶν ἀναιρεῖ καὶ τὴν γυναῖκα καὶ καταβαλὼν κατὰ τοῦ κρημνοῦ τοὺς νεκροὺς τελευταῖον ἑαυτὸν ἔρριψεν. 5 314

Χειροῦται μὲν οὕτως τὰ σπήλαια καὶ τοὺς ἐν αὐτοῖς Ἡρώδης· καταλιπὼν δὲ τοῦ στρατοῦ μοῖραν ὅσην ἀποχρήσειν ὑπελάμβανεν πρὸς τὰς ἐπαναστάσεις καὶ Θολεμαῖον ἐπʼ αὐτῆς ἐπὶ Σαμαρείας ὑπέστρεφεν, ὁπλίτας μὲν τρισχιλίους ἱππεῖς δʼ ἄγων ἑξακοσίους ἐπʼ Ἀντίγονον. 315ἔνθα πρὸς τὴν ἀποχώρησιν αὐτοῦ λαβόντες ἄδειαν οἷς ἔθος ἦν θορυβεῖν τὴν Γαλιλαίαν κτείνουσιν μὲν Θολεμαῖον τὸν στρατηγὸν ἀδοκήτως προσπεσόντες, ἐπόρθουν δὲ τὴν χώραν ποιούμενοι τὰς ἀναφυγὰς εἰς τὰ ἕλη καὶ τὰ δυσερεύνητα τῶν χωρίων. 316πυθόμενος δὲ Ἡρώδης τὴν ἐπανάστασιν διὰ τάχους ἐπεβοήθει καὶ πολὺ μὲν αὐτῶν πλῆθος

-- --

διαφθείρει, τὰ φρούρια δὲ πάντα πολιορκίαις ἐξελὼν ἐπιτίμιον τῆς μεταβολῆς εἰσεπράξατο παρὰ τῶν πόλεων ἑκατὸν τάλαντα. 6 317

Ἤδη δὲ Πάρθων μὲν ἐξεληλαμένων, ἀνῃρημένου δὲ Πακόρου Βεντίδιος ἐπιστείλαντος Ἀντωνίου πέμπει συμμάχους Ἡρώδῃ κατʼ Ἀντιγόνου χιλίους ἱππεῖς καὶ δύο τάγματα. τούτων δὲ τὸν στρατηγὸν Μαχαιρᾶν Ἀντίγονος ἱκέτευσεν διʼ ἐπιστολῶν ἑαυτῷ βοηθὸν ἀφικέσθαι πολλά τε περὶ τῆς Ἡρώδου βίας ἀποδυρόμενος καὶ χρήματα δώσειν ὑπισχνούμενος. 318 δέ, οὐ γὰρ κατεφρόνει τοῦ πέμψαντος ἄλλως τε καὶ πλείονʼ Ἡρώδου διδόντος, εἰς μὲν τὴν προδοσίαν οὐχ ὑπήκουσεν, ὑποκρινόμενος δὲ φιλίαν κατάσκοπος ᾔει τῶν Ἀντιγόνου πραγμάτων Ἡρώδῃ μὴ πεισθεὶς ἀποτρέποντι. 319προαισθόμενος δʼ αὐτοῦ τὴν διάνοιαν Ἀντίγονος τήν τε πόλιν ἀπέκλεισεν καὶ ἀπὸ τῶν τειχῶν ὡς πολέμιον ἠμύνατο, μέχρις αἰδούμενος Μαχαιρᾶς εἰς Ἀμμαοῦντα πρὸς Ἡρώδην ἀναχωρεῖ καὶ πρὸς τὴν διαμαρτίαν θυμούμενος ὅσοις ἐπετύγχανεν Ἰουδαίοις ἀνῄρει, μηδεμίαν τῶν Ἡρωδείων φειδὼ ποιούμενος, ἀλλʼ ὡς Ἀντιγονείοις χρώμενος ἅπασιν. 7 320

Ἐφʼ οἷς χαλεπήνας Ἡρώδης ὥρμησεν μὲν ἀμύνασθαι Μαχαιρᾶν ὡς πολέμιον, κρατήσας δὲ τῆς ὀργῆς ἤλαυνεν πρὸς Ἀντώνιον κατηγορήσων τῆς Μαχαιρᾶ παρανομίας. δʼ ἐν διαλογισμῷ τῶν ἡμαρτημένων γενόμενος ταχέως μεταδιώκει τε τὸν βασιλέα καὶ πολλὰ δεηθεὶς ἑαυτῷ διαλλάττει. 321οὐ μὴν Ἡρώδης ἐπαύσατο τῆς

-- --

πρὸς Ἀντώνιον ὁρμῆς· ἀκηκοὼς δʼ αὐτὸν μετὰ πολλῆς δυνάμεως προσπολεμοῦντα Σαμοσάτοις, πόλις δʼ ἐστὶν Εὐφράτου πλησίον καρτερά, θᾶττον ἠπείγετο τὸν καιρὸν ἐπιτήδειον ὁρῶν πρός τε ἐπίδειξιν ἀνδρείας καὶ τοῦ μᾶλλον ἀρέσασθαι τὸν Ἀντώνιον. 322γίνεται γοῦν ἐπελθὼν τέλος αὐτοῖς τῆς πολιορκίας, πολλοὺς μὲν τῶν βαρβάρων ἀποκτείνας, πολλὴν δὲ ἀποτεμόμενος λείαν, ὥστε τὸν μὲν Ἀντώνιον θαυμάζοντα καὶ πάλαι τῆς ἀρετῆς αὐτὸν τότε μᾶλλον οὕτως ἔχειν καὶ προσθεῖναι πολὺ ταῖς τε ἄλλαις τιμαῖς αὐτοῦ καὶ ταῖς εἰς τὴν βασιλείαν ἐλπίσιν, Ἀντίοχον δὲ τὸν βασιλέα ἀναγκασθῆναι παραδοῦναι τὰ Σαμόσατα. 1 323

Κἀν τούτῳ θραύεται τὰ κατὰ τὴν Ἰουδαίαν Ἡρώδου πράγματα. κατελελοίπει μὲν γὰρ Ἰώσηπον τὸν ἀδελφὸν ἐπὶ τῶν ὅλων παραγγείλας μηδὲν μέχρι τῆς ὑποστροφῆς αὐτοῦ παρακινεῖν πρὸς Ἀντίγονον· οὐ γὰρ δὴ βέβαιον εἶναι Μαχαιρῶν σύμμαχον ἐξ ὧν ἔδρασεν. δὲ ὡς ἤκουσεν ὄντα πορρωτάτω τὸν ἀδελφόν, ἀμελήσας τῶν παραγγελμάτων ἐπὶ Ἱεριχοῦντος ἐχώρει μετὰ πέντε σπειρῶν, ἃς συνέπεμψεν Μαχαιρᾶς· ᾔει δὲ τὸν σῖτον ἁρπάσων ἐν ἀκμῇ τοῦ θέρους. 324ἐπιθεμένων δὲ ἐν τοῖς ὄρεσιν καὶ ταῖς δυσχωρίαις τῶν ἐναντίων αὐτός τε θνήσκει μάλα γενναῖος ἐν τῇ μάχῃ φανείς, καὶ τὸ Ῥωμαϊκὸν πᾶν διαφθείρεται· νεοσύλλεκτοι γὰρ ἦσαν ἐκ τῆς Συρίας αἱ σπεῖραι, καὶ οὐδὲν αὐταῖς ἐνεκέκρατο τῶν πάλαι στρατιωτῶν καλουμένων ἐπαμύνειν τοῖς ἀπείροις πολέμου δυνάμενον. 2 325

Ἀντιγόνῳ δὲ οὐκ ἀπέχρησεν νίκη, προῆλθεν δὲ εἰς τοσοῦτον ὀργῆς, ὥστε καὶ νεκρὸν αἰκίσασθαι τὸν Ἰώσηπον· κρατήσας γοῦν

-- --

τῶν σωμάτων ἀποτέμνει τὴν κεφαλὴν αὐτοῦ, καίτοι πεντήκοντα τάλαντα λύτρον αὐτῆς Φερώρα τἀδελφοῦ διδόντος. 326τὰ δὲ τῆς Γαλιλαίας μετὰ τὴν Ἀντιγόνου νίκην ἐνεωτερίσθη εἰς τοσοῦτον, ὥστε τοὺς τὰ Ἡρώδου φρονοῦντας τῶν δυνατῶν προαγαγόντες εἰς τὴν λίμνην κατέδυσαν οἱ προσέχοντες Ἀντιγόνῳ. μετεβάλλετο δὲ πολλὰ καὶ τῆς Ἰδουμαίας, ἔνθα Μαχαιρᾶς ἀνετείχιζέν τι τῶν ἐρυμάτων, Γιτθὰ καλεῖται. 327τούτων δὲ οὔπω πέπυστο Ἡρώδης· μετὰ γὰρ τὴν Σαμοσάτων ἅλωσιν Ἀντώνιος μὲν καταστήσας ἐπὶ τῆς Συρίας Σόσσιον καὶ προστάξας Ἡρώδῃ βοηθεῖν ἐπʼ Ἀντίγονον αὐτὸς εἰς Αἴγυπτον ἀνεχώρησεν, Σόσσιος δὲ δύο μὲν τάγματα προαπέστειλεν εἰς Ἰουδαίαν Ἡρώδῃ συμμαχῶν, αὐτὸς δὲ μετὰ τῆς λοιπῆς δυνάμεως ἠκολούθει σχεδόν. 3 328

Ὄντι δʼ Ἡρώδῃ κατὰ τὴν πρὸς Ἀντιόχειαν Δάφνην ὄνειροι σαφεῖς τὸν τἀδελφοῦ θάνατον προσημαίνουσιν, καὶ μετὰ ταραχῆς ἐκθορόντι τῆς κοίτης εἰσῄεσαν ἄγγελοι τῆς συμφορᾶς. δὲ ὀλίγον μὲν προσοιμώξας τῷ πάθει, τὸ πλεῖον δὲ τοῦ πένθους ὑπερθέμενος ἐπὶ τοὺς ἐχθροὺς ἠπείγετο ποιούμενος τὴν πορείαν ὑπὲρ δύναμιν. 329καὶ διανύσας ἐπὶ τὸν Λίβανον ὀκτακοσίους μὲν τῶν περὶ τὸ ὄρος προσλαμβάνει συμμάχους, Ῥωμαίων δὲ ἓν τάγμα ταύτῃ συνῆψεν. μεθʼ ὧν οὐ περιμείνας ἡμέραν εἰς τὴν Γαλιλαίαν ἐνέβαλεν τούς τε πολεμίους ὑπαντιάσαντας εἰς καταλελοίπεσαν χωρίον τρέπεται. 330καὶ προσέβαλλεν μὲν συνεχῶς τῷ φρουρίῳ, πρὶν

-- --

δὲ ἑλεῖν χειμῶνι βιασθεὶς χαλεπωτάτῳ ταῖς πλησίον ἐνστρατοπεδεύεται κώμαις. ἐπεὶ δʼ αὐτῷ μετʼ ὀλίγας ἡμέρας καὶ τὸ δεύτερον παρὰ Ἀντωνίου τάγμα συνέμιξεν, δείσαντες τὴν ἰσχὺν οἱ πολέμιοι διὰ νυκτὸς ἐξέλιπον τὸ ἔρυμα. 4 331

Καὶ τὸ λοιπὸν διὰ Ἱεριχοῦντος ᾔει σπεύδων τάχιστα τοὺς τἀδελφοῦ φονεῖς μετελθεῖν· ἔνθα καὶ δαιμόνιόν τι αὐτῷ συμβαίνει τέρας, ἐξ οὗ παρʼ ἐλπίδα σωθεὶς ἀνδρὸς θεοφιλεστάτου δόξαν ἀπηνέγκατο· πολλοὶ μὲν γὰρ αὐτῷ τῶν ἐν τέλει συνειστιάθησαν κατʼ ἐκείνην τὴν ἑσπέραν, διαλυθέντος δὲ τοῦ συμποσίου μετὰ τὸ πάντας ἐξελθεῖν οἶκος εὐθέως συνέπεσεν. 332τοῦτο καὶ κινδύνων καὶ σωτηρίας κοινὸν ἐπὶ τῷ μέλλοντι πολέμῳ κρίνας εἶναι σημεῖον ὑπὸ τὴν ἕω διεκίνει τὴν στρατιάν. καὶ τῶν ἐναντίων εἰς ἑξακισχιλίους ἀπὸ τῶν ὀρῶν κατατρέχοντες ἀπεπειρῶντο τῶν προτεταγμένων, κατὰ χεῖρα μὲν συμπλέκεσθαι τοῖς Ῥωμαίοις οὐ σφόδρα θαρροῦντες, πόρρωθεν δὲ χερμάσιν καὶ παλτοῖς ἔβαλλον, ὥστε συχνοὺς κατατιτρώσκειν. ἐν καὶ αὐτὸς Ἡρώδης παρελαύνων παλτῷ κατὰ τὴν πλευρὰν ἀκοντίζεται. 5 333

Βουλόμενος δὲ Ἀντίγονος μὴ μόνον τόλμῃ τῶν σφετέρων ἀλλὰ καὶ πλήθει περιεῖναι δοκεῖν, Πάππον τινὰ τῶν ἑταίρων μετὰ στρατιᾶς ἐπὶ Σαμάρειαν περιπέμπει. 334τούτῳ μὲν οὖν ἦν Μαχαιρᾶς ἀγώνισμα, Ἡρώδης δὲ τὴν πολεμίαν καταδραμὼν πέντε μὲν πολίχνας καταστρέφεται, δισχιλίους δὲ τῶν ἐν αὐταῖς διαφθείρει καὶ τὰς

-- --

οἰκίας ἐμπρήσας ὑπέστρεψεν ἐπὶ τὸ στρατόπεδον· ηὔλιστο δὲ περὶ τὴν καλουμένην Κανᾶ κώμην. 6 335

Προσεγίνετο δʼ αὐτῷ καθʼ ἡμέραν πολὺ πλῆθος Ἰουδαίων ἔκ τε αὐτῆς Ἱεριχοῦντος καὶ ἐκ τῆς ἄλλης χώρας, οἱ μὲν διὰ μῖσος τὸ πρὸς Ἀντίγονον, οἱ δὲ ἐπὶ τοῖς αὐτοῦ κατορθώμασιν κεκινημένοι· τούς γε μὴν πολλοὺς ἐνῆγεν ἐπιθυμία μεταβολῆς ἄλογος. καὶ μὲν ἠπείγετο συμβαλεῖν, οἱ δὲ περὶ Πάππον οὔτε πρὸς τὸ πλῆθος οὔτε πρὸς τὴν ὁρμὴν ὑποδείσαντες αὐτοῦ προθύμως ἀντεπεξῆλθον. 336γενομένης δὲ τῆς παρατάξεως τὰ μὲν ἄλλα μέρη πρὸς ὀλίγον ἀντέσχεν, Ἡρώδης δὲ κατὰ μνήμην τοῦ φονευθέντος ἀδελφοῦ παραβαλλόμενος, ὡς ἂν τίσαιτο τοὺς αἰτίους τοῦ φόνου, ταχέως τῶν καθʼ ἑαυτὸν ἐκράτει καὶ μετʼ ἐκείνους ἐπὶ τὸ συνεστὸς ἀεὶ τρεπόμενος ἅπαντας διώκει. 337φόνος δʼ ἦν πολύς, τῶν μὲν εἰς τὴν κώμην συνεξωθουμένων ἐξ ἧς ὥρμηντο, τοῦ δὲ προσκειμένου τοῖς ὑστάτοις καὶ κτείνοντος ἀπείρους. συνεισπίπτει δὲ τοῖς πολεμίοις εἴσω, καὶ πᾶσα μὲν ὁπλιτῶν οἰκία νένακτο, τὰ τέγη δʼ ἦν ὕπερθεν ἀμυνομένων κατάπλεα. 338κἀπειδὴ περιῆν τῶν ἔξωθεν, τὰς οἰκήσεις σπαράττων εἷλκεν τοὺς ἔνδοθεν. καὶ τοῖς μὲν πολλοῖς ἐπικατασείων τοὺς ὀρόφους ἀθρόους ἀνῄρει, τοὺς ὑποφεύγοντας δὲ τῶν ἐρειπίων οἱ στρατιῶται ξιφήρεις ἀνεδέχοντο, καὶ τοσοῦτον ἐσωρεύθη νεκρῶν πλῆθος, ὥστε τὰς ὁδοὺς ἀποφραγῆναι τοῖς κρατοῦσιν. 339ταύτην τὴν πληγὴν οὐκ ἤνεγκαν οἱ πολέμιοι· τὸ γοῦν ἐπισυλλεγόμενον αὐτῶν πλῆθος ὡς ἐθεάσατο τοὺς ἀνὰ τὴν κώμην διεφθαρμένους, εἰς φυγὴν διεσκεδάσθη, κἂν εὐθέως τῇ νίκῃ τεθαρρηκὼς Ἡρώδης ἐπὶ Ἱεροσολύμων ἤλασεν, εἰ μὴ χειμῶνι διεκωλύθη σφοδροτάτῳ. τοῦτʼ ἐμπόδιον ἐκείνῳ τε παντελοῦς κατορθώματος καὶ ἥττης Ἀντιγόνῳ κατέστη βουλευομένῳ καταλιπεῖν ἤδη τὴν πόλιν. 7 340

Ἡρώδης δὲ πρὸς ἑσπέραν ἤδη τοὺς φίλους κεκμηκότας ἐπὶ θεραπείᾳ τοῦ σώματος διαφεὶς καὶ αὐτὸς ὡς ἦν ἔτι θερμὸς ἐκ τῶν ὅπλων λουσόμενος ᾔει στρατιωτικώτερον· εἷς γοῦν αὐτῷ παῖς εἵπετο. καὶ πρὶν εἰς τὸ βαλανεῖον εἰσελθεῖν ἐναντίον αὐτοῦ τις ἐκτρέχει τῶν πολεμίων ξιφήρης, ἔπειτα δεύτερος καὶ τρίτος, ἑξῆς δὲ πλείους. 341οὗτοι καταπεφεύγεσαν μὲν ἐκ τῆς παρατάξεως εἰς τὸ βαλανεῖον ὡπλισμένοι, τέως δʼ ὑποπεπτηχότες καὶ διαλανθάνοντες ὡς ἐθεάσαντο τὸν βασιλέα, λυθέντες ὑπʼ ἐκπλήξεως αὐτὸν μὲν παρέτρεχον γυμνὸν ὄντα τρέμοντες, ἐπὶ δὲ τὰς ἐξόδους ἐχώρουν. τῶν μὲν οὖν ἄλλων οὐδεὶς παρῆν κατὰ τύχην συλληψόμενος τοὺς ἄνδρας, Ἡρώδῃ δʼ ἀπέχρη τὸ μηδὲν παθεῖν, ὥστε διαφεύγουσιν πάντες. 8 342

Τῇ δʼ ὑστεραίᾳ Πάππον μὲν τὸν Ἀντιγόνου στρατηγὸν καρατομήσας, ἀνῄρητο δʼ ἐπὶ τῆς παρατάξεως, πέμπει τὴν κεφαλὴν Φερώρᾳ τἀδελφῷ ποινὴν τοῦ φονευθέντος αὐτῶν ἀδελφοῦ· καὶ γὰρ οὗτος ἦν τὸν Ἰώσηπον ἀνελών. 343λωφήσαντος δὲ τοῦ χειμῶνος ἤλαυνεν ἐπὶ Ἱεροσολύμων καὶ μέχρι τοῦ τείχους ἀγαγὼν τὴν δύναμιν, συνήγετο δʼ αὐτῷ τρίτον ἔτος ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀπεδέδεικτο, πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται· ταύτῃ γὰρ ἦν ἐπίμαχον,

-- --

καθʼ καὶ πρὶν εἷλεν Πομπήιος τὴν πόλιν. 344διελὼν δὲ εἰς ἔργα τὴν στρατιὰν καὶ τεμὼν τὰ προάστεια τρία μὲν ἐγείρειν χώματα καὶ πύργους ἐποικοδομεῖν αὐτοῖς κελεύει, καταλιπὼν δὲ τοὺς ἀνυτικωτάτους τῶν ἑταίρων ἐπὶ τῶν ἔργων αὐτὸς εἰς Σαμάρειαν ᾔει τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου μετιὼν θυγατέρα καθωμολογημένην ὡς ἔφαμεν αὐτῷ καὶ πάρεργον ποιούμενος τῆς πολιορκίας τὸν γάμον· ἤδη γὰρ ὑπερηφάνει τοὺς πολεμίους. 9 345

Γήμας δὲ ὑπέστρεψεν ἐπὶ Ἱεροσολύμων μετὰ μείζονος δυνάμεως· συνῆπτε δʼ αὐτῷ καὶ Σόσσιος μετὰ πλείστης στρατιᾶς ἱππέων τε καὶ πεζῶν, ἣν προεκπέμψας διὰ τῆς μεσογείου τὴν πορείαν αὐτὸς διὰ Φοινίκης ἐποιήσατο. 346συναθροισθείσης δὲ τῆς ὅλης δυνάμεως εἰς ἕνδεκα μὲν τέλη πεζῶν, ἱππεῖς δὲ ἑξακισχιλίους δίχα τῶν ἀπὸ Συρίας συμμάχων, οἳ μέρος οὐκ ὀλίγον ἦσαν, καταστρατοπεδεύονται τοῦ βορείου τείχους πλησίον, αὐτὸς μὲν πεποιθὼς τοῖς τῆς συγκλήτου δόγμασιν, διʼ ὧν βασιλεὺς ἀπεδέδεικτο, Σόσσιος δὲ Ἀντωνίῳ τῷ πέμψαντι τὴν ὑπʼ αὐτῷ στρατιὰν Ἡρώδῃ σύμμαχον. 1 347

Τῶν δʼ ἀνὰ τὴν πόλιν Ἰουδαίων τὸ πλῆθος ποικίλως ἐτετάρακτο· καὶ γὰρ περὶ τὸν ναὸν ἀθροιζόμενον τὸ ἀσθενέστερον ἐδαιμονία καὶ πολλὰ θειωδέστερον πρὸς τοὺς καιροὺς ἐλογοποίει, καὶ τῶν τολμηροτέρων κατὰ στῖφος ἦσαν λῃστεῖαι πολύτροποι, μάλιστα τὰ περὶ τὴν πόλιν ἁρπαζόντων ἐπιτήδεια καὶ μήτε ἵπποις μήτε ἀνδράσιν ὑπολειπομένων τροφήν. 348τοῦ γε μὴν μαχίμου τὸ εὐτακτότερον ἐτέτακτο πρὸς ἄμυναν τῆς πολιορκίας τούς τε χωννύντας εἶργον ἀπὸ τοῦ τείχους καὶ τοῖς ὀργάνοις ἀντιμηχανώμενον ἀεί τι κώλυμα καινότερον· ἐν οὐδενὶ δʼ οὕτως ὡς ἐν ταῖς μεταλλείαις περιῆσαν τῶν πολεμίων. 2 349

Τῷ δὲ βασιλεῖ πρὸς μὲν τὰς λῃστείας ἀντεπενοήθησαν λόχοι διʼ ὧν ἀνέστελλεν τὰς διεκδρομάς, πρὸς δὲ τὴν τῶν ἐπιτηδείων ἀπορίαν αἱ πόρρωθεν συγκομιδαί, τῶν δὲ μαχομένων περιῆν τῇ Ῥωμαίων ἐμπειρίᾳ καίτοι τόλμης οὐδεμίαν καταλιπόντων ὑπερβολήν· 350φανερῶς μέν γε συνερρήγνυντο τοῖς Ῥωμαίοις ἐπὶ προύπτῳ τῷ θανεῖν, διὰ δὲ τῶν ὑπονόμων ἐν μέσοις αὐτοῖς ἐξαπίνης ἐφαίνοντο, καὶ πρὶν κατασεισθῆναί τι τοῦ τείχους ἕτερον ἀντωχύρουν· καθόλου τε οὔτε χερσὶν οὔτʼ ἐπινοίαις ἔκαμνον εἰς ἔσχατον ἀντισχεῖν διεγνωκότες. 351ἀμέλει τηλικαύτης δυνάμεως περικαθεζομένης πέντε μησὶν διήνεγκαν τὴν πολιορκίαν, ἕως τῶν Ἡρώδου τινὲς ἐπιλέκτων ἐπιβῆναι τοῦ τείχους θαρσήσαντες εἰσπίπτουσιν εἰς τὴν πόλιν, ἐφʼ οἷς ἑκατοντάρχαι Σοσσίου. πρῶτα δὲ τὰ περὶ τὸ ἱερὸν ἡλίσκετο, καὶ τῆς δυνάμεως ἐπεισχυθείσης πανταχοῦ φόνος ἦν μυρίος, τῶν μὲν Ῥωμαίων τῇ τριβῇ τῆς πολιορκίας διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ μηδὲν ὑπολιπέσθαι σπουδάζοντος ἀντίπαλον. 352ἐσφάττοντο δὲ παμπληθεῖς ἔν τε τοῖς στενωποῖς καὶ κατὰ

-- --

τὰς οἰκίας συνωθούμενοι καὶ τῷ ναῷ προσφεύγοντες· ἦν τε οὔτε νηπίων οὔτε γήρως ἔλεος οὔτε ἀσθενείας γυναικῶν, ἀλλὰ καίτοι περιπέμποντος τοῦ βασιλέως καὶ φείδεσθαι παρακαλοῦντος οὐδεὶς ἐκράτησεν τῆς δεξιᾶς, ἀλλʼ ὥσπερ μεμηνότες πᾶσαν ἡλικίαν ἐπεξῄεσαν. 353ἔνθα καὶ Ἀντίγονος μήτε τῆς πάλαι μήτε τῆς τότε τύχης ἔννοιαν λαβὼν κάτεισιν μὲν ἀπὸ τῆς βάρεως, προσπίπτει δὲ τοῖς Σοσσίου ποσίν. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν ἐπεγέλασέν τε ἀκρατῶς καὶ Ἀντιγόνην ἐκάλεσεν· οὐ μὴν ὡς γυναῖκά γε καὶ φρουρᾶς ἐλεύθερον ἀφῆκεν, ἀλλʼ μὲν δεθεὶς ἐφυλάττετο. 3 354

Πρόνοια δʼ ἦν Ἡρώδῃ κρατοῦντι τῶν πολεμίων τότε κρατῆσαι καὶ τῶν ἀλλοφύλων συμμάχων· ὥρμητο γὰρ τὸ ξενικὸν πλῆθος ἐπὶ θέαν τοῦ τε ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων. δὲ βασιλεὺς τοὺς μὲν παρακαλῶν τοῖς δʼ ἀπειλούμενος ἔστιν δʼ οὓς καὶ τοῖς ὅπλοις ἀνέστειλεν, ἥττης χαλεπωτέραν τὴν νίκην ὑπολαμβάνων, εἴ τι τῶν ἀθεάτων παρʼ αὐτῶν ὀφθείη. 355διεκώλυσεν δὲ ἤδη καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, πολλὰ διατεινόμενος πρὸς Σόσσιον, εἰ χρημάτων τε καὶ ἀνδρῶν τὴν πόλιν Ῥωμαῖοι κενώσαντες καταλείψουσιν αὐτὸν ἐρημίας βασιλέα, καὶ ὡς ἐπὶ τοσούτων πολιτῶν φόνῳ βραχὺ καὶ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἀντάλλαγμα κρίνοι. 356τοῦ δὲ ἀντὶ τῆς πολιορκίας τὰς ἁρπαγὰς δικαίως τοῖς στρατιώταις ἐπιτρέπειν φαμένου, αὐτὸς ἔφη διανεμεῖν ἐκ τῶν ἰδίων χρημάτων τοὺς μισθοὺς ἑκάστοις. οὕτως τε τὴν λοιπὴν ἐξωνησάμενος πατρίδα τὰς ὑποσχέσεις ἐπλήρωσεν· λαμπρῶς μὲν γὰρ ἕκαστον στρατιώτην, ἀναλόγως δὲ τοὺς ἡγεμόνας, βασιλικώτατα δὲ αὐτὸν ἐδωρήσατο Σόσσιον, ὡς μηδένα χρημάτων ἀπελθεῖν δεόμενον. 357Σόσσιος δὲ χρυσοῦν ἀναθεὶς τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱεροσολύμων ἄγων δεσμώτην Ἀντίγονον Ἀντωνίῳ. τοῦτον μὲν οὖν φιλοψυχήσαντα μέχρις ἐσχάτου διὰ ψυχρᾶς ἐλπίδος ἄξιος τῆς ἀγεννείας πέλεκυς ἐκδέχεται. 4 358βασιλεὺς δὲ Ἡρώδης διακρίνας τὸ κατὰ τὴν πόλιν πλῆθος τοὺς μὲν τὰ αὐτοῦ φρονήσαντας εὐνουστέρους ταῖς τιμαῖς καθίστατο, τοὺς δʼ Ἀντιγονείους ἀνῄρει. καὶ κατὰ σπάνιν ἤδη χρημάτων ὅσον εἶχεν κόσμον κατανομιστεύσας Ἀντωνίῳ καὶ τοῖς περὶ αὐτὸν ἀνέπεμψεν. 359οὐ μὴν εἰς ἅπαν ἐξωνήσατο τὸ μηδὲν παθεῖν· ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσιν τῆς ἐπιθυμίας, Κλεοπάτρα δὲ διεξελθοῦσα τὴν γενεὰν τὴν ἑαυτῆς ὡς μηδένα τῶν ἀφʼ αἵματος ὑπολείπεσθαι, 360τὸ λοιπὸν ἐπὶ τοὺς ἔξωθεν ἐφόνα, καὶ τοὺς ἐν τέλει Σύρων διαβάλλουσα πρὸς τὸν Ἀντώνιον ἀναιρεῖν ἔπειθεν ὡς ἂν τῶν κτήσεων ἑκάστου ῥᾳδίως γινομένη δεσπότις, ἔτι δὲ ἐκτείνουσα τὴν πλεονεξίαν ἐπὶ Ἰουδαίους καὶ Ἄραβας ὑπειργάζετο τοὺς ἑκατέρων βασιλεῖς Ἡρώδην καὶ Μάλχον ἀναιρεθῆναι. 5 361

Ἐν μέρει γοῦν τῶν προσταγμάτων ἐπινήψας Ἀντώνιος τὸ κτεῖναι μὲν ἄνδρας ἀγαθοὺς καὶ βασιλεῖς τηλικούτους ἀνόσιον ἡγήσατο, τὸ δὲ τούτων ἔγγιον φίλους διεκρούσατο, πολλὰ δὲ τῆς χώρας αὐτῶν ἀποτεμόμενος καὶ δὴ καὶ τὸν ἐν Ἱεριχοῦντι φοινικῶνα, ἐν γεννᾶται τὸ βάλσαμον, δίδωσιν αὐτῇ πόλεις τε πλὴν Τύρου καὶ Σιδῶνος τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πάσας. 362ὧν γενομένη κυρία καὶ προπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπιστρατεύοντα Πάρθοις ἦλθεν εἰς Ἰουδαίαν διʼ Ἀπαμείας καὶ Δαμασκοῦ. κἀνταῦθα μεγάλαις μὲν αὐτῆς τὴν δυσμένειαν δωρεαῖς Ἡρώδης ἐκμειλίσσεται, μισθοῦται δὲ καὶ τὰ τῆς βασιλείας ἀπορραγέντα χωρία διακοσίων ταλάντων εἰς ἕκαστον ἐνιαυτόν, προπέμπει δʼ αὐτὴν μέχρι Πηλουσίου πάσῃ θεραπείᾳ καταχρώμενος. 363καὶ μετʼ οὐ πολὺ παρῆν ἐκ Πάρθων Ἀντώνιος ἄγων αἰχμάλωτον Ἀρταβάζην τὸν Τιγράνου παῖδα δῶρον Κλεοπάτρᾳ· μετὰ γὰρ τῶν χρημάτων καὶ τῆς λείας ἁπάσης Πάρθος εὐθὺς ἐχαρίσθη. 1 364

Τοῦ δʼ Ἀκτιακοῦ πολέμου συνερρωγότος παρεσκεύαστο μὲν Ἡρώδης Ἀντωνίῳ συνεξορμᾶν ἤδη τῶν τε ἄλλων τῶν κατὰ Ἰουδαίαν ἀπηλλαγμένος θορύβων καὶ κεκρατηκὼς Ὑρκανίας, δὴ χωρίον Ἀντιγόνου κατεῖχεν ἀδελφή. 365διεκλείσθη γε μὴν πανούργως ὑπὸ τῆς Κλεοπάτρας συμμετασχεῖν τῶν κινδύνων Ἀντωνίῳ· τοῖς γὰρ βασιλεῦσιν, ὡς ἔφαμεν, ἐπιβουλεύουσα πείθει τὸν Ἀντώνιον Ἡρώδῃ διαπιστεῦσαι τὸν πρὸς Ἄραβας πόλεμον, ἵνʼ κρατήσαντος Ἀραβίας κρατηθέντος Ἰουδαίας γένηται δεσπότις καὶ θατέρῳ τῶν δυναστῶν καταλύσῃ τὸν ἕτερον. 2 366

Ἔρρεψεν μέντοι καθʼ Ἡρώδην τὸ βούλευμα· πρῶτον μὲν γὰρ ῥύσια κατὰ τῶν πολεμίων ἄγων καὶ πολὺ συγκροτήσας ἱππικὸν ἐπαφίησιν αὐτοῖς περὶ Διόσπολιν ἐκράτησέν τε καίτοι καρτερῶς

-- --

ἀντιπαραταξαμένων. πρὸς δὲ τὴν ἧτταν μέγα γίνεται κίνημα τῶν Ἀράβων, καὶ συναθροισθέντες εἰς Κάναθα τῆς κοίλης Συρίας ἄπειροι τὸ πλῆθος τοὺς Ἰουδαίους ἔμενον. 367ἔνθα μετὰ τῆς δυνάμεως Ἡρώδης ἐπελθὼν ἐπειρᾶτο προμηθέστερον ἀφηγεῖσθαι τοῦ πολέμου καὶ στρατόπεδον ἐκέλευε τειχίζειν. οὐ μὴν ὑπήκουσεν τὸ πλῆθος, ἀλλὰ τῇ προτέρᾳ νίκῃ τεθαρρηκότες ὥρμησαν ἐπὶ τοὺς Ἄραβας καὶ πρὸς μὲν τὴν πρώτην ἐμβολὴν τραπέντας ἐδίωκον, ἐπιβουλεύεται δὲ Ἡρώδης ἐν τῇ διώξει τοὺς ἐκ τῶν Κανάθων ἐπιχωρίους ἀνέντος Ἀθηνίωνος, ὃς ἦν αὐτῷ τῶν Κλεοπάτρας στρατηγῶν αἰεὶ διάφορος· 368πρὸς γὰρ τὴν τούτων ἐπίθεσιν ἀναθαρρήσαντες οἱ Ἄραβες ἐπιστρέφονται καὶ συνάψαντες τὸ πλῆθος περὶ πετρώδη καὶ δύσβατα χωρία τοὺς Ἡρώδου τρέπονται πλεῖστόν τε αὐτῶν φόνον εἰργάσαντο. οἱ δὲ διασωθέντες ἐκ τῆς μάχης εἰς Ὄρμιζα καταφεύγουσιν, ὅπου καὶ τὸ στρατόπεδον αὐτῶν περισχόντες αὔτανδρον εἷλον οἱ Ἄραβες. 3 369

Μετʼ οὐ πολὺ δὲ τῆς συμφορᾶς βοήθειαν ἄγων Ἡρώδης παρῆν τῆς χρείας ὑστέραν. ταύτης τῆς πληγῆς αἴτιον αὐτῷ τὸ τῶν ταξιάρχων ἀπειθὲς κατέστη· μὴ γὰρ ἐξαπιναίου τῆς συμβολῆς γενομένης οὐδʼ ἂν Ἀθηνίων εὗρεν καιρὸν ἐπιβουλῆς. ἐτιμωρήσατο μέντοι τοὺς Ἄραβας αὖθις ἀεὶ τὴν χώραν κατατρέχων, ὡς ἀνακαλέσασθαι τὴν μίαν αὐτοῖς νίκην πολλάκις. 370ἀμυνομένῳ δὲ τοὺς ἐχθροὺς ἐπιπίπτει συμφορὰ δαιμόνιος ἄλλη, κατʼ ἔτος μὲν τῆς

-- --

βασιλείας ἕβδομον, ἀκμάζοντος δὲ τοῦ Ἀκτίου πολέμου. ἀρχομένου γὰρ ἔαρος γῆ σεισθεῖσα βοσκημάτων μὲν ἄπειρον πλῆθος ἀνθρώπων δὲ τρεῖς διέφθειρεν μυριάδας, τὸ δὲ στρατιωτικὸν ἔμεινεν ἀβλαβές· ὕπαιθρον γὰρ ηὐλίζετο. 371κἀν τούτῳ τοὺς Ἄραβας ἐπὶ μεῖζον θράσος ἦρεν φήμη προσλογοποιοῦσα τοῖς σκυθρωποῖς ἀεί τι χαλεπώτερον· ὡς γοῦν ἁπάσης Ἰουδαίας κατερριμμένης οἰηθέντες ἐρήμου τῆς χώρας κρατήσειν ὥρμησαν εἰς αὐτὴν προθυσάμενοι τοὺς πρέσβεις, οἳ παρὰ Ἰουδαίων ἔτυχον ἥκοντες πρὸς αὐτούς. 372πρὸς δὲ τὴν ἐμβολὴν καταπλαγὲν τὸ πλῆθος καὶ μεγέθει συμφορῶν ἐπαλλήλων ἔκλυτον συναγαγὼν Ἡρώδης ἐπειρᾶτο παρορμᾶν ἐπὶ τὴν ἄμυναν λέγων τοιάδε· 4 373

Παραλογώτατά μοι δοκεῖ τὸ παρὸν ὑμῶν καθάπτεσθαι δέος· πρὸς μέν γε τὰς δαιμονίους πληγὰς ἀθυμεῖν εἰκὸς ἦν, τὸ δʼ αὐτὸ καὶ πρὸς ἀνθρωπίνην ἔφοδον πάσχειν ἀνάνδρων. ἐγὼ γὰρ τοσοῦτον ἀποδέω κατεπτηχέναι τοὺς πολεμίους μετὰ τὸν σεισμόν, ὥσθʼ ὑπολαμβάνειν τὸν θεὸν Ἄραψιν δέλεαρ τοῦτο καθεικέναι τοῦ δοῦναι δίκας ἡμῖν· οὐ γὰρ τοσοῦτον ὅπλοις χερσὶν πεποιθότες ὅσον ταῖς αὐτομάτοις ἡμῶν συμφοραῖς ἧκον· σφαλερὰ δʼ ἐλπὶς οὐκ ἐξ οἰκείας ἰσχύος ἀλλʼ ἐξ ἀλλοτρίας ἠρτημένη κακοπραγίας. 374οὔτε δὲ τὸ δυστυχεῖν οὔτε τοὐναντίον ἐν ἀνθρώποις βέβαιον, ἀλλʼ

-- --

ἔστιν ἰδεῖν ἐπαμειβομένην εἰς ἑκάτερα τὴν τύχην. καὶ τοῦτο μάθοιτʼ ἂν ἐξ οἰκείων ὑποδειγμάτων· τῇ γοῦν προτέρᾳ μάχῃ κρατούντων ἐκράτησαν ἡμῶν οἱ πολέμιοι, καὶ κατὰ τὸ εἰκὸς νῦν ἁλώσονται κρατήσειν δοκοῦντες· τὸ μὲν γὰρ ἄγαν πεποιθὸς ἀφύλακτον, οἱ φόβοι δὲ διδάσκουσιν προμήθειαν· ὥστε ἔμοιγε κἀκ τοῦ δεδοικότος ὑμῶν παρίσταται θαρρεῖν. 375ὅτε γὰρ ἐθρασύνεσθε πέρα τοῦ δέοντος καὶ κατὰ τῶν ἐχθρῶν παρὰ τὴν ἐμὴν γνώμην ἐξωρμήσατε, καιρὸν ἔσχεν Ἀθηνίωνος ἐνέδρα· νυνὶ δὲ ὄκνος ὑμῶν καὶ τὸ δοκοῦν ἄθυμον ἀσφάλειαν ἐμοὶ νίκης ἐγγυᾶται. 376χρὴ μέντοι γε μέχρι τοῦ μέλλειν οὕτως ἔχειν, ἐν δὲ τοῖς ἔργοις ἐγεῖραι τὰ φρονήματα καὶ πεῖσαι τοὺς ἀσεβεστάτους, ὡς οὔτʼ ἀνθρώπειόν τι κακὸν οὔτε δαιμόνιον ταπεινώσει ποτὲ τὴν Ἰουδαίων ἀνδραγαθίαν, ἐφʼ ὅσον τὰς ψυχὰς ἔχουσιν, οὐδὲ περιόψεταί τις Ἄραβα τῶν ἑαυτοῦ ἀγαθῶν δεσπότην γενόμενον, ὃν παρʼ ὀλίγον πολλάκις αἰχμάλωτον ἔλαβεν. 377μηδʼ ὑμᾶς ταρασσέτω τὰ τῶν ἀψύχων κινήματα μηδʼ ὑπολαμβάνετε τὸν σεισμὸν ἑτέρας συμφορᾶς τέρας γεγονέναι· φυσικὰ γὰρ τὰ τῶν στοιχείων πάθη καὶ οὐδὲν ἀνθρώποις πλέον τὴν ἐν ἑαυτοῖς βλάβην ἐπιφέρεται· λοιμοῦ μὲν γὰρ καὶ λιμοῦ καὶ τῶν χθονίων βρασμῶν προγένοιτʼ ἄν τι σημεῖον βραχύτερον, αὐτὰ δὲ ταῦτα περιγραφὴν ἔχει τὸ μέγεθος· ἐπεὶ τί δύναται μεῖζον ἡμᾶς

-- --

τοῦ σεισμοῦ βλάψαι καὶ κρατήσας πόλεμος; 378τέρας μέντοι μέγιστον ἁλώσεως γέγονεν τοῖς ἐχθροῖς οὐκ αὐτομάτως οὐδὲ διὰ χειρὸς ἀλλοτρίας, οἳ πρέσβεις ἡμετέρους παρὰ τὸν πάντων ἀνθρώπων νόμον ὠμῶς ἀπέκτειναν καὶ τοιαῦτα τῷ θεῷ θύματα περὶ τοῦ πολέμου κατέστεψαν. ἀλλʼ οὐ διαφεύξονται τὸν μέγαν ὀφθαλμὸν αὐτοῦ καὶ τὴν ἀνίκητον δεξιάν, δώσουσιν δʼ ἡμῖν αὐτίκα δίκας, ἂν τοῦ πατρίου φρονήματος ἤδη σπάσαντες τιμωροὶ τῶν παρεσπονδημένων ἀναστῶμεν. 379ἴτω τις οὐχ ὑπὲρ γυναικὸς οὐδʼ ὑπὲρ τέκνων οὐδʼ ὑπὲρ κινδυνευούσης πατρίδος, ἀλλʼ ὑπὲρ τῶν πρέσβεων ἀμυνόμενος· ἐκεῖνοι στρατηγήσουσιν τοῦ πολέμου τῶν ζώντων ἄμεινον. προκινδυνεύσω δὲ κἀγὼ χρώμενος ὑμῖν πειθηνίοις· εὖ γὰρ ἴστε τὴν ἑαυτῶν ἀνδρείαν ἀνυπόστατον, ἐὰν μὴ προπετείᾳ τινὶ βλαβῆτε.” 5 380

Τούτοις παρακροτήσας τὸν στρατὸν ὡς ἑώρα προθύμους, ἔθυεν τῷ θεῷ καὶ μετὰ τὴν θυσίαν διέβαινεν τὸν Ἰορδάνην ποταμὸν μετὰ τῆς δυνάμεως. στρατοπεδευσάμενος δὲ περὶ Φιλαδέλφειαν ἐγγὺς τῶν πολεμίων περὶ τοῦ μεταξὺ φρουρίου πρὸς αὐτοὺς ἠκροβολίζετο βουλόμενος ἐν τάχει συμβαλεῖν· ἔτυχον γὰρ κἀκεῖνοί τινας προπεπομφότες τοὺς καταληψομένους τὸ ἔρυμα. 381τούτους μὲν οὖν ἀπεκρούσαντο ταχέως οἱ πεμφθέντες ὑπὸ τοῦ βασιλέως καὶ τὸν λόφον κατέσχον, αὐτὸς δὲ καθʼ ἡμέραν προάγων τὴν δύναμιν εἰς μάχην παρετάσσετο καὶ προεκαλεῖτο τοὺς Ἄραβας. ὡς δʼ

-- --

οὐδεὶς ἐπεξῄει, δεινὴ γάρ τις αὐτοὺς κατάπληξις εἶχε καὶ πρὸ τοῦ πλήθους στρατηγὸς Ἔλθεμος αὖος ἦν τῷ δέει, προσελθὼν ἐσπάραττεν αὐτῶν τὸ χαράκωμα. 382κἀν τούτῳ συναναγκασθέντες ἐξίασιν ἐπὶ τὴν μάχην ἄτακτοι καὶ πεφυρμένοι τοῖς ἱππεῦσιν οἱ πεζοί. πλήθει μὲν οὖν τῶν Ἰουδαίων περιῆσαν, ἐλείποντο δὲ ταῖς προθυμίαις καίτοι διὰ τὴν ἀπόγνωσιν τῆς νίκης ὄντες καὶ αὐτοὶ παράβολοι. 6 383

Διὸ μέχρι μὲν ἀντεῖχον οὐ πολὺς ἦν αὐτῶν φόνος, ὡς δʼ ὑπέδειξαν τὰ νῶτα, πολλοὶ μὲν ὑπὸ τῶν Ἰουδαίων πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν συμπατούμενοι διεφθείροντο· πεντακισχίλιοι γοῦν ἔπεσον ἐν τῇ τροπῇ, τὸ δὲ λοιπὸν πλῆθος ἔφθη συνωσθὲν εἰς τὸ χαράκωμα. τούτους περισχὼν ἐπολιόρκει, καὶ μέλλοντας ἁλώσεσθαι τοῖς ὅπλοις προκατήπειγεν δίψα τῶν ὑδάτων ἐπιλειπόντων. 384ὑπερηφάνει δὲ πρεσβευομένους βασιλεὺς καὶ λύτρα διδόντων πεντακόσια τάλαντα μᾶλλον ἐνέκειτο. τοῦ δὲ δίψους ἐκκαίοντος ἐξιόντες κατὰ πλῆθος ἐνεχείριζον σφᾶς αὐτοὺς τοῖς Ἰουδαίοις ἑκόντες, ὡς πέντε μὲν ἡμέραις τετρακισχιλίους δεθῆναι, τῇ δʼ ἕκτῃ τὸ λειπόμενον πλῆθος ὑπʼ ἀπογνώσεως ἐξελθεῖν ἐπὶ μάχην· οἷς συμβαλὼν Ἡρώδης πάλιν εἰς ἑπτακισχιλίους κτείνει. 385τηλικαύτῃ πληγῇ τὴν Ἀραβίαν ἀμυνάμενος καὶ σβέσας τῶν ἀνδρῶν τὰ φρονήματα προύκοψεν ὥστε καὶ προστάτης ὑπὸ τοῦ ἔθνους αἱρεθῆναι. 1 386

Μεταλαμβάνει δὲ αὐτὸν εὐθέως περὶ τῶν ὅλων πραγμάτων φροντὶς διὰ τὴν πρὸς Ἀντώνιον φιλίαν Καίσαρος περὶ Ἄκτιον νενικηκότος. παρεῖχεν μέντοι δέους πλέον ἔπασχεν·

-- --

οὔπω γὰρ ἑαλωκέναι Καῖσαρ Ἀντώνιον ἔκρινεν Ἡρώδου συμμένοντος. 387 γε μὴν βασιλεὺς ὁμόσε χωρῆσαι τῷ κινδύνῳ διέγνω, καὶ πλεύσας εἰς Ῥόδον, ἔνθα διέτριβεν Καῖσαρ, πρόσεισιν αὐτῷ δίχα διαδήματος, τὴν μὲν ἐσθῆτα καὶ τὸ σχῆμα ἰδιώτης, τὸ δὲ φρόνημα βασιλεύς· μηδὲν γοῦν τῆς ἀληθείας ὑποστειλάμενος ἄντικρυς εἶπεν· 388ἐγώ, Καῖσαρ, ὑπὸ Ἀντωνίου βασιλεὺς γενόμενος ἐν πᾶσιν ὁμολογῶ γεγονέναι χρήσιμος Ἀντωνίῳ. καὶ οὐδὲ τοῦτʼ ἂν ὑποστειλαίμην εἰπεῖν, ὅτι πάντως ἄν με μετὰ τῶν ὅπλων ἐπείρασας εὐχάριστον, εἰ μὴ διεκώλυσαν Ἄραβες. καὶ συμμαχίαν μέντοι γε αὐτῷ κατὰ τὸ δυνατὸν καὶ σίτου πολλὰς ἔπεμψα μυριάδας, ἀλλʼ οὐδὲ μετὰ τὴν ἐν Ἀκτίῳ πληγὴν κατέλιπον τὸν εὐεργέτην, 389ἐγενόμην δὲ σύμβουλος ἄριστος, ὡς οὐκέτι χρήσιμος ἤμην σύμμαχος, μίαν εἶναι λέγων τῶν πταισθέντων διόρθωσιν τὸν Κλεοπάτρας θάνατον· ἣν ἀνελόντι καὶ χρήματα καὶ τείχη πρὸς ἀσφάλειαν καὶ στρατιὰν καὶ ἐμαυτὸν ὑπισχνούμην κοινωνὸν τοῦ πρὸς σὲ πολέμου. 390τοῦ δʼ ἄρα τὰς ἀκοὰς ἀπέφραξαν οἱ Κλεοπάτρας ἵμεροι καὶ θεὸς σοὶ τὸ κρατεῖν χαριζόμενος. συνήττημαι δʼ Ἀντωνίῳ καὶ τέθεικα μετὰ τῆς ἐκείνου τύχης τὸ διάδημα. πρὸς σὲ δὲ ἦλθον ἔχων τὴν ἀρετὴν τῆς σωτηρίας ἐλπίδα καὶ προλαβὼν ἐξετασθήσεσθαι, ποταπὸς φίλος, οὐ τίνος, ἐγενόμην.” 2 391

Πρὸς ταῦτα Καῖσαρἀλλὰ σώζου γε, ἔφη, καὶ βασίλευε νῦν βεβαιότερον· ἄξιος γὰρ εἶ πολλῶν ἄρχειν οὕτω φιλίας προϊστάμενος. πειρῶ δὲ καὶ τοῖς εὐτυχεστέροις διαμένειν πιστός, ὡς ἔγωγε λαμπροτάτας ὑπὲρ τοῦ σοῦ φρονήματος ἐλπίδας ἔχω. καλῶς μέντοι γε ἐποίησεν Ἀντώνιος Κλεοπάτρᾳ πεισθεὶς μᾶλλον σοί· καὶ γὰρ σὲ κεκερδήκαμεν ἐκ τῆς ἀνοίας αὐτοῦ. 392κατάρχεις δʼ, ὡς ἔοικεν, εὐποιίας διʼ ὧν μοι γράφει καὶ Βεντίδιος συμμαχίαν σε πεπομφέναι πρὸς τοὺς μονομάχους αὐτῷ. νῦν μὲν οὖν δόγματι τὸ βέβαιόν σοι τῆς βασιλείας ἐξαγγέλλω. πειράσομαι δὲ καὶ αὖθις ἀγαθόν τί σε ποιεῖν, ὡς μὴ ζητοίης Ἀντώνιον.” 3 393

Τούτοις φιλοφρονησάμενος τὸν βασιλέα καὶ περιθεὶς αὐτῷ τὸ διάδημα δόγματι διεσήμαινεν τὴν δωρεάν, ἐν πολλὰ μεγαλοφρόνως εἰς ἔπαινον τἀνδρὸς ἐφθέγξατο. δὲ δώροις ἐπιμειλιξάμενος αὐτὸν ἐξῃτεῖτό τινα τῶν Ἀντωνίου φίλων Ἀλεξᾶν ἱκέτην γενόμενον· ἐνίκα δὲ Καίσαρος ὀργὴ πολλὰ καὶ χαλεπὰ μεμφομένου τὸν ἐξαιτούμενον οἷς διεκρούσατο τὴν δέησιν. 394μετὰ δὲ ταῦτα πορευόμενον ἐπʼ Αἴγυπτον διὰ Συρίας Καίσαρα παντὶ τῷ βασιλικῷ πλούτῳ δεξάμενος Ἡρώδης τότε πρῶτον καὶ συνιππάσατο ποιουμένου περὶ Πτολεμαΐδα τῆς δυνάμεως ἐξέτασιν εἱστίασέν τε σὺν ἅπασιν τοῖς φίλοις· μεθʼ οὓς καὶ τῇ λοιπῇ στρατιᾷ πρὸς εὐωχίαν πάντα διέδωκεν. 395προυνόησεν δὲ καὶ διὰ τῆς ἀνύδρου πορευομένοις μέχρι Πηλουσίου παρασχεῖν ὕδωρ ἄφθονον ἐπανιοῦσί τε ὁμοίως, οὐδὲ ἔστιν τι τῶν ἐπιτηδείων ἐνεδέησεν τῇ δυνάμει. δόξα γοῦν αὐτῷ τε Καίσαρι καὶ τοῖς στρατιώταις παρέστη πολλῷ βραχυτέραν περιεῖναι Ἡρώδῃ βασιλείαν πρὸς παρέσχεν. 396διὰ

-- --

τοῦτο, ὡς ἧκεν εἰς Αἴγυπτον ἤδη Κλεοπάτρας καὶ Ἀντωνίου τεθνεώτων, οὐ μόνον αὐτοῦ ταῖς ἄλλαις τιμαῖς, ἀλλὰ καὶ τῇ βασιλείᾳ προσέθηκεν τήν τε ὑπὸ Κλεοπάτρας ἀποτμηθεῖσαν χώραν καὶ ἔξωθεν Γάδαρα καὶ Ἵππον καὶ Σαμάρειαν, πρὸς δὲ τούτοις τῶν παραλίων Γάζαν καὶ Ἀνθηδόνα καὶ Ἰόππην καὶ Στράτωνος πύργον· 397ἐδωρήσατο δʼ αὐτῷ καὶ πρὸς φυλακὴν τοῦ σώματος τετρακοσίους Γαλάτας, οἳ πρότερον ἐδορυφόρουν Κλεοπάτραν. οὐδὲν δὲ οὕτως ἐνῆγεν αὐτὸν εἰς τὰς δωρεὰς ὡς τὸ μεγαλόφρον τοῦ λαμβάνοντος. 4 398

Μετὰ δὲ τὴν πρώτην ἀκτιάδα προστίθησιν αὐτοῦ τῇ βασιλείᾳ τόν τε Τράχωνα καλούμενον καὶ τὴν προσεχῆ Βαταναίαν τε καὶ τὴν Αὐρανῖτιν χώραν ἐξ αἰτίας τοιᾶσδε· Ζηνόδωρος τὸν Λυσανίου μεμισθωμένος οἶκον οὐ διέλειπεν ἐπαφεὶς τοὺς ἐκ τοῦ Τράχωνος λῃστὰς Δαμασκηνοῖς. οἱ δʼ ἐπὶ Οὐάρρωνα τὸν ἡγεμόνα τῆς Συρίας καταφυγόντες ἐδεήθησαν δηλῶσαι τὴν συμφορὰν αὐτῶν Καίσαρι· Καῖσαρ δὲ γνοὺς ἀντεπέστελλεν ἐξαιρεθῆναι τὸ λῃστήριον. 399στρατεύσας οὖν Οὐάρρων καθαίρει τε τῶν ἀνδρῶν τὴν γῆν καὶ ἀφαιρεῖται Ζηνόδωρον· ἣν ὕστερον Καῖσαρ, ὡς μὴ γένοιτο πάλιν ὁρμητήριον τοῖς λῃσταῖς ἐπὶ τὴν Δαμασκόν, Ἡρώδῃ δίδωσιν. κατέστησεν δὲ αὐτὸν καὶ Συρίας ὅλης ἐπίτροπον ἔτι δεκάτῳ πάλιν ἐλθὼν εἰς τὴν ἐπαρχίαν, ὡς μηδὲν ἐξεῖναι δίχα τῆς ἐκείνου συμβουλίας τοῖς ἐπιτρόποις διοικεῖν. 400ἐπεὶ δὲ ἐτελεύτα Ζηνόδωρος, προσένειμεν αὐτῷ καὶ τὴν μεταξὺ Τράχωνος καὶ τῆς Γαλιλαίας γῆν ἅπασαν. δὲ τούτων Ἡρώδῃ μεῖζον ἦν, ὑπὸ μὲν Καίσαρος ἐφιλεῖτο μετʼ Ἀγρίππαν, ὑπʼ Ἀγρίππα δὲ μετὰ Καίσαρα. ἔνθεν ἐπὶ

-- --

πλεῖστον μὲν εὐδαιμονίας προύκοψεν, εἰς μεῖζον δʼ ἐξήρθη φρόνημα καὶ τὸ πλέον τῆς μεγαλονοίας ἐπέτεινεν εἰς εὐσέβειαν. 1 401

Πεντεκαιδεκάτῳ γοῦν ἔτει τῆς βασιλείας αὐτόν τε τὸν ναὸν ἐπεσκεύασεν καὶ περὶ αὐτὸν ἀνετειχίσατο χώραν τῆς οὔσης διπλασίονα, ἀμέτροις μὲν χρησάμενος τοῖς ἀναλώμασιν ἀνυπερβλήτῳ δὲ τῇ πολυτελείᾳ. τεκμήριον δὲ ἦσαν αἱ μεγάλαι στοαὶ περὶ τὸ ἱερὸν καὶ τὸ βόρειον ἐπʼ αὐτῷ φρούριον· ἃς μὲν γὰρ ἀνῳκοδόμησεν ἐκ θεμελίων, δʼ ἐπισκευάσας πλούτῳ δαψιλεῖ κατʼ οὐδὲν τῶν βασιλείων ἔλαττον Ἀντωνίαν ἐκάλεσεν εἰς τὴν Ἀντωνίου τιμήν. 402τό γε μὴν ἑαυτοῦ βασίλειον κατὰ τὴν ἄνω δειμάμενος πόλιν δύο τοὺς μεγίστους καὶ περικαλλεστάτους οἴκους, οἷς οὐδὲ ναός πῃ συνεκρίνετο, προσηγόρευσεν ἀπὸ τῶν φίλων τὸν μὲν Καισάρειον τὸν δὲ Ἀγρίππειον. 2 403

Ἀλλὰ γὰρ οὐκ οἴκοις μόνον αὐτῶν τὴν μνήμην καὶ τὰς ἐπικλήσεις περιέγραψεν, διέβη δὲ εἰς ὅλας πόλεις αὐτῷ τὸ φιλότιμον. ἐν μέν γε τῇ Σαμαρείτιδι πόλιν καλλίστῳ περιβόλῳ τειχισάμενος ἐπὶ σταδίους εἴκοσι καὶ καταγαγὼν ἑξακισχιλίους εἰς αὐτὴν οἰκήτορας, γῆν δὲ τούτοις προσνείμας λιπαρωτάτην καὶ ἐν μέσῳ τῷ κτίσματι ναόν τε ἐνιδρυσάμενος μέγιστον καὶ περὶ αὐτὸν τέμενος ἀποδείξας τῷ Καίσαρι τριῶν ἡμισταδίων, τὸ ἄστυ Σεβαστὴν ἐκάλεσεν· ἐξαίρετον δὲ τοῖς ἐν αὐτῷ παρέσχεν εὐνομίαν. 3 404

Ἐπὶ τούτοις δωρησαμένου τοῦ Καίσαρος αὐτὸν ἑτέρας προσθέσει χώρας, δὲ κἀνταῦθα ναὸν αὐτῷ λευκῆς μαρμάρου καθιδρύσατο παρὰ τὰς Ἰορδάνου πηγάς· καλεῖται δὲ Πάνειον τόπος· 405ἔνθα κορυφὴ μέν τις ὄρους εἰς ἄπειρον ὕψος ἀνατείνεται, παρὰ δὲ τὴν ὑπόρειον λαγόνα συνηρεφὲς ἄντρον ὑπανοίγει, διʼ οὗ βαραθρώδης κρημνὸς εἰς ἀμέτρητον ἀπορρῶγα βαθύνεται πλήθει τε ὕδατος ἀσαλεύτου καὶ τοῖς καθιμῶσίν τι πρὸς ἔρευναν γῆς οὐδὲν μῆκος ἐξαρκεῖ. 406τοῦ δὲ ἄντρου κατὰ τὰς ἔξωθεν ῥίζας ἀνατέλλουσιν αἱ πηγαί· καὶ γένεσις μέν, ὡς ἔνιοι δοκοῦσιν, ἔνθεν Ἰορδάνου, τὸ δʼ ἀκριβὲς ἐν τοῖς ἑξῆς δηλώσομεν. 4 407

δὲ βασιλεὺς καὶ ἐν Ἱεριχοῖ μεταξὺ Κύπρου τοῦ φρουρίου καὶ τῶν προτέρων βασιλείων ἄλλα κατασκευάσας ἀμείνω καὶ χρησιμώτερα πρὸς τὰς ἐπιδημίας ἀπὸ τῶν αὐτῶν ὠνόμασεν φίλων. καθόλου δὲ οὐκ ἔστιν εἰπεῖν ὅντινα τῆς βασιλείας ἐπιτήδειον τόπον τῆς πρὸς Καίσαρα τιμῆς γυμνὸν εἴασεν. ἐπεὶ δὲ τὴν ἰδίαν χώραν ἐπλήρωσεν ναῶν, εἰς τὴν ἐπαρχίαν αὐτοῦ τὰς τιμὰς ὑπερεξέχεεν καὶ πολλαῖς πόλεσιν ἐνιδρύσατο Καισάρεια. 5 408

Κατιδὼν δὲ κἀν τοῖς παραλίοις πόλιν ἤδη μὲν κάμνουσαν, Στράτωνος ἐκαλεῖτο πύργος, διὰ δὲ εὐφυίαν τοῦ χωρίου δέξασθαι δυναμένην τὸ φιλότιμον αὐτοῦ, πᾶσαν ἀνέκτισεν λευκῷ λίθῳ καὶ λαμπροτάτοις ἐκόσμησεν βασιλείοις, ἐν μάλιστα τὸ φύσει μεγαλόνουν ἐπεδείξατο. 409μεταξὺ γὰρ Δώρων καὶ Ἰόππης, ὧν πόλις

-- --

μέση κεῖται, πᾶσαν εἶναι συμβέβηκεν τὴν παράλιον ἀλίμενον, ὡς πάντα τὸν τὴν Φοινίκην ἐπʼ Αἰγύπτου παραπλέοντα σαλεύειν ἐν πελάγει διὰ τὴν ἐκ λιβὸς ἀπειλήν, καὶ μετρίως ἐπαυρίζοντι τηλικοῦτον ἐπεγείρεται κῦμα πρὸς ταῖς πέτραις, ὥστε τὴν ὑποστροφὴν τοῦ κύματος ἐπὶ πλεῖστον ἐξαγριοῦν τὴν θάλασσαν. 410ἀλλʼ βασιλεὺς τοῖς ἀναλώμασιν καὶ τῇ φιλοτιμίᾳ νικήσας τὴν φύσιν μείζονα μὲν τοῦ Πειραιῶς λιμένα κατεσκεύασεν, ἐν δὲ τοῖς μυχοῖς αὐτοῦ βαθεῖς ὅρμους ἑτέρους. 6 411

Καθάπαν δʼ ἔχων ἀντιπράσσοντα τὸν τόπον ἐφιλονείκησεν πρὸς τὴν δυσχέρειαν, ὡς τὴν μὲν ὀχυρότητα τῆς δομήσεως δυσάλωτον εἶναι τῇ θαλάσσῃ, τὸ δὲ κάλλος ὡς ἐπὶ μηδενὶ δυσκόλῳ κεκοσμῆσθαι· συμμετρησάμενος γὰρ ὅσον εἰρήκαμεν τῷ λιμένι μέγεθος καθίει λίθους ἐπʼ ὀργυιὰς εἴκοσιν εἰς τὸ πέλαγος, ὧν ἦσαν οἱ πλεῖστοι μῆκος ποδῶν πεντήκοντα, βάθος ἐννέα, εὖρος δέκα, τινὲς δὲ καὶ μείζους. 412ἐπεὶ δὲ ἀνεπληρώθη τὸ ὕφαλον, οὕτως ἤδη τὸ ὑπερέχον τοῦ πελάγους τεῖχος ἐπὶ διακοσίους πόδας ηὐρύνετο· ὧν οἱ μὲν ἑκατὸν προδεδόμηντο πρὸς τὴν ἀνακοπὴν τοῦ κύματος, προκυμία γοῦν ἐκλήθη, τὸ δὲ λοιπὸν ὑπόκειται τῷ περιθέοντι λιθίνῳ τείχει. τοῦτο δὲ πύργοις τε διείληπται μεγίστοις, ὧν προύχων καὶ περικαλλέστατος ἀπὸ τοῦ Καίσαρος προγόνου Δρούσιον κέκληται, 7 413ψαλίδες τε πυκναὶ πρὸς καταγωγὴν τῶν ἐνορμιζομένων καὶ τὸ πρὸ αὐτῶν πᾶν κύκλῳ νάγμα τοῖς ἀποβαίνουσιν πλατὺς περίπατος. δʼ εἴσπλους βόρειος, αἰθριώτατος γὰρ ἀνέμων τῷ τόπῳ βορέας· καὶ ἐπὶ τοῦ στόματος κολοσσοὶ τρεῖς ἑκατέρωθεν ὑπεστηριγμένοι κίοσιν, ὧν τοὺς μὲν ἐκ λαιᾶς χειρὸς εἰσπλεόντων πύργος ναστὸς ἀνέχει, τοὺς δὲ ἐκ δεξιοῦ δύο ὀρθοὶ λίθοι συνεζευγμένοι τοῦ κατὰ θάτερον χεῖλος πύργου μείζονες. 414προσεχεῖς δʼ οἰκίαι τῷ λιμένι λευκοῦ καὶ αὗται λίθου, καὶ κατατείνοντες ἐπʼ αὐτὸν οἱ στενωποὶ τοῦ ἄστεος πρὸς ἓν διάστημα μεμετρημένοι. καὶ τοῦ στόματος ἀντικρὺ ναὸς Καίσαρος ἐπὶ γηλόφου κάλλει καὶ μεγέθει διάφορος· ἐν δʼ αὐτῷ κολοσσὸς Καίσαρος οὐκ ἀποδέων τοῦ Ὀλυμπίασιν Διός, καὶ προσείκασται, Ῥώμης δὲ ἴσος Ἥρᾳ τῇ κατʼ Ἄργος. ἀνέθηκεν δὲ τῇ μὲν ἐπαρχίᾳ τὴν πόλιν, τοῖς ταύτῃ δὲ πλοϊζομένοις τὸν λιμένα, Καίσαρι δὲ τὴν τιμὴν τοῦ κτίσματος· Καισάρειαν γοῦν ὠνόμασεν αὐτήν. 8 415

Τά γε μὴν λοιπὰ τῶν ἔργων, ἀμφιθέατρον καὶ θέατρον καὶ ἀγοράς, ἄξια τῆς προσηγορίας ἐνιδρύσατο. καὶ πενταετηρικοὺς ἀγῶνας καταστησάμενος ὁμοίως ἐκάλεσεν ἀπὸ τοῦ Καίσαρος, πρῶτος αὐτὸς ἆθλα μέγιστα προθεὶς ἐπὶ τῆς ἑκατοστῆς ἐνενηκοστῆς δευτέρας ὀλυμπιάδος, ἐν οἷς οὐ μόνον οἱ νικῶντες, ἀλλὰ καὶ οἱ μετʼ αὐτοὺς καὶ οἱ τρίτοι τοῦ βασιλικοῦ πλούτου μετελάμβανον. 416ἀνακτίσας δὲ καὶ Ἀνθηδόνα τὴν παράλιον καταρριφθεῖσαν ἐν

-- --

πολέμῳ Ἀγρίππειον προσηγόρευσε· τοῦ δʼ αὐτοῦ φίλου διʼ ὑπερβολὴν εὐνοίας καὶ ἐπὶ τῆς πύλης ἐχάραξεν τὸ ὄνομα, ἣν αὐτὸς ἐν τῷ ναῷ κατεσκεύασεν. 9 417

Φιλοπάτωρ γε μήν, εἰ καί τις ἕτερος· καὶ γὰρ τῷ πατρὶ μνημεῖον κατέθηκεν πόλιν, ἣν ἐν τῷ καλλίστῳ τῆς βασιλείας πεδίῳ κτίσας ποταμοῖς τε καὶ δένδρεσιν πλουσίαν ὠνόμασεν Ἀντιπατρίδα, καὶ τὸ ὑπὲρ Ἱεριχοῦντος φρούριον ὀχυρότητι καὶ κάλλει διάφορον τειχίσας ἀνέθηκεν τῇ μητρὶ προσειπὼν Κύπρον. 418Φασαήλῳ δὲ τἀδελφῷ τὸν ἐν Ἱεροσολύμοις ὁμώνυμον πύργον, οὗ τό τε σχῆμα καὶ τὴν ἐν τῷ μεγέθει πολυτέλειαν διὰ τῶν ἑξῆς δηλώσομεν. καὶ πόλιν ἄλλην κτίσας κατὰ τὸν ἀπὸ Ἱεριχοῦς ἰόντων αὐλῶνα πρὸς βορέαν Φασαηλίδα ὠνόμασεν. 10 419

Παραδοὺς δʼ αἰῶνι τούς τε οἰκείους καὶ φίλους οὐδὲ τῆς ἑαυτοῦ μνήμης ἠμέλησεν, ἀλλὰ φρούριον μὲν ἐπιτειχίσας τῷ πρὸς Ἀραβίαν ὄρει προσηγόρευσεν Ἡρώδειον ἀφʼ ἑαυτοῦ, τὸν δὲ μαστοειδῆ κολωνὸν ὄντα χειροποίητον ἑξήκοντα σταδίων ἄπωθεν Ἱεροσολύμων ἐκάλεσεν μὲν ὁμοίως, ἐξήσκησεν δὲ φιλοτιμότερον. 420στρογγύλοις μὲν γὰρ τὴν ἄκραν πύργοις περιέσχεν, ἐπλήρωσεν δὲ τὸν περίβολον βασιλείοις πολυτελεστάτοις, ὡς μὴ μόνον τὴν ἔνδον τῶν οἰκημάτων ὄψιν εἶναι λαμπράν, ἀλλὰ καὶ τοῖς ἔξωθεν τοίχοις καὶ

-- --

θριγκοῖς καὶ στέγαις περικεχύσθαι τὸν πλοῦτον δαψιλῆ· πόρρωθεν δὲ μεγίστοις ἀναλώμασιν ὑδάτων πλῆθος εἰσήγαγεν καὶ βαθμοῖς διακοσίοις λευκοτάτης μαρμάρου τὴν ἄνοδον διέλαβεν· ἦν γὰρ δὴ τὸ γήλοφον ἐπιεικῶς ὑψηλὸν καὶ πᾶν χειροποίητον. 421κατεσκεύασεν δὲ καὶ περὶ τὰς ῥίζας ἄλλα βασίλεια τήν τε ἀποσκευὴν καὶ τοὺς φίλους δέξασθαι δυνάμενα, ὥστε τῷ μὲν πάντα ἔχειν πόλιν εἶναι δοκεῖν τὸ ἔρυμα, τῇ περιγραφῇ δὲ βασίλειον. 11 422

Τοσαῦτα συγκτίσας πλείσταις καὶ τῶν ἔξω πόλεων τὸ μεγαλόψυχον ἐπεδείξατο. Τριπόλει μὲν γὰρ καὶ Δαμασκῷ καὶ Πτολεμαΐδι γυμνάσια, Βύβλῳ δὲ τεῖχος, ἐξέδρας τε καὶ στοὰς καὶ ναοὺς καὶ ἀγορὰς Βηρυτῷ κατασκευάσας καὶ Τύρῳ, Σιδῶνί γε μὴν καὶ Δαμασκῷ θέατρα, Λαοδικεῦσι δὲ τοῖς παραλίοις ὑδάτων εἰσαγωγήν, Ἀσκαλωνίταις δὲ βαλανεῖα καὶ κρήνας πολυτελεῖς, πρὸς δὲ περίστυλα θαυμαστὰ τήν τε ἐργασίαν καὶ τὸ μέγεθος· εἰσὶ δʼ οἷς ἄλση καὶ λειμῶνας ἀνέθηκεν. 423πολλαὶ δὲ πόλεις ὥσπερ κοινωνοὶ τῆς βασιλείας καὶ χώραν ἔλαβον παρʼ αὐτοῦ· γυμνασιαρχίαις δʼ ἄλλας ἐπετησίοις τε καὶ διηνεκέσιν ἐδωρήσατο προσόδους κατατάξας, ὥσπερ Κῴοις, ἵνα μηδέποτε ἐκλείπῃ τὸ γέρας. 424σῖτόν γε μὴν πᾶσιν ἐχορήγησεν τοῖς δεομένοις, καὶ τῇ Ῥόδῳ χρήματα μὲν εἰς ναυτικοῦ κατασκευὴν παρέσχεν πολλαχοῦ καὶ πολλάκις, ἐμπρησθὲν δὲ τὸ Πύθιον ἰδίοις ἀναλώμασιν ἄμεινον ἀνεδείματο. 425καὶ τί δεῖ λέγειν τὰς εἰς Λυκίους Σαμίους δωρεὰς τὴν διʼ ὅλης τῆς

-- --

Ἰωνίας ἐν οἷς ἐδεήθησαν ἕκαστοι δαψίλειαν; ἀλλʼ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι Νικοπολῖταί τε καὶ τὸ κατὰ Μυσίαν Πέργαμον οὐ τῶν Ἡρώδου γέμουσιν ἀναθημάτων; τὴν δʼ Ἀντιοχέων τῶν ἐν Συρίᾳ πλατεῖαν οὐ φευκτὴν οὖσαν ὑπὸ βορβόρου κατέστρωσέν τε σταδίων εἴκοσι τὸ μῆκος οὖσαν ξεστῇ μαρμάρῳ καὶ πρὸς τὰς τῶν ὑετῶν ἀποφυγὰς ἐκόσμησεν ἰσομήκει στοᾷ. 12 426

Ταῦτα μὲν ἄν τις εἴποι ἴδια τῶν εὖ παθόντων δήμων ἑκάστου, τὸ δὲ Ἠλείοις χαρισθὲν οὐ μόνον κοινὸν τῆς Ἑλλάδος ἀλλʼ ὅλης τῆς οἰκουμένης δῶρον, εἰς ἣν δόξα τῶν Ὀλυμπίασιν ἀγώνων διικνεῖται. 427τούτους γὰρ δὴ καταλυομένους ἀπορίᾳ χρημάτων ὁρῶν καὶ τὸ μόνον λείψανον τῆς ἀρχαίας Ἑλλάδος ὑπορρέον, οὐ μόνον ἀγωνοθέτης ἧς ἐπέτυχεν πενταετηρίδος εἰς Ῥώμην παραπλέων ἐγένετο, ἀλλὰ καὶ πρὸς τὸ διηνεκὲς πόρους χρημάτων ἀπέδειξεν, ὡς μηδέποτε ἀγωνοθετοῦσαν αὐτοῦ τὴν μνήμην ἀπολιπεῖν. 428ἀνήνυτον ἂν εἴη χρεῶν διαλύσεις φόρων ἐπεξιέναι, καθάπερ Φασηλίταις καὶ Βαλανεώταις καὶ τοῖς περὶ τὴν Κιλικίαν πολιχνίοις τὰς ἐτησίους εἰσφορὰς ἐπεξεκούφισεν. πλεῖστόν γε μὴν αὐτοῦ τῆς μεγαλονοίας ἔθραυσεν φόβος, ὡς μὴ δόξειεν ἐπίφθονος τι θηρᾶσθαι μεῖζον εὐεργετῶν τὰς πόλεις πλέον τῶν ἐχόντων.

-- --

13 429

Ἐχρήσατο δὲ καὶ σώματι πρὸς τὴν ψυχὴν ἀναλόγῳ, κυνηγέτης μὲν ἄριστος ἀεὶ γενόμενος, ἐν μάλιστα διʼ ἐμπειρίαν ἱππικῆς ἐπετύγχανεν· μιᾷ γοῦν ἡμέρᾳ ποτὲ τεσσαράκοντα θηρίων ἐκράτησεν· ἔστι δὲ καὶ συοτρόφος μὲν χώρα, τὸ πλέον δʼ ἐλάφων καὶ ὀνάγρων εὔπορος· πολεμιστὴς δʼ ἀνυπόστατος. 430πολλοὶ γοῦν κἀν ταῖς γυμνασίαις αὐτὸν κατεπλάγησαν ἀκοντιστήν τε ἰθυβολώτατον καὶ τοξότην εὐστοχώτατον ἰδόντες. πρὸς δὲ τοῖς ψυχικοῖς καὶ τοῖς σωματικοῖς προτερήμασιν ἐχρήσατο καὶ δεξιᾷ τύχῃ· καὶ γὰρ σπάνιον ἔπταισεν ἐν πολέμῳ, καὶ τῶν πταισμάτων οὐκ αὐτὸς αἴτιος, ἀλλʼ προδοσίᾳ τινῶν προπετείᾳ στρατιωτῶν ἐγένετο. 1 431

Τάς γε μὴν ὑπαίθρους εὐπραγίας τύχη τοῖς κατʼ οἶκον ἀνιαροῖς ἐνεμέσησεν, καὶ κακοδαιμονεῖν ἐκ γυναικὸς ἤρξατο περὶ ἣν μάλιστα ἐσπούδασεν. 432ἐπειδὴ γὰρ εἰς τὴν ἀρχὴν παρῆλθεν, ἀποπεμψάμενος ἣν ἰδιώτης ἦκτο γαμετήν, γένος ἦν ἐξ Ἱεροσολύμων Δωρὶς ὄνομα, γαμεῖ Μαριάμμην τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, διʼ ἣν αὐτῷ στασιασθῆναι συνέβη τὸν οἶκον καὶ τάχιον μέν, μάλιστα δὲ μετὰ τὴν ἐκ Ῥώμης ἄφιξιν. 433πρῶτον μὲν γὰρ τὸν ἐκ τῆς Δωρίδος υἱὸν Ἀντίπατρον διὰ τοὺς ἐκ Μαριάμμης ἐφυγάδευσεν τῆς πόλεως μόναις ταῖς ἑορταῖς ἀφεὶς κατιέναι· ἔπειτα τὸν πάππον τῆς γυναικὸς Ὑρκανὸν ἐκ Πάρθων πρὸς αὐτὸν ἐλθόντα διʼ ὑπόνοιαν ἐπιβουλῆς ἀνεῖλεν, ὃν ᾐχμαλωτίσατο μὲν Βαζαφράνης καταδραμὼν Συρίαν, ἐξῃτήσαντο δὲ κατὰ οἶκτον οἱ ὑπὲρ Εὐφράτην ὁμοεθνεῖς. 434καὶ εἴ γε τούτοις ἐπείσθη παραινοῦσιν μὴ διαβῆναι πρὸς Ἡρώδην, οὐκ ἂν παραπώλετο· δέλεαρ δʼ αὐτῷ θανάτου τῆς υἱωνῆς γάμος κατέστη· τούτῳ γὰρ πεποιθὼς καὶ περισσόν τι τῆς πατρίδος ἐφιέμενος ἧκεν. παρώξυνεν δὲ Ἡρώδην οὐκ αὐτὸς ἀντιποιούμενος βασιλείας, ἀλλʼ ἐπεὶ τὸ βασιλεύειν ἐπέβαλλεν αὐτῷ. 2 435

Τῶν δὲ ἐκ Μαριάμμης πέντε τέκνων γενομένων δύο μὲν θυγατέρες, τρεῖς δʼ ἦσαν υἱεῖς. καὶ τούτων νεώτατος μὲν ἐν Ῥώμῃ παιδευόμενος τελευτᾷ, δύο δὲ τοὺς πρεσβυτάτους βασιλικῶς ἦγεν διά τε τὴν μητρῴαν εὐγένειαν καὶ ὅτι βασιλεύοντι γεγόνεισαν αὐτῷ. 436τὸ δὲ τούτων ἰσχυρότερον Μαριάμμης ἔρως συνήργει καθʼ ἡμέραν ἐκκαίων Ἡρώδην λαβρότερος, ὡς μηδενὸς τῶν διὰ τὴν στεργομένην λυπηρῶν αἰσθάνεσθαι· τοσοῦτον γὰρ ἦν μῖσος εἰς αὐτὸν τῆς Μαριάμμης, ὅσος ἐκείνου πρὸς αὐτὴν ἔρως. 437ἔχουσα δὲ τὴν μὲν ἀπέχθειαν ἐκ τῶν πραγμάτων εὔλογον, τὴν δὲ παρρησίαν ἐκ τοῦ φιλεῖσθαι, φανερῶς ὠνείδιζεν αὐτῷ τὰ κατὰ τὸν πάππον Ὑρκανὸν καὶ τὸν ἀδελφὸν Ἰωνάθην· οὐδὲ γὰρ τούτου καίπερ ὄντος παιδὸς ἐφείσατο, δοὺς μὲν αὐτῷ τὴν ἀρχιερωσύνην ἑπτακαιδεκαέτει, μετὰ δὲ τὴν τιμὴν κτείνας εὐθέως, ἐπειδὴ τὴν ἱερὰν ἐσθῆτα λαβόντι καὶ τῷ βωμῷ προσελθόντι καθʼ ἑορτὴν ἄθρουν ἐπεδάκρυσεν τὸ πλῆθος. πέμπεται μὲν οὖν παῖς διὰ νυκτὸς εἰς Ἱεριχοῦντα, ἐκεῖ

-- --

δὲ κατʼ ἐντολὴν ὑπὸ τῶν Γαλατῶν βαπτιζόμενος ἐν κολυμβήθρᾳ τελευτᾷ. 3 438

Διὰ ταῦθʼ Ἡρώδην μὲν ὠνείδιζεν Μαριάμμη, καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ τὴν μητέρα δειναῖς ἐξύβριζεν λοιδορίαις. ἀλλʼ μὲν πεφίμωτο τοῖς ἱμέροις, δεινὴ δὲ τὰς γυναῖκας ἀγανάκτησις εἰσῄει, καὶ πρὸς μάλιστα κινήσειν τὸν Ἡρώδην ἔμελλον, εἰς μοιχείαν διέβαλλον αὐτήν, 439ἄλλα τε πολλὰ πρὸς τὸ πιθανὸν ἐνσκευαζόμεναι καὶ κατηγοροῦσαι διότι τὴν εἰκόνα τὴν ἑαυτῆς πέμψειεν εἰς Αἴγυπτον Ἀντωνίῳ καὶ διʼ ὑπερβολὴν ἀσελγείας ἀποῦσαν δείξειεν ἑαυτὴν ἀνθρώπῳ γυναικομανοῦντι καὶ βιάζεσθαι δυναμένῳ. 440τοῦθʼ ὥσπερ σκηπτὸς ἐμπεσὼν ἐτάραξεν Ἡρώδην, μάλιστα μὲν διὰ τὸν ἔρωτα ζηλοτύπως ἔχοντα, λογιζόμενον δὲ καὶ τὴν Κλεοπάτρας δεινότητα, διʼ ἣν Λυσανίας τε βασιλεὺς ἀνῄρητο καὶ Μάλχος Ἄραψ· οὐ γὰρ ἀφαιρέσει γαμετῆς ἐμέτρει τὸν κίνδυνον, ἀλλὰ θανάτῳ. 4 441

Μέλλων οὖν ἀποδημήσειν Ἰωσήπῳ τῷ ἀνδρὶ Σαλώμης τῆς ἀδελφῆς αὐτοῦ, πιστὸς δὲ ἦν καὶ διὰ τὸ κῆδος εὔνους, παρατίθεται τὴν γυναῖκα, κρύφα δοὺς ἐντολὰς ἀναιρεῖν αὐτήν, εἰ κἀκεῖνον Ἀντώνιος. δὲ Ἰώσηπος, οὔτι κακοήθως, ἀλλὰ τὸν ἔρωτα τοῦ βασιλέως παραστῆσαι τῇ γυναικὶ βουλόμενος, ὡς οὐδὲ ἀποθανὼν αὐτῆς ὑπομένοι διαζευχθῆναι, τὸ ἀπόρρητον ἐκφαίνει. 442κἀκείνη πρὸς ἐπανήκοντα τὸν Ἡρώδην πολλά τε περὶ τοῦ πρὸς αὐτὴν συμπαθοῦς ἐν ταῖς ὁμιλίαις ἐπομνύμενον, ὡς οὐδʼ ἐρασθείη ποτὲ γυναικὸς ἄλλης, “πάνυ γοῦν, εἶπεν, ταῖς πρὸς τὸν Ἰώσηπον ἐντολαῖς ἐπεδείξω τὸν πρὸς ἡμᾶς ἔρωτα κτεῖναί με προστάξας.”

-- --

5 443

Ἔκφρων εὐθέως ἀκούσας τὸ ἀπόρρητον ἦν, καὶ οὐκ ἄν ποτε τὸν Ἰώσηπον ἐξαγγεῖλαι τὴν ἐντολὴν φάμενος εἰ μὴ διαφθείρειεν αὐτήν, ἐνεθουσία τῷ πάθει καὶ τῆς κοίτης ἐξαλλόμενος ἀνέδην ἐν τοῖς βασιλείοις ἀνειλεῖτο. καὶ τοῦτον Σαλώμη ἀδελφὴ τὸν καιρὸν εἰς τὰς διαβολὰς ἁρπάσασα τὴν εἰς τὸν Ἰώσηπον ἐπεβεβαίωσεν ὑποψίαν. δʼ ὑπʼ ἀκράτου ζηλοτυπίας ἐκμανεὶς παραχρῆμα κτείνειν προσέταξεν ἀμφοτέρους. 444μετάνοια δʼ εὐθέως εἵπετο τῷ πάθει, καὶ τοῦ θυμοῦ πεσόντος ἔρως πάλιν ἀνεζωπυρεῖτο. τοσαύτη δʼ ἦν φλεγμονὴ τῆς ἐπιθυμίας ὡς μηδὲ τεθνάναι δοκεῖν αὐτήν, ὑπὸ δὲ κακώσεως ὡς ζώσῃ προσλαλεῖν, μέχρι τῷ χρόνῳ διδαχθεὶς τὸ πένθος ἀνάλογον τὴν λύπην ἔσχεν τῇ πρὸς περιοῦσαν διαθέσει. 1 445

Κληρονομοῦσι δὲ τῆς μητρῴας οἱ παῖδες ὀργῆς καὶ τοῦ μύσους ἔννοιαν λαμβάνοντες ὡς πολέμιον ὑφεώρων τὸν πατέρα, καὶ τὸ πρότερον μὲν ἐπὶ Ῥώμης παιδευόμενοι, πλέον δʼ ὡς εἰς Ἰουδαίαν ὑπέστρεψαν· συνηνδροῦτο δʼ αὐτῶν ταῖς ἡλικίαις διάθεσις. 446καὶ ἐπειδὴ γάμων ἔχοντες ὥραν μὲν τῆς τηθίδος Σαλώμης, τῆς μητρὸς αὐτῶν κατηγόρησεν, δʼ ἔγημεν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως θυγατέρα, προσελάμβανον ἤδη τῷ μίσει καὶ παρρησίαν. 447ἐκ δὲ τοῦ θράσους αὐτῶν ἀφορμὰς οἱ διαβάλλοντες ἐλάμβανον, καὶ φανερώτερον ἤδη τῷ βασιλεῖ διελέγοντό τινες ὡς ἐπιβουλεύοιτο μὲν ὑπʼ ἀμφοτέρων τῶν υἱῶν, δὲ Ἀρχελάῳ κηδεύσας καὶ φυγὴν παρασκευάζοιτο τῷ πενθερῷ πεποιθώς, ἵνʼ ἐπὶ

-- --

Καίσαρος αὐτοῦ κατηγορήσειεν. 448ἀναπλησθεὶς δὲ τῶν διαβολῶν Ἡρώδης ὥσπερ ἐπιτείχισμα τοῖς υἱοῖς κατάγει τὸν ἐκ τῆς Δωρίδος Ἀντίπατρον καὶ πάντα τρόπον προτιμᾶν ἄρχεται. 2 449

Τοῖς δʼ ἀφόρητος ἦν μεταβολή, καὶ τὸν ἐξ ἰδιώτιδος μητρὸς ὁρῶντες προκόπτοντα διὰ τὴν ἑαυτῶν εὐγένειαν οὐκ ἐκράτουν τῆς ἀγανακτήσεως, ἐφʼ ἑκάστου δὲ τῶν ἀνιαρῶν τὴν ὀργὴν ἐξέφαινον, 450ὥσθʼ οἱ μὲν καθʼ ἡμέραν προσίσταντο μᾶλλον, δʼ Ἀντίπατρος ἤδη καὶ διʼ αὑτὸν ἐσπουδάζετο, δεινότατος μὲν ὢν ἐν ταῖς πρὸς τὸν πατέρα κολακείαις, διαβολὰς δὲ κατὰ τῶν ἀδελφῶν ποικίλας ἐνσκευαζόμενος καὶ τὰ μὲν αὐτὸς λογοποιῶν, τὰ δὲ τοὺς ἐπιτηδείους φημίζειν καθιείς, μέχρι παντάπασιν τοὺς ἀδελφοὺς ἀπέρρηξεν τῆς βασιλικῆς ἐλπίδος· 451καὶ γὰρ ἐν ταῖς διαθήκαις καὶ φανερῶς αὐτὸς ἦν ἤδη διάδοχος· ὡς βασιλεὺς γοῦν ἐπέμφθη καὶ πρὸς Καίσαρα τῷ τε κόσμῳ καὶ ταῖς ἄλλαις θεραπείαις πλὴν διαδήματος χρώμενος. χρόνῳ δʼ ἐξίσχυσεν εἰσαγαγεῖν ἐπὶ τὴν Μαριάμμης κοίτην τὴν μητέρα. δυσὶ δʼ ὅπλοις κατὰ τῶν ἀδελφῶν χρώμενος, κολακείᾳ καὶ διαβολῇ, τὸν βασιλέα καὶ περὶ θανάτου τῶν υἱῶν ὑπειργάσατο. 3 452

Τὸν γοῦν Ἀλέξανδρον σύρας μέχρι Ῥώμης πατὴρ τῆς ἐφʼ ἑαυτῷ φαρμακείας ἔκρινεν ἐπὶ Καίσαρος. δʼ εὑρὼν μόλις ὀλοφυρμοῦ παρρησίαν καὶ δικαστὴν ἐμπειρότατον Ἀντιπάτρου καὶ Ἡρώδου φρονιμώτερον, τὰ μὲν ἁμαρτήματα τοῦ πατρὸς αἰδημόνως ὑπεστείλατο, τὰς δʼ αὐτοῦ διαβολὰς ἰσχυρῶς ἀπελύσατο. 453καθαρὸν

-- --

δὲ καὶ τὸν ἀδελφὸν ἀποδείξας κοινωνοῦντα τῶν κινδύνων, οὕτως ἤδη τό τε Ἀντιπάτρου πανοῦργον καὶ τὴν αὐτῶν ἀτιμίαν ἀπωδύρετο. συνήργει δʼ αὐτῷ μετὰ καθαροῦ τοῦ συνειδότος περὶ λόγους ἰσχύς· ἦν γὰρ δὴ δεινότατος εἰπεῖν. 454καὶ τὸ τελευταῖον φάμενος ὡς τῷ πατρὶ κτείνειν αὐτοὺς ἔστινἡδὺ καὶ προτίθεται τὸ ἔγκλημα, προήγαγεν μὲν εἰς δάκρυα πάντας, τὸν δὲ Καίσαρα διέθηκεν οὕτως ὡς ἀπογνῶναι μὲν αὐτῶν τὰ κατηγορημένα, διαλλάξαι δὲ Ἡρώδην εὐθέως. αἱ διαλλαγαὶ δʼ ἐπὶ τούτοις ἦσαν, ὥστε ἐκείνους μὲν τῷ πατρὶ πάντα πειθαρχεῖν, τὸν δὲ τὴν βασιλείαν καταλιπεῖν βούλεται. 4 455

Μετὰ ταῦτα δʼ ἀπὸ Ῥώμης ὑπέστρεφεν βασιλεύς, τῶν μὲν ἐγκλημάτων ἀφιέναι τοὺς υἱοὺς δοκῶν, τῆς δʼ ὑπονοίας οὐκ ἀπηλλαγμένος· παρηκολούθει γὰρ Ἀντίπατρος τοῦ μίσους ὑπόθεσις. ἀλλʼ εἴς γε τὸ φανερὸν τὴν ἀπέχθειαν οὐκ ἐξέφερεν τὸν διαλλακτὴν αἰδούμενος. 456ὡς δὲ τὴν Κιλικίαν παραπλέων κατῆρεν εἰς Ἐλεοῦσαν, ἑστιᾷ μὲν αὐτὸν φιλοφρόνως Ἀρχέλαος ὑπὲρ τῆς τοῦ γαμβροῦ σωτηρίας εὐχαριστῶν καὶ ταῖς διαλλαγαῖς ἐφηδόμενος, ὡς ἂν καὶ τάχιον γεγραφὼς τοῖς ἐπὶ Ῥώμης φίλοις συλλαμβάνεσθαι περὶ τὴν δίκην Ἀλεξάνδρῳ· προπέμπει δὲ μέχρι Ζεφυρίου δῶρα δοὺς μέχρι τριάκοντα ταλάντων. 5 457

Ὡς δʼ εἰς Ἱεροσόλυμα Ἡρώδης ἀφικνεῖται, συναγαγὼν τὸν λαὸν καὶ τοὺς τρεῖς υἱοὺς παραστησάμενος ἀπελογεῖτο περὶ τῆς

-- --

ἀποδημίας, καὶ πολλὰ μὲν εὐχαρίστει τῷ θεῷ, πολλὰ δὲ Καίσαρι καταστησαμένῳ τὸν οἶκον αὐτοῦ τεταραγμένον καὶ μεῖζόν τι τοῖς υἱοῖς βασιλείας παρασχόντι τὴν ὁμόνοιαν, 458ἣν αὐτός, ἔφη, συναρμόσω μᾶλλον· μὲν γὰρ ἐμὲ κύριον τῆς ἀρχῆς καὶ δικαστὴν διαδόχου κατέστησεν, ἐγὼ δὲ μετὰ τοῦ συμφέροντος ἐμαυτῷ κἀκεῖνον ἀμείβομαι. τούσδε τοὺς τρεῖς παῖδας ἀποδείκνυμι βασιλεῖς, καὶ τῆς γνώμης πρῶτον τὸν θεὸν σύμψηφον, ἔπειτα καὶ ὑμᾶς παρακαλῶ γενέσθαι. τῷ μὲν γὰρ ἡλικία, τοῖς δʼ εὐγένεια τὴν διαδοχὴν προξενεῖ, τό γε μὴν μέγεθος τῆς βασιλείας ἀρκεῖ καὶ πλείοσιν. 459οὓς δὲ Καῖσαρ μὲν ἥνωσεν, καθίστησιν δὲ πατήρ, ὑμεῖς τηρήσατε μήτε ἀδίκους μήτε ἀνωμάλους τὰς τιμὰς διδόντες, ἑκάστῳ δὲ κατὰ τὸ πρεσβεῖον· οὐ γὰρ τοσοῦτον εὐφρανεῖ τις τὸν παρʼ ἡλικίαν θεραπευόμενον, ὅσον ὀδυνήσει τὸν ἀτιμούμενον. 460οὕς γε μὴν ἑκάστῳ συνεῖναι δεήσει συγγενεῖς καὶ φίλους, ἐγὼ διανεμῶ καὶ τῆς ὁμονοίας ἐγγυητὰς ἐκείνους καταστήσομαι, σαφῶς ἐπιστάμενος ὅτι τὰς στάσεις καὶ τὰς φιλονεικίας γεννῶσιν αἱ τῶν συνδιατριβόντων κακοήθειαι, κἂν ὦσιν οὗτοι χρηστοί, τηροῦσιν τὰς στοργάς. 461ἀξιῶ δʼ οὐ μόνον τούτους ἀλλὰ καὶ τοὺς ἐν τῇ στρατιᾷ μου ταξιάρχους ἐν ἐμοὶ μόνον τὰς ἐλπίδας ἔχειν ἐπὶ τοῦ παρόντος· οὐ γὰρ βασιλείαν, ἀλλὰ τιμὴν βασιλείας τοῖς υἱοῖς παραδίδωμι, καὶ τῶν μὲν ἡδέων ὡς ἄρχοντες ἀπολαύσουσιν, τὸ βάρος δὲ τῶν πραγμάτων ἐμόν ἐστιν, κἂν μὴ θέλω. 462σκεπτέσθω δʼ ἕκαστος τήν τε ἡλικίαν μου καὶ τὴν ἀγωγὴν τοῦ βίου καὶ τὴν εὐσέβειαν· οὔτε γὰρ οὕτως εἰμὶ γέρων ὥστʼ ἂν ἀπελπισθῆναι ταχέως, οὔτε εἰς τρυφὴν ἐκδιαιτώμενος, καὶ νέους ἐπιτέμνεται· τὸ δὲ θεῖον οὕτως τεθεραπεύκαμεν ὥστʼ

-- --

ἂν ἐπὶ μήκιστον βίου προελθεῖν. 463 δὴ τοὺς ἐμοὺς παῖδας θεραπεύων ἐπὶ τῇ ἐμῇ καταλύσει δώσει μοι καὶ περὶ ἐκείνων δίκας· οὐ γὰρ ἐγὼ φθονῶν τοῖς ἐξ ἐμοῦ γεγενημένοις ἀνακόπτω τὴν εἰς αὐτοὺς φιλοτιμίαν, ἐπιστάμενος δὲ τοῖς νέοις γίνεσθαι τὰς σπουδὰς θράσους ἐφόδιον. 464εἴ γε μὴν ἕκαστος ἐνθυμηθείη τῶν προσιόντων, ὅτι χρηστὸς μὲν ὢν παρʼ ἐμοῦ λήψεται τὴν ἀμοιβήν, στασιάζων δὲ καὶ παρὰ τῷ θεραπευομένῳ τὸ κακόηθες ἀνόνητον ἕξει, πάντας οἶμαι τὰ ἐμὰ φρονήσειν, τουτέστιν τὰ τῶν ἐμῶν υἱῶν· καὶ γὰρ τούτοις συμφέρει κρατεῖν ἐμὲ κἀμοὶ τούτους ὁμονοεῖν. 465ὑμεῖς δέ, παῖδες ἀγαθοί, πρῶτον μὲν ἐνθυμούμενοι τὴν ἱερὰν φύσιν, ἧς καὶ παρὰ θηρίοις αἱ στοργαὶ μένουσιν, ἔπειτα τὸν ποιησάμενον ἡμῶν τὰς διαλλαγὰς Καίσαρα, τρίτον ἐμὲ τὸν ἐν οἷς ἔξεστιν ἐπιτάσσειν παρακαλοῦντα, μείνατε ἀδελφοί. δίδωμι δὲ ὑμῖν ἐσθῆτα ἤδη καὶ θεραπείαν βασιλικήν· ἐπεύχομαι δὲ καὶ τῷ θεῷ τηρῆσαι τὴν ἐμὴν κρίσιν, 466ἂν ὁμονοῆτε.” ταῦτʼ εἰπὼν καὶ φιλοφρόνως ἕκαστον τῶν υἱῶν κατασπασάμενος διέλυσεν τὸ πλῆθος, τοὺς μὲν συνευχομένους τοῖς εἰρημένοις, ὅσοι δʼ ἐπεθύμουν μεταβολῆς, μηδʼ ἀκηκοέναι προσποιουμένους. 1 467

Συναπῄει δὲ τοῖς ἀδελφοῖς στάσις, καὶ χείρους τὰς ἐπʼ ἀλλήλοις ὑπονοίας ἔχοντες ἀπηλλάγησαν, Ἀλέξανδρος μὲν καὶ Ἀριστόβουλος ὀδυνώμενοι κεκυρωμένου Ἀντιπάτρῳ τοῦ πρεσβείου, Ἀντίπατρος δὲ καὶ τοῦ δευτερεύειν νεμεσῶν τοῖς ἀδελφοῖς. 468ἀλλʼ μὲν ποικιλώτατος ὢν τὸ ἦθος ἐχεμυθεῖν τε ᾔδει καὶ πολλῷ

-- --

τῷ πανούργῳ τὸ πρὸς αὐτοὺς ἐκάλυπτε μῖσος, τοῖς δὲ διʼ εὐγένειαν πᾶν τὸ νοηθὲν ἦν ἐπὶ γλώσσης· καὶ παροξύνοντες μὲν ἐνέκειντο πολλοί, πλείους δὲ τῶν φίλων παρεδύοντο κατάσκοποι. 469πᾶν δὲ τὸ παρʼ Ἀλεξάνδρῳ λαληθὲν εὐθέως ἦν παρʼ Ἀντιπάτρῳ, καὶ μετὰ προσθήκης μετέβαινεν ἀπὸ Ἀντιπάτρου πρὸς Ἡρώδην· οὔτε γὰρ ἁπλῶς φθεγξάμενος νεανίας ἀνυπεύθυνος ἦν, ἀλλὰ εἰς διαβολὴν τὸ ῥηθὲν ἐστρέφετο, καὶ μετρίως παρρησιασαμένου μέγιστα τοῖς ἐλαχίστοις προσεπλάττετο. 470καθίει δʼ Ἀντίπατρος ἀεὶ τοὺς ἐρεθίσοντας, ὅπως αὐτῷ τὸ ψεῦδος ἔχοι τὰς ἀφορμὰς ἀληθεῖς· καὶ τῶν φημιζομένων ἕν τι διελεγχθὲν ἅπασιν πίστιν ἐπετίθει. καὶ τῶν μὲν αὐτοῦ φίλων φύσει στεγανώτατος ἦν ἕκαστος κατεσκευάζετο δωρεαῖς ὡς μηδὲν ἐκφέρεσθαι τῶν ἀπορρήτων, καὶ τὸν Ἀντιπάτρου βίον οὐκ ἂν ἥμαρτέν τις εἰπὼν κακίας μυστήριον· τοὺς δὲ Ἀλεξάνδρῳ συνόντας χρήμασιν διαφθείρων κολακείαις ὑπιὼν ἐς πάντα κατειργάσατο καὶ πεποιήκει προδότας καὶ τῶν πραττομένων λαλουμένων φῶρας. 471πάντα δὲ περιεσκεμμένως δραματουργῶν τὰς πρὸς Ἡρώδην ὁδοὺς ταῖς διαβολαῖς ἐποιεῖτο τεχνικωτάτας, αὐτὸς μὲν ἀδελφοῦ προσωπεῖον ἐπικείμενος, καθιεὶς δὲ μηνυτὰς ἑτέρους. κἀπειδὰν ἀπαγγελθείη τι κατʼ Ἀλεξάνδρου, παρελθὼν ὑπεκρίνετο καὶ διασύρειν τὸ ῥηθὲν ἀρξάμενος ἔπειτα κατεσκεύαζεν ἡσυχῆ καὶ πρὸς ἀγανάκτησιν ἐξεκαλεῖτο τὸν βασιλέα.

-- --

472πάντα δὲ εἰς ἐπιβουλὴν ἀνήγετο καὶ τὸ δοκεῖν τῇ σφαγῇ τοῦ πατρὸς ἐφεδρεύειν Ἀλέξανδρον· οὐδὲν γὰρ οὕτως πίστιν ἐχορήγει ταῖς διαβολαῖς, ὡς ἀπολογούμενος Ἀντίπατρος ὑπὲρ αὐτοῦ. 2 473

Τούτοις Ἡρώδης ἐξαγριούμενος ὅσον ὑφῄρει καθʼ ἡμέραν τῆς πρὸς τὰ μειράκια στοργῆς, τοσοῦτον Ἀντιπάτρῳ προσετίθει. συναπέκλιναν δὲ καὶ τῶν κατὰ τὸ βασίλειον οἱ μὲν ἑκόντες οἱ δʼ ἐξ ἐπιτάγματος, ὥσπερ Πτολεμαῖος τιμιώτατος τῶν φίλων, οἵ τε ἀδελφοὶ τοῦ βασιλέως καὶ πᾶσα γενεά· πάντα γὰρ Ἀντίπατρος ἦν, καὶ τὰ πικρότατον Ἀλεξάνδρῳ, πάντα ἦν Ἀντιπάτρου μήτηρ, σύμβουλος κατʼ αὐτῶν μητρυιᾶς χαλεπωτέρα καὶ πλεῖόν τι προγόνων μισοῦσα τοὺς ἐκ βασιλίδος. 474πάντες μὲν οὖν ἐπὶ ταῖς ἐλπίσιν ἐθεράπευον Ἀντίπατρον ἤδη, συναφίστα δʼ ἕκαστον τὰ τοῦ βασιλέως προστάγματα, παραγγείλαντος τοῖς τιμιωτάτοις μήτε προσιέναι μήτε προσέχειν τοῖς περὶ Ἀλέξανδρον. φοβερὸς δʼ ἦν οὐ μόνον τοῖς ἐκ τῆς βασιλείας, ἀλλὰ καὶ τοῖς ἔξωθεν φίλοις· οὐδενὶ γὰρ βασιλέων Καῖσαρ τοσαύτην ἔδωκεν ἐξουσίαν, ὥστε τὸν ἀπʼ αὐτοῦ φυγόντα καὶ μὴ προσηκούσης πόλεως ἐξαγαγεῖν. 475τὰ δὲ μειράκια τὰς μὲν διαβολὰς ἠγνόει, παρὸ καὶ μᾶλλον ἀφυλάκτως ἐνέπιπτον αὐταῖς· οὐδὲν γὰρ πατὴρ φανερῶς ἀπεμέμφετο· συνίει δὲ κατὰ μικρὸν ἀπὸ τοῦ ψύγματος καὶ πρὸς τὸ λυποῦν μᾶλλον ἐτραχύνετο. διέθηκεν δὲ πρὸς αὐτὰ καὶ τὸν θεῖον Φερώραν Ἀντίπατρος ἐχθρωδῶς καὶ τὴν τηθίδα Σαλώμην, ὡς ἂνγαμετὴν οὖσαν, καθομιλῶν ἀεὶ

-- --

καὶ παροξύνων. 476συνήργει δὲ καὶ πρὸς τὴν ταύτης ἀπέχθειαν Ἀλεξάνδρου γυνὴ Γλαφύρα γενεαλογοῦσα τὴν ἑαυτῆς εὐγένειαν, καὶ ὡς πασῶν τῶν κατὰ τὸ βασίλειον εἴη δεσπότις, κατὰ πατέρα μὲν ἀπὸ Τημένου, κατὰ μητέρα δὲ ἀπὸ Δαρείου τοῦ Ὑστάσπεως οὖσα. 477πολλὰ δὲ ὠνείδιζεν εἰς ἀγένειαν τήν τε ἀδελφὴν τὴν Ἡρώδου καὶ τὰς γυναῖκας, ὧν ἑκάστη διʼ εὐμορφίαν οὐκ ἀπὸ γένους ᾑρέθη. πολλαὶ δʼ ἦσαν, ὡς ἂν ἐφειμένου τε πατρίως Ἰουδαίοις γαμεῖν πλείους καὶ τοῦ βασιλέως ἡδομένου πλείοσιν, αἳ πᾶσαι διὰ τὸ μεγάλαυχον τὸ Γλαφύρας καὶ τὰς λοιδορίας ἐμίσουν Ἀλέξανδρον. 3 478

Τὴν δὲ δὴ Σαλώμην καίτοι πενθερὰν οὖσαν αὐτὸς Ἀριστόβουλος ἑαυτῷ διεστασίασεν ὠργισμένην καὶ πρόσθεν ἐπὶ ταῖς ἐκ Γλαφύρας βλασφημίαις· ὠνείδιζεν γὰρ τῇ γυναικὶ συνεχῶς τὴν ταπεινότητα, καὶ ὡς αὐτὸς μὲν ἰδιῶτιν, δʼ ἀδελφὸς αὐτοῦ Ἀλέξανδρος γήμαι βασιλίδα. 479τοῦτο κλαίουσα τῇ Σαλώμῃ διήγγειλεν θυγάτηρ, προσετίθει δʼ ὅτι καὶ τῶν ἄλλων ἀδελφῶν τὰς μὲν μητέρας ἀπειλοῖεν οἱ περὶ Ἀλέξανδρον, ἐπειδὰν παραλάβωσιν τὴν βασιλείαν, ἱστουργοὺς ἅμα ταῖς δούλαις ποιήσειν, αὐτοὺς δὲ κωμῶν γραμματεῖς, ἐπισκώπτοντες ὡς πεπαιδευμένους ἐπιμελῶς. πρὸς τὴν ὀργὴν οὐ κατασχοῦσα Σαλώμη πάντα διήγγειλεν Ἡρώδῃ· σφόδρα δʼ ἦν ἀξιόπιστος κατὰ γαμβροῦ λέγουσα. 480καί τις ἑτέρα διαβολὴ συνέδραμεν τὸν θυμὸν ὑπεκκαύσασα τοῦ βασιλέως· ἤκουσεν γὰρ αὐτοὺς ἀνακαλεῖσθαι μὲν συνεχῶς τὴν μητέρα καὶ κατοιμώζειν ἐπαρωμένους αὐτῷ, πολλάκις δʼ αὐτοῦ διαδιδόντος τῶν Μαριάμμης

-- --

ἐσθήτων τινὰ ταῖς μεταγενεστέραις γυναιξὶν ἀπειλεῖν, ὡς ἀντὶ τῶν βασιλικῶν ἐν τάχει περιθήσουσιν αὐταῖς ἐκ τριχῶν πεποιημένας. 4 481

Διὰ ταῦτα καίτοι τὸ φρόνημα τῶν νεανίσκων ὑποδείσας, ὅμως οὐκ ἀπέκοπτε τὴν ἐλπίδα τῆς διορθώσεως, ἀλλὰ προσκαλεσάμενος αὐτούς, καὶ γὰρ εἰς Ῥώμην ἐκπλεύσειν ἔμελλεν, βραχέα μὲν ἠπείλησεν ὡς βασιλεύς, τὰ πολλὰ δὲ ἐνουθέτησεν ὡς πατήρ, καὶ φιλεῖν τοὺς ἀδελφοὺς παρεκάλει διδοὺς τῶν προημαρτημένων ἄφεσιν, εἰ πρὸς τὸ μέλλον ἀμείνους γένοιντο. 482οἱ δὲ τὰς μὲν διαβολὰς ἀπεσκευάζοντο ψευδεῖς εἶναι λέγοντες, πιστώσεσθαι δὲ τὴν ἀπολογίαν τοῖς ἔργοις ἔφασκον· δεῖν μέντοι κἀκεῖνον ἀποφράττειν τὰς λογοποιίας τῷ μὴ πιστεύειν ῥᾳδίως· οὐ γὰρ ἐπιλείψειν τοὺς καταψευσομένους αὐτῶν, ἕως ἂν πειθόμενος . 5 483

Τούτοις ὡς πατέρα πείσαντες ταχέως τὸν μὲν ἐν χερσὶν φόβον διεκρούσαντο, τὴν δʼ εἰς τὰ μέλλοντα λύπην προσέλαβον· ἔγνωσαν γὰρ τήν τε Σαλώμην ἐχθρὰν καὶ τὸν θεῖον Φερώραν· ἦσαν δὲ βαρεῖς μὲν ἀμφότεροι καὶ χαλεποί, Φερώρας δὲ μείζων, ὃς πάσης μὲν ἐκοινώνει τῆς βασιλείας πλὴν διαδήματος, προσόδους δὲ ἰδίας εἶχεν ἑκατὸν τάλαντα, τὴν δὲ πέραν Ἰορδάνου πᾶσαν ἐκαρποῦτο χώραν λαβὼν παρὰ τἀδελφοῦ δῶρον, ὃς αὐτὸν ἐποίησεν καὶ τετράρχην αἰτησάμενος παρὰ Καίσαρος, βασιλικῶν τε γάμων ἠξίωσεν συνοικίσας ἀδελφὴν τῆς ἰδίας γυναικός· μετὰ δὲ τὴν ἐκείνης τελευτὴν καθωσίωσε τὴν πρεσβυτάτην τῶν ἑαυτοῦ θυγατέρων ἐπὶ προικὶ τριακοσίοις ταλάντοις. 484ἀλλʼ ἀπέδρα Φερώρας τὸν βασιλικὸν γάμον

-- --

πρὸς ἔρωτα δούλης, ἐφʼ χαλεπήνας Ἡρώδης τὴν μὲν θυγατέρα τῷ πρὸς Πάρθων ὕστερον ἀναιρεθέντι συνέζευξεν ἀδελφιδῷ· Φερώρᾳ δὲ μετʼ οὐ πολὺ τὴν ὀργὴν ἀνίει διδοὺς συγγνώμην τῇ νόσῳ. 6 485

Διεβάλλετο δὲ καὶ πάλαι μὲν ἔτι ζώσης τῆς βασιλίδος ἐπιβουλεύειν αὐτῷ φαρμάκοις, τότε δὲ πλεῖστοι μηνυταὶ προσῄεσαν, ὡς καίπερ φιλαδελφότατον ὄντα τὸν Ἡρώδην εἰς πίστιν ὑπαχθῆναι τῶν λεγομένων καὶ δέος. πολλοὺς δὲ τῶν ἐν ὑπονοίᾳ βασανίσας τελευταῖον ἦλθεν ἐπὶ τοὺς Φερώρου φίλους. 486ὧν ἐπιβουλὴν μὲν ἄντικρυς ὡμολόγησεν οὐδείς, ὅτι δὲ τὴν ἐρωμένην ἁρπασάμενος εἰς Πάρθους ἀποδρᾶναι παρεσκευάζετο, συμμέτοχοι δὲ τοῦ σκέμματος αὐτῷ καὶ τῆς φυγῆς Κοστόβαρος Σαλώμης ἀνήρ, συνῴκισεν αὐτὴν βασιλεὺς ἐπὶ μοιχείᾳ τοῦ προτέρου διαφθαρέντος. 487ἦν δʼ ἐλευθέρα διαβολῆς οὐδὲ Σαλώμη· καὶ γὰρ αὐτῆς Φερώρας ἁδελφὸς κατηγόρει συνθήκας περὶ γάμου πρὸς Συλλαῖον τὸν Ὀβαίδα τοῦ Ἀράβων βασιλέως ἐπίτροπον, ὃς ἦν ἐχθρότατος Ἡρώδῃ. διελεγχθεῖσα δὲ καὶ τοῦτο καὶ πάνθʼ ὅσα Φερώρας ἐνεκάλει, συγγινώσκεται· καὶ αὐτὸν δὲ Φερώραν βασιλεὺς ἀπέλυσεν τῶν ἐγκλημάτων. 7 488

Μετέβαινεν δὲ ἐπʼ Ἀλέξανδρον χειμὼν τῆς οἰκίας καὶ περὶ τὴν ἐκείνου κεφαλὴν ὅλος ἀπηρείσατο. τρεῖς ἦσαν εὐνοῦχοι τιμιώτατοι τῷ βασιλεῖ, καὶ δῆλον ἐξ ὧν ἐλειτούργουν· τῷ μὲν γὰρ οἰνοχοεῖν προσετέτακτο, τῷ δὲ δεῖπνον προσφέρειν, δʼ αὐτὸν

-- --

κατεκοίμιζέν τε καὶ συγκατεκλίνετο. 489τούτους εἰς τὰ παιδικὰ δώροις μεγάλοις ὑπηγάγετο Ἀλέξανδρος. μηνυθὲν δὲ τῷ βασιλεῖ διηλέγχοντο βασάνοις, καὶ τὴν μὲν συνουσίαν εὐθέως ὡμολόγουν, ἐξέφερον δὲ καὶ τὰς εἰς αὐτὴν ὑποσχέσεις, ὃν τρόπον ἀπατηθεῖεν ὑπὸ Ἀλεξάνδρου λέγοντος, 490ὡς οὐκ ἐν Ἡρώδῃ δέοι τὰς ἐλπίδας ἔχειν ἀναιδεῖ γέροντι καὶ βαπτομένῳ τὰς κόμας, εἰ μὴ διὰ τοῦτʼ αὐτὸν οἴονται καὶ νέον, αὐτῷ δὲ προσέχειν, ὃς καὶ παρὰ ἄκοντος διαδέξεται τὴν βασιλείαν οὐκ εἰς μακράν τε τοὺς μὲν ἐχθροὺς ἀμυνεῖται, τοὺς φίλους δʼ εὐδαίμονας ποιήσει καὶ μακαρίους, πρὸ πάντων δὲ αὐτούς· 491εἶναι δὲ καὶ θεραπείαν τῶν δυνατῶν περὶ τὸν Ἀλέξανδρον λαθραίαν, τούς τε ἡγεμόνας τοῦ στρατιωτικοῦ καὶ τοὺς ταξιάρχους κρύφα πρὸς αὐτὸν συνιέναι. 8 492

Ταῦτα τὸν Ἡρώδην οὕτως ἐξεφόβησεν, ὡς μηδὲ παραχρῆμα τολμῆσαι τὰς μηνύσεις ἐκφέρειν, ἀλλὰ κατασκόπους ὑποπέμπων νύκτωρ καὶ μεθʼ ἡμέραν ἕκαστα τῶν πραττομένων λεγομένων διηρεύνα καὶ τοὺς ἐν ταῖς ὑποψίαις εὐθέως ἀνῄρει. 493δεινῆς δὲ ἀνομίας ἐνεπλήσθη τὸ βασίλειον· κατὰ γὰρ ἔχθραν μῖσος ἴδιον ἕκαστος ἔπλασσεν τὰς διαβολάς, καὶ πολλοὶ πρὸς τοὺς διαφόρους φονῶντι τῷ βασιλικῷ θυμῷ κατεχρῶντο. καὶ τὸ μὲν ψεῦδος εἶχεν παραχρῆμα πίστιν, αἱ κολάσεις δὲ τῶν διαβολῶν ἦσαν ὠκύτεραι. κατηγορεῖτο γοῦν τις ἄρτι κατηγορήσας, καὶ τῷ πρὸς αὐτοῦ διελεγχθέντι συναπήγετο· τὰς γὰρ ἐξετάσεις τοῦ βασιλέως περὶ τῆς ψυχῆς κίνδυνος ἐπετέμνετο. 494προύβη δʼ εἰς τοσοῦτον πικρίας, ὡς μηδὲ τῶν ἀκαταιτιάτων τινὶ προσβλέπειν ἡμέρως, εἶναι δὲ καὶ τοῖς φίλοις ἀπηνέστατος· πολλοῖς γοῦν αὐτῶν ἀπεῖπεν τὸ βασίλειον, καὶ πρὸς οὓς οὐκ εἶχεν χειρὸς ἐξουσίαν τῷ λόγῳ χαλεπὸς ἦν. 495συνεπέβη δὲ Ἀντίπατρος ἐν ταῖς συμφοραῖς Ἀλεξάνδρῳ καὶ στῖφος ποιήσας τῶν συγγενῶν οὐκ ἔστιν ἥντινα διαβολὴν παρέλιπεν. προήχθη γέ τοι πρὸς τοσοῦτον δέος βασιλεὺς ὑπὸ τῆς τερατείας αὐτοῦ καὶ τῶν συνταγμάτων, ὡς ἐφεστάναι δοκεῖν αὐτῷ τὸν Ἀλέξανδρον ξιφήρη. 496συλλαβὼν οὖν αὐτὸν ἐξαπίνης ἔδησεν καὶ πρὸς βάσανον ἐχώρει τῶν φίλων αὐτοῦ. σιγῶντες δὲ ἀπέθνησκον πολλοὶ καὶ μηδὲν ὑπὲρ τὸ συνειδὸς εἰπόντες· οἱ δʼ ὑπὸ τῶν ἀλγηδόνων ψεύσασθαι βιασθέντες ἔλεγον, ὡς ἐπιβουλεύοι τε αὐτῷ μετὰ Ἀριστοβούλου τοῦ ἀδελφοῦ καὶ παραφυλάττει κυνηγοῦντα κτείνας εἰς Ῥώμην ἀποδρᾶναι. 497τούτοις καίπερ οὐ πιθανοῖς οὖσιν ἀλλʼ ὑπὸ τῆς ἀνάγκης ἐσχεδιασμένοις βασιλεὺς ἐπίστευσεν ἡδέως, παραμυθίαν λαμβάνων τοῦ δῆσαι τὸν υἱὸν τὸ μὴ δοκεῖν ἀδίκως. 1 498

δʼ Ἀλέξανδρος ἐπεὶ τὸν πατέρα μεταπείθειν ἀμήχανον ἑώρα, τοῖς δεινοῖς ὁμόσε χωρεῖν διέγνω, καὶ τέσσαρας κατὰ τῶν ἐχθρῶν βίβλους συνταξάμενος προσωμολόγει μὲν τὴν ἐπιβουλήν, κοινωνοὺς δʼ ἀπεδείκνυεν τοὺς πλείστους αὐτῶν, πρὸ δὲ πάντων Φερώραν καὶ Σαλώμην· ταύτην γὰρ δὴ καὶ μιγῆναί ποτε αὐτῷ μὴ θέλοντι νύκτωρ εἰσβιασαμένην. 499αἵ τε οὖν βίβλοι παρῆσαν εἰς χεῖρας Ἡρώδῃ πολλὰ καὶ δεινὰ κατὰ τῶν δυνατωτάτων βοῶσαι, καὶ διὰ τάχους εἰς Ἰουδαίαν Ἀρχέλαος ἀφικνεῖται περὶ τῷ γαμβρῷ καὶ τῇ θυγατρὶ δείσας. γίνεται δὲ βοηθὸς αὐτοῖς μάλα προμηθὴς καὶ τέχνῃ τὴν τοῦ βασιλέως ἀπειλὴν διεκρούσατο. 500συμβαλὼν γὰρ εὐθέως αὐτῷποῦ ποτέ ἐστιν ἀλιτήριός μου γαμβρός, ἐβόα, ποῦ δὲ τὴν πατροκτόνον ὄψομαι κεφαλήν, ἣν ταῖς ἐμαυτοῦ χερσὶν διασπαράξω; προσθήσω δὲ καὶ τὴν θυγατέρα μου τῷ καλῷ νυμφίῳ· καὶ γὰρ εἰ μὴ κεκοινώνηκεν τοῦ σκέμματος, ὅτι τοιούτου γυνὴ γέγονεν, μεμίανται. 501θαυμάζω δὲ καὶ σὲ τὸν ἐπιβουλευθέντα τῆς ἀνεξικακίας, εἰ ζῇ μέχρι νῦν Ἀλέξανδρος· ἐγὼ γὰρ ἠπειγόμην ἀπὸ Καππαδοκίας ὡς τὸν μὲν εὑρήσων πάλαι δεδωκότα δίκας, μετὰ δὲ σοῦ περὶ τῆς θυγατρὸς ἐξετάσων, ἣν ἐκείνῳ γε πρὸς τὸ σὸν ἀξίωμα βλέπων ἐνεγγύησα. νῦν δὲ περὶ ἀμφοῖν ἡμῖν βουλευτέον, κἂν ᾖς πατὴρ λίαν τοῦ κολάζειν υἱὸν ἀτονώτερος ἐπίβουλον, ἀμείψωμεν τὰς δεξιὰς καὶ γενώμεθα τῆς ἀλλήλων ὀργῆς διάδοχοι.” 2 502

Τούτοις περικομπήσας καίπερ παρατεταγμένον Ἡρώδην ὑπάγεται· δίδωσι γοῦν αὐτῷ τὰς συνταχθείσας ὑπʼ Ἀλεξάνδρου βίβλους ἀναγνῶναι καὶ καθʼ ἕκαστον ἐφιστὰς κεφάλαιον συνεσκέπτετο. λαμβάνει δʼ Ἀρχέλαος ἀφορμὴν τοῦ στρατηγήματος καὶ κατὰ μικρὸν εἰς τοὺς ἐγγεγραμμένους καὶ Φερώραν μετήγαγεν τὰς αἰτίας. 503ὡς δʼ ἑώρα πιστεύοντα τὸν βασιλέα, “σκεπτέον, ἔφη, μή ποτε τὸ μειράκιον ὑπὸ τοσούτων εἴη πονηρῶν ἐπιβουλευόμενον, οὐχ ὑπὸ τοῦ μειρακίου σύ· καὶ γὰρ οὐχ ὁρᾶν αἰτίαν, ἐξ ἧς ἂν

-- --

εἰς τηλικοῦτον μύσος προέπεσεν, ἀπολαύων μὲν ἤδη βασιλείας, ἐλπίζων δὲ καὶ διαδοχήν, εἰ μή τινες ἦσαν ἀναπείθοντες καὶ τὸ τῆς ἡλικίας εὔκολον ἐπὶ κακῷ μεταχειριζόμενοι. διὰ γὰρ τῶν τοιούτων ἐξαπατᾶσθαι μὲν οὐκ ἐφήβους μόνον ἀλλὰ καὶ γέροντας, οἴκους δὲ λαμπροτάτους καὶ βασιλείας ὅλας ἀνατρέπεσθαι.” 3 504

Συνῄνει τοῖς λεγομένοις Ἡρώδης, καὶ τὴν μὲν πρὸς Ἀλέξανδρον ὀργὴν ἐπανίει πρὸς ὀλίγον, πρὸς δὲ Φερώραν παρωξύνετο· τῶν γὰρ τεσσάρων βίβλων οὗτος ἦν ὑπόθεσις. ὃς κατιδὼν τό τε τοῦ βασιλέως ὀξύρροπον καὶ τὴν Ἀρχελάου φιλίαν παρʼ αὐτῷ πάντων κρατοῦσαν, ὡς οὐκ ἐνῆν εὐσχήμονι σωτηρία, τὴν διʼ ἀναιδείας ἐπορίζετο· καταλείψας γοῦν Ἀλέξανδρον προσέφυγεν Ἀρχελάῳ. 505κἀκεῖνος οὐχ ὁρᾶν ἔφη, πῶς ἂν αὐτὸν ἐξαιτήσαιτο τοσούτοις ἐνεχόμενον ἐγκλήμασιν, ἐξ ὧν σαφῶς ἀποδείκνυται τοῦ βασιλέως ἐπίβουλος καὶ τῶν παρόντων τῷ μειρακίῳ κακῶν αἴτιος γεγονώς, εἰ μὴ βούλεται τὸ πανοῦργον καὶ τὰς ἀρνήσεις ἀφεὶς προσομολογῆσαι μὲν τὰ κατηγορημένα, συγγνώμην δʼ αἰτήσασθαι παρὰ τἀδελφοῦ καὶ φιλοῦντος· εἰς γὰρ τοῦτο πάντα τρόπον αὐτὸς συνεργήσειν. 4 506

Πείθεται Φερώρας, καὶ κατασκευάσας ἑαυτόν, ὡς ἂν οἰκτρότατος φανείη, μελαίνῃ τε ἐσθῆτι καὶ δακρύοις προσπίπτει τοῖς Ἡρώδου ποσίν, ὡς πολλάκις ἔτυχεν συγγνώμης αἰτούμενος καὶ

-- --

μιαρὸν μὲν ἑαυτὸν ὁμολογῶν, δεδρακέναι γὰρ πάντα, ὅσα κατηγοροῖτο, παρακοπὴν δὲ φρενῶν καὶ μανίαν ὀδυρόμενος, ἧς αἴτιον εἶναι τὸν ἔρωτα τῆς γυναικὸς ἔλεγεν. 507παραστήσας δὴ κατήγορον καὶ μάρτυν ἑαυτοῦ Φερώραν Ἀρχέλαος οὕτως ἤδη παρῃτεῖτο καὶ τὴν Ἡρώδου κατέστελλεν ὀργὴν χρώμενος οἰκείοις ὑποδείγμασιν· καὶ γὰρ αὐτὸς πολλῷ χαλεπώτερα πάσχων ὑπὸ τἀδελφοῦ τῆς ἀμύνης ἐπίπροσθεν τίθεσθαι τὸ τῆς φύσεως δίκαιον· ἐν γὰρ ταῖς βασιλείαις ὥσπερ ἐν μεγάλοις σώμασιν ἀεί τι μέρος φλεγμαίνειν ὑπὸ τοῦ βάρους, ὅπερ ἀποκόπτειν μὲν οὐ χρῆναι, θεραπεύειν δὲ πρᾳότερον. 5 508

Πολλὰ τοιαῦτα λέγων Ἡρώδην μὲν ἐπὶ Φερώρᾳ μειλίσσεται, διέμενε δʼ αὐτὸς ἀγανακτῶν πρὸς Ἀλέξανδρον καὶ τὴν θυγατέρα διαζεύξας ἀπάξειν ἔφασκεν, ἕως περιέστησεν Ἡρώδην ἀντιπαρακαλεῖν ὑπὲρ τοῦ μειρακίου καὶ πάλιν αὐτῷ μνηστεύεσθαι τὴν θυγατέρα. σφόδρα δὲ ἀξιοπίστως Ἀρχέλαος βούλεται συνοικίζειν αὐτὴν ἐπέτρεπεν πλὴν Ἀλεξάνδρου· περὶ πλείστου γὰρ ποιεῖσθαι τηρεῖν πρὸς αὐτὸν τὰ τῆς ἐπιγαμίας δίκαια. 509φαμένου δὲ τοῦ βασιλέως δῶρον ἕξειν παρʼ αὐτοῦ τὸν υἱόν, εἰ μὴ λύσειεν τὸν γάμον, ὄντων μὲν αὐτοῖς ἤδη καὶ τέκνων, στεργομένης δʼ οὕτως ὑπὸ τοῦ μειρακίου τῆς γυναικός, ἣν παραμένουσαν μὲν ἔσεσθαι δυσώπημα τῶν ἁμαρτημάτων, ἀπορραγεῖσαν δὲ αἰτίαν τῆς εἰς ἅπαντα ἀπογνώσεως· μαλακωτέρας γὰρ γίνεσθαι τὰς τόλμας πάθεσιν οἰκείοις περισπωμένας· 510κατανεύει μόλις Ἀρχέλαος διαλλάσσεταί τε καὶ διαλλάσσει τῷ νεανίσκῳ τὸν πατέρα· δεῖν μέντοι πάντως ἔφη πέμπειν αὐτὸν εἰς Ῥώμην Καίσαρι διαλεξόμενον· γεγραφέναι γὰρ αὐτὸς ἐκείνῳ περὶ πάντων. 6 511

Τὸ μὲν οὖν Ἀρχελάου στρατήγημα, διʼ οὗ τὸν γαμβρὸν ἐρρύσατο, πέρας εἶχεν, μετὰ δὲ τὰς διαλλαγὰς ἐν εὐωχίαις καὶ φιλοφρονήσεσιν διῆγον. ἀπιόντα δʼ αὐτὸν Ἡρώδης δωρεῖται ταλάντων ἑβδομήκοντα δώροις θρόνῳ τε χρυσῷ διαλίθῳ καὶ εὐνούχοις καὶ παλλακίδι, ἥτις ἐκαλεῖτο Παννυχίς, τῶν τε φίλων ἐτίμησεν κατʼ ἀξίαν ἕκαστον. 512ὁμοίως τε καὶ οἱ συγγενεῖς προστάξαντος τοῦ βασιλέως πάντες Ἀρχελάῳ δῶρα λαμπρὰ ἔδοσαν, προεπέμφθη τε ὑπό τε Ἡρώδου καὶ τῶν δυνατῶν ἕως Ἀντιοχείας. 1 513

Μετʼ οὐ πολὺ δὲ εἰς τὴν Ἰουδαίαν παρέβαλεν ἀνὴρ πολὺ τῶν Ἀρχελάου στρατηγημάτων δυνατώτερος, ὃς οὐ μόνον τὰς ὑπʼ ἐκείνου πολιτευθείσας Ἀλεξάνδρῳ διαλλαγὰς ἀνέτρεψεν, ἀλλὰ καὶ ἀπωλείας αἴτιος αὐτῷ κατέστη. γένος ἦν Λάκων, Εὐρυκλῆς τοὔνομα, πόθῳ χρημάτων εἰς τὴν βασιλείαν εἰσφθαρείς· οὐ γὰρ ἀντεῖχεν ἔτι Ἑλλὰς αὐτοῦ τῇ πολυτελείᾳ. 514λαμπρὰ δʼ Ἡρώδῃ δῶρα προσενεγκὼν δέλεαρ ὧν ἐθηρᾶτο καὶ παραχρῆμα πολλαπλασίω λαβὼν οὐδὲν ἡγεῖτο τὴν καθαρὰν δόσιν, εἰ μὴ διʼ αἵματος ἐμπορεύσεται τὴν βασιλείαν. 515περιέρχεται γοῦν τὸν βασιλέα κολακείᾳ καὶ δεινότητι λόγων καὶ περὶ αὐτοῦ ψευδέσιν ἐγκωμίοις. ταχέως δὲ συνιδὼν τὸν Ἡρώδου τρόπον καὶ πάντα λέγων τε καὶ πράττων τὰ πρὸς ἡδονὴν αὐτῷ φίλος ἐν τοῖς πρώτοις γίνεται· καὶ γὰρ

-- --

βασιλεὺς διὰ τὴν πατρίδα καὶ πάντες οἱ περὶ αὐτὸν ἡδέως προετίμων τὸν Σπαρτιάτην. 2 516

δʼ ἐπεὶ τὰ σαθρὰ τῆς οἰκίας κατέμαθεν, τάς τε τῶν ἀδελφῶν διαφορὰς καὶ ὅπως διέκειτο πρὸς ἕκαστον πατήρ, Ἀντιπάτρου μὲν ξενίᾳ προκατείληπτο, φιλίᾳ δὲ Ἀλέξανδρον ὑποκρίνεται ψευσάμενος ἑταῖρον ἑαυτὸν εἶναι καὶ Ἀρχελάου πάλαι· διὸ δὴ καὶ ταχέως ὡς δεδοκιμασμένος ἐδέχθη, συνίστησιν δʼ αὐτὸν εὐθέως καὶ Ἀριστοβούλῳ τῷ ἀδελφῷ. 517πάντων δʼ ἀποπειραθεὶς τῶν προσώπων ἄλλον ἄλλως ὑπῄει, γίνεται δὲ προηγουμένως μισθωτὸς Ἀντιπάτρου καὶ προδότης Ἀλεξάνδρου, τῷ μὲν ὀνειδίζων, εἰ πρεσβύτατος ὢν περιόψεται τοὺς ἐφεδρεύοντας αὐτοῦ ταῖς ἐλπίσιν, Ἀλεξάνδρῳ δέ, εἰ γεγενημένος ἐκ βασιλίδος καὶ βασιλίδι συνοικῶν ἐάσει διαδέχεσθαι τὴν ἀρχὴν τὸν ἐξ ἰδιώτιδος, καὶ ταῦτα μεγίστην ἀφορμὴν ἔχων Ἀρχέλαον. 518ἦν δὲ πιστὸς τῷ μειρακίῳ σύμβουλος τὴν Ἀρχελάου φιλίαν πλασάμενος· διὸ μηδὲν ὑποστελλόμενος Ἀλέξανδρος τά τε κατʼ Ἀντίπατρον ἀπωδύρετο πρὸς αὐτὸν καὶ ὡς Ἡρώδης αὐτῶν τὴν μητέρα κτείνας οὐ παράδοξον εἰ καὶ αὐτοὺς ἀφαιρεῖται τὴν ἐκείνης βασιλείαν· ἐφʼ οἷς Εὐρυκλῆς οἰκτείρειν τε καὶ συναλγεῖν ὑπεκρίνετο. 519τὰ δʼ αὐτὰ καὶ τὸν Ἀριστόβουλον εἰπεῖν δελεάσας καὶ ταῖς κατὰ τοῦ πατρὸς μέμψεσιν ἐνδησάμενος ἀμφοτέρους ᾤχετο φέρων Ἀντιπάτρῳ τὰ ἀπόρρητα· προσεπιψεύδεται δʼ ἐπιβουλὴν ὡς ἐνεδρευόντων αὐτὸν τῶν ἀδελφῶν καὶ μόνον οὐκ ἐπιφερόντων ἤδη τὰ ξίφη. λαβὼν δʼ ἐπὶ τούτοις χρημάτων πλῆθος ἐπαινέτης ἦν Ἀντιπάτρου καὶ πρὸς τὸν πατέρα. 520τὸ δὲ

-- --

τελευταῖον ἐργολαβήσας τὸν Ἀριστοβούλου καὶ Ἀλεξάνδρου θάνατον κατήγορος αὐτῶν ἐπὶ τοῦ πατρὸς γίνεται καὶ προσελθὼν ἀντιδιδόναι τὸ ζῆν ἔφασκεν Ἡρώδῃ τῶν εἰς αὐτὸν εὐεργεσιῶν καὶ τὸ φῶς ἀμοιβὴν τῆς ξενίας ἀντιπαρέχειν· πάλαι γὰρ ἐπʼ αὐτὸν ἠκονῆσθαι ξίφος καὶ τὴν Ἀλεξάνδρου τετονῶσθαι δεξιάν, ἐμποδὼν δʼ αὐτὸς γεγονέναι τῷ τάχει συνεργεῖν ὑποκριθείς· 521φάναι γὰρ τὸν Ἀλέξανδρον, ὡς οὐκ ἀγαπᾷ βασιλεύσας αὐτὸς Ἡρώδης ἐν ἀλλοτρίοις καὶ μετὰ τὸν τῆς μητρὸς αὐτῶν φόνον τὴν ἐκείνης ἀρχὴν σπαθήσας, ἀλλʼ ἔτι καὶ νόθον εἰσάγεται διάδοχον Ἀντιπάτρῳ τῷ φθόρῳ τὴν παππῴαν αὐτῶν βασιλείαν προτείνων. τιμωρήσειν γε μὴν αὐτὸς τοῖς Ὑρκανοῦ καὶ τοῖς Μαριάμμης δαίμοσιν· οὐδὲ γὰρ πρέπειν αὐτὸν διαδέξασθαι παρὰ τοιούτου πατρὸς τὴν ἀρχὴν δίχα φόνου. 522πολλὰ δʼ εἶναι τὰ παροξύνοντα καθʼ ἡμέραν, ὥστε μηδὲ λαλιᾶς τινα τρόπον ἀσυκοφάντητον καταλελεῖφθαι· περὶ μὲν γὰρ εὐγενείας ἑτέρων μνείας γενομένης αὐτὸς ἀλόγως ὑβρίζεσθαι, τοῦ πατρὸς λέγοντος μόνος εὐγενὴς Ἀλέξανδρος καὶ τὸν πατέρα διʼ ἀγένειαν ἀδοξῶν”· κατὰ δὲ τὰς θήρας προσκρούειν μὲν σιωπῶν, ἐπαινέσας δὲ προσακούειν εἴρων. 523πανταχοῦ δʼ ἀμείλικτον εὑρίσκειν τὸν πατέρα καὶ μόνῳ φιλόστοργον Ἀντιπάτρῳ, διʼ ὃν ἡδέως καὶ τεθνήξεσθαι μὴ κρατήσας τῆς ἐπιβουλῆς. κτείναντι δὲ εἶναι σωτηρίας ἀφορμὴν πρῶτον μὲν Ἀρχέλαον ὄντα κηδεστήν, πρὸς ὃν διαφεύξεσθαι ῥᾳδίως, ἔπειτα Καίσαρα μέχρι νῦν ἀγνοοῦντα τὸν Ἡρώδου τρόπον· 524οὐ γὰρ ὡς πρότερον αὐτῷ παραστήσεσθαι πεφρικὼς τὸν ἐφεστῶτα πατέρα οὐδὲ φθέγξεσθαι περὶ τῶν ἑαυτοῦ μόνον ἐγκλημάτων, ἀλλὰ πρῶτον μὲν κηρύξειν τὰς τοῦ ἔθνους συμφορὰς καὶ τοὺς μέχρι ψυχῆς φορολογουμένους, ἔπειτʼ εἰς οἵας τρυφὰς καὶ

-- --

πράξεις τὰ διʼ αἵματος πορισθέντα χρήματα ἀνηλώθη, τούς τε ἐξ ἡμῶν πλουτήσαντας οἷοι, καὶ τὰς θεραπευθείσας πόλεις ἐπὶ τίσιν. 525ζητήσειν δὲ καὶ τὸν πάππον ἐκεῖ καὶ τὴν μητέρα καὶ τὰ τῆς βασιλείας μύση πάντα κηρύξειν, ἐφʼ οἷς οὐ κριθήσεσθαι πατροκτόνος. 3 526

Τοιαῦτα κατʼ Ἀλεξάνδρου τερατευσάμενος Εὐρυκλῆς ἐπῄνει πολλὰ τὸν Ἀντίπατρον, ὡς ἄρα μόνος τε εἴη φιλοπάτωρ καὶ διὰ τοῦτο μέχρι νῦν τῆς ἐπιβουλῆς ἐμπόδιος. μήπω δὲ καλῶς ἐπὶ τοῖς πρώτοις βασιλεὺς κατεσταλμένος εἰς ἀνήκεστον ὀργὴν ἐξαγριοῦται. 527καὶ πάλιν λαβὼν καιρὸν Ἀντίπατρος ἑτέρους κατὰ τῶν ἀδελφῶν ὑπέπεμπεν κατηγόρους λέγειν, ὅτι Ἰουκούνδῳ καὶ Τυράννῳ λάθρα διαλέγοιντο τοῖς ἱππάρχοις μέν ποτε τοῦ βασιλέως γενομένοις, τότε δʼ ἔκ τινων προσκρουσμάτων ἀποπεπτωκόσι τῆς τάξεως. ἐφʼ οἷς Ἡρώδης ὑπεραγανακτήσας εὐθέως ἐβασάνισεν τοὺς ἄνδρας. 528ἀλλʼ οἱ μὲν οὐδὲν τῶν διαβληθέντων ὡμολόγουν, προεκομίσθη δέ τις πρὸς τὸν Ἀλεξανδρείου φρούραρχον ἐπιστολὴ παρὰ Ἀλεξάνδρου παρακαλοῦντος, ἵνα αὐτὸν δέξηται τῷ φρουρίῳ μετὰ Ἀριστοβούλου τοῦ ἀδελφοῦ κτείναντα τὸν πατέρα, καὶ παράσχῃ τοῖς ὅπλοις χρήσασθαι καὶ ταῖς ἄλλαις ἀφορμαῖς. 529ταύτην Ἀλέξανδρος μὲν ἔλεγεν τέχνασμα εἶναι Διοφάντου· γραμματεὺς δʼ ἦν Διόφαντος τοῦ βασιλέως, τολμηρὸς ἀνὴρ καὶ δεινὸς μιμήσασθαι πάσης χειρὸς γράμματα·

-- --

πολλὰ γοῦν παραχαράξας τελευταῖον ἐπὶ τούτῳ καὶ κτείνεται. βασανίσας δὲ τὸν φρούραρχον Ἡρώδης οὐδὲν ἤκουσεν οὐδὲ παρʼ ἐκείνου τῶν διαβεβλημένων. 4 530

Ἀλλὰ καίτοι τοὺς ἐλέγχους εὑρίσκων ἀσθενεῖς τοὺς υἱοὺς ἐκέλευσεν τηρεῖν, ἔτι μέντοι λελυμένους, τὸν δὲ λυμεῶνα τῆς οἰκίας καὶ δραματουργὸν ὅλου τοῦ μύσους Εὐρυκλέα σωτῆρα καὶ εὐεργέτην καλῶν πεντήκοντα δωρεῖται ταλάντοις. δὲ τὴν ἀκριβῆ φήμην φθάσας εἰς Καππαδοκίαν ἀργυρίζεται καὶ παρὰ Ἀρχελάου, τολμήσας εἰπεῖν ὅτι καὶ διαλλάξειεν Ἡρώδην Ἀλεξάνδρῳ. 531διάρας δʼ εἰς τὴν Ἑλλάδα τοῖς ἐκ κακῶν κτηθεῖσιν εἰς ὅμοια κατεχρήσατο· δὶς γοῦν ἐπὶ Καίσαρος κατηγορηθεὶς ἐπὶ τῷ στάσεως ἐμπλῆσαι τὴν Ἀχαΐαν καὶ περιδύειν τὰς πόλεις φυγαδεύεται. κἀκεῖνον μὲν οὕτως Ἀλεξάνδρου καὶ Ἀριστοβούλου ποινὴ περιῆλθεν. 5 532

Ἄξιον δὲ ἀντιθεῖναι τὸν Κῷον Εὐάρεστον τῷ Σπαρτιάτῃ· καὶ γὰρ οὗτος ὢν ἐν τοῖς μάλιστα φίλοις Ἀλεξάνδρῳ καὶ κατὰ τὸν αὐτὸν Εὐρυκλεῖ καιρὸν ἐπιδημήσας πυνθανομένῳ τῷ βασιλεῖ περὶ ὧν ἐκεῖνος διέβαλλεν ὅρκοις τὸ μηδὲν ἀκηκοέναι τῶν μειρακίων ἐπιστώσατο. 533οὐ μὴν ὤνησέν γέ τι τοὺς ἀθλίους· μόνων γὰρ ἦν τῶν κακῶν ἀκροατὴς ἑτοιμότατος Ἡρώδης καὶ κεχαρισμένος αὐτῷ πᾶς συμπιστεύων καὶ συναγανακτῶν. 1 534

Παρώξυνεν δʼ αὐτοῦ καὶ Σαλώμη τὴν ἐπὶ τοῖς τέκνοις ὠμότητα· ταύτην γὰρ συνδήσασθαι τοῖς κινδύνοις Ἀριστόβουλος θέλων οὖσαν ἑκυρὰν καὶ τηθίδα, διαπέμπεται σώζειν ἑαυτὴν παραινῶν· παρεσκευάσθαι γὰρ βασιλέα κτείνειν αὐτὴν διαβληθεῖσαν ἐφʼ οἷς καὶ πρότερον, ὅτι Συλλαίῳ τῷ Ἄραβι γήμασθαι σπουδάζουσα λάθρα τὰ τοῦ βασιλέως ἀπόρρητα διαγγέλλοι πρὸς αὐτὸν ἐχθρὸν ὄντα. 535τοῦτο δʼ ὥσπερ τελευταία θύελλα χειμαζομένους τοὺς νεανίσκους ἐπεβάπτισεν· γὰρ Σαλώμη δραμοῦσα πρὸς βασιλέα τὴν παραίνεσιν ἐμήνυσεν. κἀκεῖνος οὐκέτι καρτερήσας δεσμεῖ μὲν ἀμφοτέρους τοὺς υἱεῖς καὶ διεχώρισεν ἀπʼ ἀλλήλων, πέμπει δὲ πρὸς Καίσαρα διὰ τάχους Οὐολούμνιόν τε τὸν στρατοπεδάρχην καὶ τῶν φίλων Ὄλυμπον ἐγγράφους τὰς μηνύσεις φέροντας. 536οἱ δʼ ὡς εἰς Ῥώμην πλεύσαντες ἀπέδοσαν τὰ ἀπὸ τοῦ βασιλέως γράμματα, σφόδρα μὲν ἠχθέσθη Καῖσαρ ἐπὶ τοῖς νεανίσκοις, οὐ μὴν ᾤετο δεῖν ἀφελέσθαι τὸν πατέρα τὴν περὶ τῶν υἱῶν ἐξουσίαν. 537ἀντιγράφει γοῦν κύριον μὲν αὐτὸν καθιστάς, εὖ μέντοι ποιήσειν λέγων, εἰ μετὰ κοινοῦ συνεδρίου τῶν τε ἰδίων συγγενῶν καὶ τῶν κατὰ τὴν ἐπαρχίαν ἡγεμόνων ἐξετάσειεν τὴν ἐπιβουλήν· κἂν μὲν ἐνέχωνται, κτείνειν, ἐὰν δὲ μόνον ὦσιν δρασμὸν βεβουλευμένοι, κολάζειν μετριώτερον. 2 538

Τούτοις Ἡρώδης πείθεται, καὶ παραγενόμενος εἰς Βηρυτόν, ἔνθα προσέταξεν Καῖσαρ, συνῆγε τὸ δικαστήριον. προκαθίζουσίν τε οἱ ἡγεμόνες γραφὲν αὐτοῖς ὑπὸ Καίσαρος, Σατορνῖνός τε καὶ οἱ περὶ Πεδάνιον πρέσβεις, σὺν οἷς καὶ Οὐολούμνιος ἐπίτροπος, ἔπειθʼ οἱ τοῦ βασιλέως συγγενεῖς καὶ φίλοι, Σαλώμη τε καὶ Φερώρας, μεθʼ οὓς οἱ πάσης Συρίας ἄριστοι πλὴν Ἀρχελάου τοῦ βασιλέως· τοῦτον γὰρ ὄντα κηδεστὴν Ἀλεξάνδρου διʼ ὑποψίας εἶχεν Ἡρώδης. 539τούς γε μὴν υἱοὺς οὐ προήγαγεν εἰς τὴν δίκην μάλα προμηθῶς· ᾔδει γάρ, ὅτι καὶ μόνον ὀφθέντες ἐλεηθήσονται πάντως· εἰ δὲ δὴ καὶ λόγου μεταλάβοιεν, ῥᾳδίως Ἀλέξανδρον ἀπολύσεσθαι τὰς αἰτίας. ἀλλʼ οἱ μὲν ἐν Πλατάνῃ κώμῃ Σιδωνίων ἐφρουροῦντο. 3 540

Καταστὰς δʼ βασιλεὺς ὡς πρὸς παρόντας διετείνετο κατηγόρει τε τὴν μὲν ἐπιβουλὴν ἀσθενῶς ὡς ἂν ἀπορούμενος εἰς αὐτὴν ἐλέγχων, λοιδορίας δὲ καὶ σκώμματα καὶ ὕβρεις καὶ πλημμελείας μυρίας εἰς αὐτόν, καὶ θανάτου χαλεπώτερα τοῖς συνέδροις ἀπέφηνεν. ἔπειτα μηδενὸς ἀντιλέγοντος ἐποικτισάμενος, ὡς αὐτὸς ἁλίσκοιτο καὶ νικῶν νίκην πικρὰν κατὰ τῶν τέκνων, ἐπηρώτα τὴν γνώμην ἑκάστου. 541καὶ πρῶτος Σατορνῖνος ἀπεφήνατο κατακρίνειν μὲν τῶν νεανίσκων, ἀλλʼ οὐ θάνατον· οὐ γὰρ εἶναι θεμιτὸν αὐτῷ τριῶν παρεστώτων τέκνων ἑτέρου τέκνοις ἀπώλειαν ἐπιψηφίσασθαι. σύμψηφοι δʼ αὐτῷ καὶ οἱ δύο πρεσβευταὶ γίνονται, καὶ τούτοις ἕτεροί τινες ἠκολούθησαν. 542Οὐολούμνιος δὲ τῆς σκυθρωπῆς ἀποφάσεως ἤρξατο, καὶ μετʼ αὐτὸν πάντες θάνατον κατακρίνουσιν τῶν μειρακίων, οἱ μὲν κολακεύοντες, οἱ δὲ μισοῦντες Ἡρώδην καὶ οὐδεὶς διʼ ἀγανάκτησιν. 543ἔνθα δὴ μετέωρος τε Συρία πᾶσα καὶ τὸ Ἰουδαϊκὸν ἦν ἐκδεχομένων τὸ τέλος τοῦ δράματος· οὐδεὶς μέντοι ὑπελάμβανεν ἔσεσθαι μέχρι τεκνοκτονίας ὠμὸν Ἡρώδην. δὲ σύρας τοὺς υἱοὺς εἰς Τύρον κἀκεῖθεν διαπλεύσας εἰς Καισάρειαν τρόπον ἀναιρέσεως τοῖς μειρακίοις ἐσκέπτετο.

-- --

4 544

Παλαιὸς δέ τις τοῦ βασιλέως στρατιώτης, ὄνομα Τίρων, ἔχων υἱὸν σφόδρα συνήθη καὶ φίλον Ἀλεξάνδρῳ καὶ αὐτὸς ἠγαπηκὼς ἰδίᾳ τὰ μειράκια, διʼ ὑπερβολὴν ἀγανακτήσεως ἔκφρων ἐγίνετο, καὶ τὸ μὲν πρῶτον ἐβόα περιιὼν πεπατῆσθαι τὸ δίκαιον, ἀπολωλέναι τὴν ἀλήθειαν, συγκεχύσθαι τὴν φύσιν, ἀνομίας γέμειν τὸν βίον, καὶ πάνθʼ ὅσα μὴ φειδομένῳ τοῦ ζῆν ὑπηγόρευε τὸ πάθος. 545τέλος δὲ καὶ τῷ βασιλεῖ τολμήσας προσελθεῖνἀλλʼ ἐμοὶ μέν, ἔφη, κακοδαιμονέστατος εἶναι δοκεῖς, ὅστις κατὰ τῶν φιλτάτων πείθῃ τοῖς πονηροτάτοις, εἴ γε Φερώρα καὶ Σαλώμης καταγνοὺς πολλάκις θάνατον πιστεύεις τούτοις κατὰ τῶν τέκνων, οἵ σε τῶν γνησίων περικόπτοντες διαδόχων ἐπʼ Ἀντιπάτρῳ καταλείπουσι μόνῳ, τὸν ἑαυτοῖς εὐμεταχείριστον αἱρούμενοι βασιλέα. 546σκέψαι μέντοι γε, μή ποτε κἀκείνῳ γένηται μῖσος ἐν τοῖς στρατιώταις τῶν ἀδελφῶν θάνατος· οὐ γὰρ ἔστιν ὅστις οὐκ ἐλεεῖ τὰ μειράκια, τῶν δὲ ἡγεμόνων καὶ φανερῶς ἀγανακτοῦσιν πολλοί.” ταῦθʼ ἅμα λέγων ὠνόμαζεν τοὺς ἀγανακτοῦντας. δὲ βασιλεὺς εὐθέως ἐκείνους τε καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ συνελάμβανεν. 5 547

Ἐφʼ τῶν ἐκ τῆς αὐλῆς τις κουρέων, Τρύφων ὄνομα, προεκπηδήσας ἔκ τινος θεοβλαβείας ἑαυτοῦ μηνυτὴς γίνεται. “κἀμὲ γάρ, ἔφη, Τίρων οὗτος ἀνέπειθεν, ὅταν θεραπεύω τῷ ξυρῷ σε διαχειρίσασθαι, μεγάλας τέ μοι παρʼ Ἀλεξάνδρου δωρεὰς ὑπισχνεῖτο.” 548ταῦτʼ ἀκούσας Ἡρώδης τόν τε Τίρωνα σὺν τῷ παιδὶ καὶ τὸν κουρέα

-- --

βασάνοις διήλεγχεν, καὶ τῶν μὲν ἀρνουμένων, τοῦ δὲ μηδὲν πλέον λέγοντος, στρεβλοῦν ἐκέλευσεν τὸν Τίρωνα σφοδρότερον. 549 δʼ υἱὸς οἰκτείρας ὑπέσχετο τῷ βασιλεῖ πάντα μηνύσειν, εἰ χαρίσαιτο τὸν πατέρα αὐτῷ. κἀκείνου δόντος εἶπεν, ὡς πατὴρ αὐτοῦ πεισθεὶς Ἀλεξάνδρῳ θελήσειεν αὐτὸν ἀνελεῖν. τοῦθʼ οἱ μὲν εἰς ἀπαλλαγὴν τῆς τοῦ πατρὸς αἰκίας πεπλάσθαι, τινὲς δὲ ἀληθὲς ἔλεγον. 6 550

Ἡρώδης γε μὴν ἐν ἐκκλησίᾳ τῶν τε ἡγεμόνων καὶ Τίρωνος κατηγορήσας τὸν λαὸν ἐπʼ αὐτοὺς ἐστρατολόγησεν· αὐτόθι γοῦν ἀναιροῦνται μετὰ τοῦ κουρέως ξύλοις βαλλόμενοι καὶ λίθοις. 551πέμψας δὲ καὶ τοὺς υἱεῖς εἰς Σεβαστὴν οὖσαν οὐ πόρρω τῆς Καισαρείας προσέταξεν ἀποπνῖξαι. καὶ τελεσθέντος αὐτῷ ταχέως τοῦ προστάγματος τοὺς νεκροὺς εἰς Ἀλεξάνδρειον ἐκέλευσεν ἀνακομισθῆναι τὸ φρούριον συνταφησομένους Ἀλεξάνδρῳ τῷ μητροπάτορι. τὸ μὲν οὖν Ἀλεξάνδρου καὶ Ἀριστοβούλου τέλος τοιοῦτον. 1 552

Ἀντιπάτρῳ δὲ ἀδήριτον ἔχοντι τὴν διαδοχὴν μῖσος μὲν ἀφόρητον ἐκ τοῦ ἔθνους ἐπεγείρεται πάντων ἐπισταμένων, ὅτι τὰς διαβολὰς τοῖς ἀδελφοῖς πάσας ἐπισυντάξειεν οὗτος, ὑποικούρει δὲ καὶ δέος οὐ μέτριον αὐξανομένην ὁρῶντι τὴν τῶν ἀνῃρημένων γενεάν· ἦσαν γὰρ Ἀλεξάνδρῳ μὲν ἐκ Γλαφύρας υἱεῖς δύο Τιγράνης καὶ Ἀλέξανδρος, Ἀριστοβούλῳ δʼ ἐκ Βερνίκης τῆς Σαλώμης Ἡρώδης μὲν καὶ Ἀγρίππας καὶ Ἀριστόβουλος υἱοί, θυγατέρες δὲ Ἡρωδιὰς καὶ Μαριάμμη. 553τὴν μὲν οὖν Γλαφύραν μετὰ τῆς προικὸς Ἡρώδης ἀπέπεμψεν εἰς Καππαδοκίαν, ὡς ἀνεῖλεν Ἀλέξανδρον, τὴν Ἀριστοβούλου δὲ Βερνίκην συνῴκισεν θείῳ πρὸς μητρὸς Ἀντιπάτρου· τὴν γὰρ Σαλώμην οὖσαν διάφορον ἐξοικειούμενος Ἀντίπατρος τοῦτον ἐπραγματεύσατο τὸν γάμον. 554περιῄει δὲ καὶ τὸν Φερώραν δώροις τε καὶ ταῖς ἄλλαις θεραπείαις καὶ τοὺς Καίσαρος φίλους οὐκ ὀλίγα πέμπων ἐπὶ Ῥώμης χρήματα. οἵ γε μὴν περὶ Σατορνῖνον ἐν Συρίᾳ πάντες ἐνεπλήσθησαν τῶν ἀπʼ αὐτοῦ δωρεῶν. ἐμισεῖτο δὲ διδοὺς πλεῖον, ὡς ἂν οὐκ ἐκ τοῦ μεγαλοψύχου χαριζόμενος ἀλλʼ ἀναλίσκων κατὰ δέος. 555συνέβαινεν δὲ τοὺς μὲν λαμβάνοντας οὐδὲν μᾶλλον εὔνους γίνεσθαι, χαλεπωτέρους δʼ ἐχθροὺς οἷς μὴ διδοίη. λαμπροτέρας δὲ καθʼ ἡμέραν ἐποιεῖτο τὰς διαδόσεις ὁρῶν τὸν βασιλέα παρʼ ἃς αὐτὸς ἐλπίδας εἶχεν ἐπιμελούμενον τῶν ὀρφανῶν καὶ τὴν ἐπὶ τοῖς ἀνῃρημένοις μετάνοιαν ἐμφαίνοντα διʼ ὧν ἠλέει τοὺς ἐξ ἐκείνων. 2 556

Συναγαγὼν γάρ ποτε Ἡρώδης συγγενεῖς τε καὶ φίλους παραστησάμενός τε τὰ παιδία καὶ δακρύων ἐμπλήσας τοὺς ὀφθαλμοὺς εἶπεν· “ἐμὲ τοὺς μὲν τούτων πατέρας δαίμων σκυθρωπὸς ἀφείλετο, ταῦτα δέ μοι μετὰ τῆς φύσεως συνίστησιν ἔλεος ὀρφανίας. πειρῶμαι δʼ, εἰ καὶ πατὴρ ἐγενόμην ἀτυχέστατος, πάππος γοῦν γενέσθαι κηδεμονικώτερος καὶ μετʼ ἐμὲ ἡγεμόνας αὐτοῖς ἀπολιπεῖν τοὺς ἐμοὶ φιλτάτους. 557ἐγγυῶ δὲ τὴν μὲν σήν, Φερώρα,

-- --

θυγατέρα τῷ πρεσβυτέρῳ τῶν ἀδελφῶν Ἀλεξάνδρου παίδων, ἵνα ᾖς αὐτῷ κηδεμὼν ἀναγκαῖος, τῷ δὲ σῷ παιδί, Ἀντίπατρε, τὴν Ἀριστοβούλου θυγατέρα· γένοιο γὰρ ἂν οὕτω πατὴρ τῆς ὀρφανῆς. καὶ τὴν ἀδελφὴν αὐτῆς ἐμὸς Ἡρώδης λήψεται πρὸς μητρὸς ὢν ἀρχιερέως πάππου. 558τὰ μὲν οὖν ἐμὰ ταύτην ἐχέτω τὴν κρίσιν, ἣν διακόψῃ μηδεὶς τῶν ἐμὲ φιλούντων· ἐπεύχομαι δὲ καὶ τῷ θεῷ συναρμόσαι τοὺς γάμους ἐπὶ συμφέροντι τῆς ἐμῆς βασιλείας καὶ τῶν ἐμῶν ἐκγόνων τά τε παιδία ταυτὶ γαληνοτέροις ἐπιδεῖν ὄμμασιν τοὺς πατέρας αὐτῶν.” 3 559

ἐπειδὴ ταῦτα εἰπὼν ἀπεδάκρυσέν τε καὶ τῶν παίδων συνήρμοσεν τὰς δεξιάς, ἔπειτα κατασπασάμενος ἕκαστον φιλοφρόνως διέλυσεν τὸ συνέδριον. ἐπαχνώθη δʼ εὐθὺς Ἀντίπατρος καὶ δῆλος ἦν ἅπασιν ὀδυνώμενος· ὑπελάμβανεν γὰρ εἶναι παρὰ τῷ πατρὶ τὴν τῶν ὀρφανῶν τιμὴν ἑαυτοῦ κατάλυσιν αὖθίς τε κινδυνεύσειν περὶ τῶν ὅλων, εἰ πρὸς Ἀρχελάῳ καὶ Φερώραν ὄντα τετράρχην βοηθὸν ἔχοιεν οἱ Ἀλεξάνδρου παῖδες. 560συνελογίζετο δὲ τὸ ἑαυτοῦ μῖσος καὶ τὸν τῶν ὀρφανῶν ἔλεον ἐκ τοῦ ἔθνους, ὅση τε σπουδὴ ζώντων καὶ ὅση μνήμη παρὰ Ἰουδαίοις τῶν διʼ αὐτὸν ἀπολωλότων ἦν ἀδελφῶν. ἔγνω δὴ πάντα τρόπον διακόπτειν τὰς ἐγγύας. 4 561

Καὶ τὸ μὲν ὑπιέναι πανούργως ἔδεισε τὸν πατέρα χαλεπὸν ὄντα καὶ πρὸς τὰς ὑποψίας κινούμενον ὀξέως, ἐτόλμησεν δὲ προσελθὼν ἱκετεύειν ἄντικρυς μὴ στερίσκειν αὐτὸν ἧς ἠξίωσεν τιμῆς, μηδὲ αὐτῷ μὲν ὄνομα βασιλείας, δύναμιν δὲ ὑπάρχειν ἄλλοις· οὐ γὰρ κρατήσειν τῶν πραγμάτων, εἰ πρὸς Ἀρχελάῳ πάππῳ καὶ Φερώραν κηδεστὴν Ἀλεξάνδρου παῖς προσλάβοι. 562κατηντιβόλει δὲ πολλῆς οὔσης γενεᾶς κατὰ τὸ βασίλειον μεταθεῖναι τοὺς γάμους· ἦσαν γὰρ τῷ βασιλεῖ γυναῖκες μὲν ἐννέα, τέκνα δὲ ἐκ τούτων ἑπτά, αὐτὸς μὲν Ἀντίπατρος ἐκ Δωρίδος, Ἡρώδης δʼ ἐκ Μαριάμμης τῆς τοῦ ἀρχιερέως θυγατρός, Ἀντίπας δὲ καὶ Ἀρχέλαος ἐκ Μαλθάκης τῆς Σαμαρείτιδος, καὶ θυγάτηρ Ὀλυμπιάς, ἣν ἀδελφιδοῦς αὐτοῦ Ἰώσηπος εἶχεν, ἐκ δὲ τῆς Ἱεροσολυμίτιδος Κλεοπάτρας Ἡρώδης καὶ Φίλιππος, ἐκ δὲ Παλλάδος Φασάηλος. 563ἐγένοντο δʼ αὐτῷ καὶ ἄλλαι θυγατέρες Ῥωξάνη τε καὶ Σαλώμη, μὲν ἐκ Φαίδρας, δὲ ἐξ Ἐλπίδος. δύο δʼ εἶχεν ἀτέκνους, ἀνεψιάν τε καὶ ἀδελφιδῆν. χωρὶς δὲ τούτων δύο ἀδελφὰς Ἀλεξάνδρου καὶ Ἀριστοβούλου τὰς ἐκ Μαριάμμης. οὔσης δὲ πολυπροσώπου τῆς γενεᾶς Ἀντίπατρος ἐδεῖτο μετατεθῆναι τοὺς γάμους. 5 564

Χαλεπῶς δʼ βασιλεὺς ἠγανάκτησεν καταμαθὼν αὐτοῦ τὸ πρὸς τοὺς ὀρφανοὺς ἦθος, ἔννοιά τε αὐτῷ παρέστη περὶ τῶν ἀνῃρημένων, μή ποτε κἀκεῖνοι γένοιντο τῶν Ἀντιπάτρου διαβολῶν ἀγώνισμα. 565τότε μὲν οὖν πολλὰ πρὸς ὀργὴν ἀποκρινάμενος ἀπελαύνει τὸν Ἀντίπατρον, αὖθις δὲ ὑπαχθεὶς αὐτοῦ ταῖς κολακείαις μεθηρμόσατο, καὶ αὐτῷ μὲν τὴν Ἀριστοβούλου συνῴκισεν θυγατέρα, τὸν δὲ υἱὸν αὐτοῦ τῇ Φερώρα θυγατρί. 6 566

Καταμάθοι δʼ ἄν τις, ὅσον ἴσχυσεν ἐν τούτοις κολακεύων

-- --

Ἀντίπατρος, ἐκ τοῦ Σαλώμην ἐν ὁμοίοις ἀποτυχεῖν. ταύτην γὰρ δὴ καίπερ οὖσαν ἀδελφὴν καὶ πολλὰ διὰ Λιουίας τῆς γυναικὸς Καίσαρος ἱκετεύουσαν γαμηθῆναι τῷ Ἄραβι Συλλαίῳ, διωμόσατο μὲν ἐχθροτάτην ἕξειν, εἰ μὴ παύσαιτο τῆς σπουδῆς, τὸ δὲ τελευταῖον ἄκουσαν Ἀλεξᾷ τινι τῶν φίλων συνῴκισεν καὶ τῶν θυγατέρων αὐτῆς τὴν μὲν τῷ Ἀλεξᾶ παιδί, τὴν δʼ ἑτέραν τῷ πρὸς μητρὸς Ἀντιπάτρου θείῳ. τῶν δʼ ἐκ Μαριάμμης θυγατέρων μὲν ἀδελφῆς υἱὸν Ἀντίπατρον εἶχεν, δὲ ἀδελφοῦ Φασάηλον. 1 567

Διακόψας δὲ τὰς τῶν ὀρφανῶν ἐλπίδας Ἀντίπατρος καὶ πρὸς τὸ συμφέρον αὐτῷ τὰς ἐπιγαμίας ποιησάμενος ὡς ἐπὶ βεβαίοις μὲν ὥρμει ταῖς ἐλπίσιν, προσλαβὼν δὲ τῇ κακίᾳ τὸ πεποιθὸς ἀφόρητος ἦν· τὸ γὰρ παρʼ ἑκάστῳ μῖσος ἀποσκευάσασθαι μὴ δυνάμενος ἐκ τοῦ φοβερὸς εἶναι τὴν ἀσφάλειαν ἐπορίζετο. 568συνήργει δὲ καὶ Φερώρας ὡς ἂν ἤδη καὶ βασιλεῖ βεβαίῳ. γίνεται δὲ καὶ γυναικῶν σύνταγμα κατὰ τὴν αὐλήν, νεωτέρους ἐκίνησεν θορύβους· γὰρ Φερώρα γυνὴ μετὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς προσλαβοῦσα καὶ τὴν Ἀντιπάτρου μητέρα πολλὰ μὲν ἠσέλγαινεν κατὰ τὸ βασίλειον, ἐτόλμησεν δὲ καὶ τοῦ βασιλέως ὑβρίσαι δύο θυγατέρας, διʼ δὴ μάλιστα ταύτην ἐκεῖνος προβέβλητο· μισούμεναί γε μὴν ὑπʼ αὐτοῦ τῶν ἄλλων ἐπεκράτουν. 569μόνη δὲ τῆς

-- --

ὁμονοίας αὐτῶν ἀντίπαλος ἦν Σαλώμη καὶ βασιλεῖ διέβαλλεν τὴν σύνοδον ὡς οὐκ ἐπʼ ἀγαθῷ τῶν αὐτοῦ πραγμάτων εἴη. γνοῦσαι δʼ ἐκεῖναι τὴν διαβολὴν καὶ ὡς ἀγανακτήσειεν Ἡρώδης, τῆς μὲν φανερᾶς συνόδου καὶ τῶν φιλοφρονήσεων ἐπαύσαντο, τοὐναντίον δʼ ὑπεκρίνοντο καὶ διαφέρεσθαι πρὸς ἀλλήλας ἀκούοντος βασιλέως· αἷς συνυπεκρίνετο καὶ Ἀντίπατρος ἐν τῷ φανερῷ προσκρούων Φερώρᾳ. 570συνουσίαι δὲ ἦσαν αὐτῶν λάθρα καὶ κῶμοι νυκτερινοί, τήν τε ὁμόνοιαν παρατήρησις ἐπέτεινεν. ἠγνόει δὲ οὐδὲν Σαλώμη τῶν πραττομένων καὶ πάντα Ἡρώδῃ διήγγελλεν. 2 571

Ἐξεκαίετο δʼ ἐκεῖνος εἰς ὀργὴν καὶ μάλιστα ἐπὶ τὴν Φερώρου γυναῖκα· ταύτην γὰρ πλέον Σαλώμη διέβαλλεν. ἀθροίσας οὖν συνέδριον τῶν τε φίλων καὶ συγγενῶν ἄλλα τε πολλὰ τῆς ἀνθρώπου κατηγόρει καὶ τὴν εἰς τὰς ἑαυτοῦ θυγατέρας ὕβριν, ὅτι τε Φαρισαίοις μὲν χορηγήσειεν μισθοὺς κατʼ αὐτοῦ καὶ τὸν ἀδελφὸν αὐτῷ κατασκευάσειεν πολέμιον ἐνδησαμένη φαρμάκοις. 572τελευταῖον δʼ εἰς Φερώραν ἀπέστρεφεν τὸν λόγον, δυοῖν θάτερον ἑλέσθαι λέγων, ἑαυτὸν ἀδελφὸν τὴν γυναῖκα. τοῦ δὲ θᾶττον ἀπολείψειν τὸ ζῆν τὴν γυναῖκα φήσαντος, οὐκ ἔχων τι χρὴ δρᾶν μετέβαινεν ἐπʼ Ἀντίπατρον, παρήγγειλεν μήτε τῇ Φερώρα γυναικὶ μήτε αὐτῷ μήτʼ ἄλλῳ τινὶ τῶν ἐκείνης διαλέγεσθαι. δὲ φανερῶς μὲν οὐ μετέβαινεν τὸ πρόσταγμα, λάθρα δὲ διενυκτέρευεν σὺν ἐκείνοις. 573καὶ δεδοικὼς τὴν ἐπιτηροῦσαν Σαλώμην πραγματεύεται διὰ τῶν ἐπὶ τῆς Ἰταλίας φίλων τὴν εἰς Ῥώμην ἀποδημίαν αὑτῷ· γραψάντων γὰρ ἐκείνων δεῖν Ἀντίπατρον διὰ χρόνου πεμφθῆναι πρὸς Καίσαρα,

-- --

δὲ οὔ τι μελλήσας ἐξέπεμψεν θεραπείαν τε λαμπρὰν καὶ πλεῖστα δοὺς χρήματα τήν τε διαθήκην κομίζειν, ἐν βασιλεὺς μὲν Ἀντίπατρος ἐγέγραπτο, Ἀντιπάτρου δὲ Ἡρώδης διάδοχος ἐκ Μαριάμμης τῆς τοῦ ἀρχιερέως θυγατρὸς γεγονώς. 3 574

Ἔπλευσεν δὲ καὶ Συλλαῖος Ἄραψ ἐπὶ Ῥώμης, ἠμεληκὼς μὲν τῶν Καίσαρος προσταγμάτων, ἀνταγωνιούμενος δὲ πρὸς Ἀντίπατρον περὶ ὧν δεδίκαστο Νικολάῳ τάχιον. οὐ μικρὸς δʼ αὐτῷ καὶ πρὸς Ἀρέταν ἦν ἀγὼν τὸν ἑαυτοῦ βασιλέα· τούτου γὰρ ἄλλους τε φίλους ἀνῃρήκει καὶ Σόαιμον τῶν ἐν Πέτρᾳ δυνατωτάτων. 575πείσας δὲ πολλοῖς χρήμασιν Φάβατον τὸν Καίσαρος διοικητὴν ἐχρῆτο βοηθῷ καὶ καθʼ Ἡρώδου. πλείονα δὲ δοὺς Ἡρώδης ἀφίστησίν τε ἀπὸ Συλλαίου Φάβατον καὶ διʼ αὐτοῦ τὰ κελευσθέντα ὑπὸ Καίσαρος εἰσέπραττεν. δὲ μηδὲν ἀποδοὺς ἔτι καὶ κατηγόρει Φαβάτου παρὰ Καίσαρι, διοικητὴν εἶναι λέγων οὐ τῶν ἐκείνῳ, τῶν δὲ Ἡρώδῃ συμφερόντων. 576ἐφʼ οἷς ὀργισθεὶς Φάβατος, ἦν δʼ ἔτι παρὰ Ἡρώδῃ μάλιστα τιμώμενος, γίνεται προδότης Συλλαίου τῶν ἀπορρήτων τῷ τε βασιλεῖ φησιν, ὅτι Συλλαῖος διαφθείρειεν αὐτοῦ τὸν σωματοφύλακα Κόρινθον χρήμασιν, ὃν δεῖ φυλάττεσθαι. πείθεται δʼ βασιλεύς· καὶ γὰρ τέθραπτο μὲν Κόρινθος ἐν τῇ βασιλείᾳ, γένος δʼ ἦν Ἄραψ. 577συλλαμβάνει δʼ εὐθέως οὐκ αὐτὸν μόνον ἀλλὰ καὶ δύο ἑτέρους Ἄραβας εὑρὼν παρʼ αὐτῷ, τὸν μὲν φίλον Συλλαίου τὸν δὲ φύλαρχον. οἱ δὲ βασανιζόμενοι πεῖσαι Κόρινθον ὡμολόγησαν ἐπὶ πολλοῖς χρήμασιν Ἡρώδην ἀνελεῖν. οὗτοι μὲν οὖν ἀνακριθέντες καὶ παρὰ Σατορνίνῳ τῷ διέποντι τὴν Συρίαν ἀνεπέμφθησαν εἰς Ῥώμην. 4 578

Ἡρώδης δὲ οὐκ ἀνίει Φερώραν βιαζόμενος ἀπαλλαγῆναι τῆς γυναικὸς οὐδʼ ἐπενόει μηχανὴν διʼ ἧς ἂν τιμωρήσαιτο τὴν ἄνθρωπον πολλὰς τοῦ μίσους ἔχων αἰτίας, ἕως ὑπεραγανακτήσας σὺν αὐτῇ καὶ τὸν ἀδελφὸν ἐκβάλλει. 579Φερώρας δὲ ἀγαπήσας τὴν ὕβριν ἀπαλλάσσεται μὲν εἰς τὴν ἑαυτοῦ τετραρχίαν ὀμόσας ὅρον ἕξειν ἕνα τῆς φυγῆς τὸν Ἡρώδου θάνατον καὶ μηδέποτε πρὸς ζῶντα ὑποστρέψειν, ἐπανῆλθεν δὲ οὐδὲ πρὸς νοσοῦντα τὸν ἀδελφὸν καίτοι λιπαρῶς μεταπεμπόμενον· ἐβούλετο γὰρ αὐτῷ τινας ἐντολὰς καταλείψειν ὡς τεθνηξόμενος. 580ἀλλʼ μὲν παρʼ ἐλπίδα σώζεται, μετʼ οὐ πολὺ δὲ νοσεῖ Φερώρας, εὑρίσκετο δὲ Ἡρώδης μετριώτερος· καὶ γὰρ ἥκει πρὸς αὐτὸν καὶ συμπαθῶς ἐθεράπευεν. οὐ μὴν ὑπερίσχυσεν τοῦ πάθους· μετὰ γὰρ ἡμέρας ὀλίγας ἀποθνήσκει Φερώρας. 581ὃν καίπερ ἀγαπήσας Ἡρώδης μέχρι τελευταίας ἡμέρας ὅμως καὶ αὐτὸν ἀνελεῖν ἐφημίσθη φαρμάκῳ. τόν γε μὴν νεκρὸν εἰς Ἱεροσόλυμα κομίσας πένθος τε μέγιστον ὅλῳ τῷ ἔθνει κατήγγειλεν καὶ κηδείας ἠξίωσεν λαμπροτάτης. ἕνα μὲν δὴ τῶν Ἀλεξάνδρου καὶ Ἀριστοβούλου φονέων τοιοῦτον περιέρχεται τέλος. 1 582

Μετέβαινεν δʼ ἐπὶ τὸν αὐθέντην Ἀντίπατρον ποινὴ τὸν Φερώρα θάνατον ἀρχὴν λαβοῦσα. τῶν τούτου γάρ τινες ἀπελευθέρων κατηφεῖς τῷ βασιλεῖ προσελθόντες τὸν ἀδελφὸν αὐτοῦ διεφθάρθαι φαρμάκοις ἔλεγον· προσενεγκεῖν μὲν γὰρ αὐτῷ τι τὴν γυναῖκα τῶν οὐ συνήθως ἐσκευασμένων, φαγόντα δʼ εὐθέως

-- --

εἰς τὴν νόσον καταπεσεῖν. 583ἀγηοχέναι τε πρὸ δυοῖν ἡμερῶν τὴν μητέρα αὐτῆς καὶ τὴν ἀδελφὴν γύναιον ἐκ τῆς Ἀραβίας φαρμάκων ἔμπειρον, ὅπως φίλτρον σκευάσῃ τῷ Φερώρᾳ, δεδωκέναι δὲ ἀντὶ τούτου θανάσιμον Συλλαίου πραγματευσαμένου· τούτῳ γὰρ ἦν γνώριμον. 2 584

Πληγεὶς οὖν βασιλεὺς ὑποψίαις πλείοσιν θεραπαίνας τε καί τινας τῶν ἐλευθέρων ἐβασάνιζεν. ἐβόα δέ τις ἐν ταῖς ἀλγηδόσινθεὸς γῆν καὶ οὐρανὸν διέπων μετέλθοι τὴν τούτων ἡμῖν τῶν κακῶν αἰτίαν, τὴν Ἀντιπάτρου μητέρα.” ταύτης τῆς ἀρχῆς βασιλεὺς λαβόμενος ἐπεξῄει πρόσω τὴν ἀλήθειαν. 585 δὲ γυνὴ τήν τε φιλίαν τῆς Ἀντιπάτρου μητρὸς πρὸς Φερώραν καὶ τὰς ἐκείνου γυναῖκας ἐδήλου καὶ τὰς λαθραίας αὐτῶν συνόδους, ὅτι τε Φερώρας καὶ Ἀντίπατρος σὺν ἐκείναις πίνοιεν ὑποστρέφοντες ἀπὸ τοῦ βασιλέως διʼ ὅλης νυκτὸς μηδένα μήτε οἰκέτην μήτε θεράπαιναν ἐῶντες παρατυγχάνειν. μία δὴ τῶν ἐλευθέρων ταῦτα μηνύει. 3 586

Τὰς δὲ δούλας χωρὶς ἑκάστην Ἡρώδης ἐβασάνιζεν. ἐρρήθη δὲ παρὰ πάσαις τὰ προειρημένα σύμφωνα, καὶ διότι κατὰ συνθήκην Ἀντίπατρος μὲν εἰς Ῥώμην, Φερώρας δʼ ὑποχωρήσειεν εἰς τὴν Περαίαν· πολλάκις γὰρ αὐτοὺς διαλαλεῖν, ὡς μετʼ Ἀλέξανδρον καὶ Ἀριστόβουλον ἐπʼ αὐτοὺς Ἡρώδης μεταβήσεται καὶ τὰς ἑαυτῶν γυναῖκας. οὐ γὰρ φείσεσθαι μετὰ Μαριάμμην καὶ τοὺς ἐξ ἐκείνης ἑτέρου τινός, ὥστε ἄμεινον εἶναι φεύγειν ὡς πορρωτάτω τοῦ θηρίου. 587πολλάκις δὲ ἀποδυρόμενον πρὸς τὴν μητέρα τὸν Ἀντίπατρον εἰπεῖν, ὡς αὐτὸς μὲν εἴη πολιὸς ἤδη, νεάζοι δὲ καθʼ ἡμέραν πατήρ, φθάσαι δʼ ἂν τάχα καὶ τελευτήσας πρὶν ἄρξασθαι βασιλείας ἀληθοῦς. εἰ δὲ καί ποτε ἐκεῖνος τελευτήσειεν· πότε δʼ ἂν γένοιτο τοῦτο; παντάπασιν αὐτῷ τὴν ἀπόλαυσιν τῆς διαδοχῆς γίνεσθαι σύντομον. 588ὑποβλαστάνειν δὲ τὰς τῆς ὕδρας κεφαλάς, τοὺς Ἀριστοβούλου καὶ Ἀλεξάνδρου παῖδας. ἀφῃρῆσθαι δʼ αὐτὸν ὑπὸ τοῦ πατρὸς καὶ τὴν ἐπὶ τέκνοις ἐλπίδα· διάδοχον γὰρ οὐ τῶν αὐτοῦ τινα παίδων μετὰ τὴν τελευτήν, ἀλλὰ τὸν ἐκ Μαριάμμης Ἡρώδην γεγραφέναι. καὶ κατὰ τοῦτό γε παντάπασιν παραγηρᾶν οἰόμενον αὐτοῦ καὶ διαθήκας μενεῖν κυρίας· αὐτὸν γὰρ προνοήσειν μηδένα τῆς γενεᾶς ἀπολιπεῖν. 589ὄντα γε μὴν τῶν πώποτε πατέρων μισοτεκνότατον Ἡρώδην πολὺ μᾶλλον εἶναι μισάδελφον· δοῦναι γοῦν αὐτῷ πρῴην ἑκατὸν τάλαντα ἐπὶ τῷ μὴ διαλέγεσθαι Φερώρᾳ. τοῦ δὲ εἰπόντοςτί γὰρ αὐτὸν ἐβλάπτομεν;” ἀποκρίνασθαι τὸν Ἀντίπατρονεἴθε πάντα ἡμᾶς ἀφελόμενος γυμνοὺς ἐάσειεν ζῶντας. ἀλλʼ ἀμήχανον ἐκφυγεῖν οὕτω φονικὸν θηρίον, παρʼ μηδὲ φιλεῖν τινας ἔξεστι φανερῶς. λάθρα γοῦν νῦν ἀλλήλοις σύνεσμεν, ἐξέσται δὲ φανερῶς, ἐὰν σχῶμέν ποτε ἀνδρῶν φρόνημα καὶ χεῖρας.”

-- --

4 590

Ταῦτʼ ἔλεγον αἱ βασανιζόμεναι, καὶ ὅτι Φερώρας βουλεύσαιτο φυγεῖν μετʼ αὐτῶν εἰς Πέτραν. ἐπίστευσεν δʼ Ἡρώδης πᾶσιν τοῖς λεγομένοις ἐκ τῶν ἑκατὸν ταλάντων· μόνῳ γὰρ Ἀντιπάτρῳ διείλεκτο περὶ αὐτῶν. ἀποσκήπτει δʼ εἰς πρώτην θυμὸς Δωρίδα τὴν Ἀντιπάτρου μητέρα· καὶ γυμνώσας αὐτὴν παντὸς οὗ δεδώρητο κόσμου, πολλῶν δʼ ἦν ταλάντων, ἐκβάλλει δεύτερον. 591τὰς δὲ Φερώρου γυναῖκας ἀπὸ τῶν βασάνων ἐτημέλει διηλλαγμένος. ἐπτόητο δὲ τῷ φόβῳ καὶ πρὸς πᾶσαν ὑπόνοιαν ἐξερριπίζετο πολλούς τε τῶν οὐκ αἰτίων εἷλκεν εἰς βασάνους δεδοικώς, μή τινα τῶν αἰτίων παραλίπῃ. 5 592

Κἀν τούτῳ τρέπεται πρὸς τὸν Σαμαρείτην Ἀντίπατρον, ὃς ἦν ἐπίτροπος Ἀντιπάτρου. βασανίζων δὲ αὐτὸν ἤκουσεν ὅτι μετεπέμψατο μὲν Ἀντίπατρος ἐξ Αἰγύπτου δηλητήριον φάρμακον ἐπʼ αὐτὸν διά τινος τῶν ἑταίρων Ἀντιφίλου, λάβοι δὲ παρʼ ἐκείνου Θευδίων θεῖος Ἀντιπάτρου καὶ παραδοίη Φερώρᾳ· τούτῳ γὰρ ἐντείλασθαι τὸν Ἀντίπατρον Ἡρώδην ἀνελεῖν ἕως αὐτός ἐστιν ἐν Ῥώμῃ τῆς ὑπονοίας κεχωρισμένος· Φερώραν δὲ τῇ γυναικὶ παραθέσθαι τὸ φάρμακον. 593ταύτην βασιλεὺς μεταπεμψάμενος αὐτίκα τὸ ληφθὲν ἐκέλευσεν κομίζειν. δʼ ἔξεισι μὲν ὡς κομιοῦσα, ῥίπτει δʼ ἑαυτὴν ἀπὸ τοῦ τέγους τόν τε ἔλεγχον καὶ τὴν ἐκ τοῦ βασιλέως αἰκίαν φθάνουσα· προνοίᾳ δʼ, ὡς ἔοικεν, θεοῦ μετιόντος

-- --

Ἀντίπατρον οὐκ ἐπὶ κεφαλὴν ἀλλʼ ἐπὶ θάτερα πεσοῦσα διασώζεται. 594κομισθεῖσαν δʼ αὐτὴν βασιλεὺς ἀνακτησάμενος, κεκάρωτο γὰρ ἀπὸ τοῦ πτώματος, ἠρώτα διʼ ἣν αἰτίαν ῥίψειεν ἑαυτήν, εἰ μὲν εἴποι τἀληθές, ἀφήσειν πάσης τιμωρίας ἐπομνύμενος, εἰ δʼ ὑποστείλαιτο, δαπανήσειν αὐτῆς ἐν βασάνοις τὸ σῶμα καὶ μηδὲ τάφῳ καταλείψειν. 6 595

Πρὸς ταῦθʼ γυνὴ μικρὸν διαλιποῦσακαὶ τί γάρ, εἶπεν, ἔτι φείδομαι τῶν ἀπορρήτων Φερώρα τεθνεῶτος σώζουσα τὸν ἀπολέσαντα πάντας ἡμᾶς Ἀντίπατρον; ἄκουε, βασιλεῦ, καὶ μετὰ σοῦ θεὸς μάρτυς ἐμοὶ τῆς ἀληθείας πλανηθῆναι μὴ δυνάμενος· 596ὅτε ἀποθνήσκοντι Φερώρᾳ παρεκαθέζου δεδακρυμένος, τότε με προσκαλεσάμενος ἐκεῖνος πολύ γε, ἔφη, γύναι, τῆς εἰς ἐμαυτὸν διανοίας τοῦ ἀδελφοῦ διήμαρτον, τὸν οὕτως στέργοντα μισήσας καὶ κτεῖναι βουλευσάμενος τὸν οὕτως ἐπʼ ἐμοὶ μηδὲ τεθνεῶτί πω συγχεόμενον. ἀλλʼ ἐγὼ μὲν ἀπέχω τῆς ἀσεβείας τὸ ἐπιτίμιον, σὺ δʼ φυλάσσεις κατʼ αὐτοῦ φάρμακον ὑπʼ Ἀντιπάτρου καταλειφθὲν ἡμῖν φέρε καὶ βλέποντός μου ταχέως ἀφάνισον, ἵνα μὴ καὶ καθʼ 597ᾅδου φέροιμι τὸν ἀλάστορα.” καὶ κελεύσαντος ἐκόμισα καὶ πλεῖστον μὲν εἰς τὸ πῦρ ὁρῶντος αὐτοῦ κατεκένωσα, βραχὺ δὲ ἐμαυτῇ πρὸς τὰ ἄδηλα καὶ τὸν ἐκ σοῦ φόβον ἐτήρησα.” 7 598

Ταῦτʼ εἰποῦσα προκομίζει τὴν πυξίδα παντάπασιν ἔχουσαν τοῦ φαρμάκου βραχύ. βασιλεὺς δʼ ἐπὶ τὴν μητέρα τὴν Ἀντιφίλου καὶ τὸν ἀδελφὸν τὰς βασάνους μετέφερεν, κἀκεῖνοι τὸν Ἀντίφιλον κομίσαι τε ἀπʼ Αἰγύπτου τὴν πυξίδα ὡμολόγουν καὶ λαβεῖν παρʼ

-- --

ἀδελφοῦ τὸ φάρμακον ἔφασκον ἰατρεύοντος ἐν Ἀλεξανδρείᾳ. 599περιιόντες δὲ οἱ Ἀλεξάνδρου καὶ Ἀριστοβούλου δαίμονες ἅπαν τὸ βασίλειον ἐρευνηταί τε καὶ μηνυταὶ τῶν ἀδήλων ἐγίνοντο τούς τε πορρωτάτω τῆς ὑποψίας ὄντας ἔσυρον εἰς τοὺς ἐλέγχους. εὑρίσκεται γοῦν καὶ τοῦ ἀρχιερέως θυγάτηρ Μαριάμμη τῆς ἐπιβουλῆς συνίστωρ· 600βασανιζόμενοι γὰρ τοῦτʼ ἀπέδειξαν αὐτῆς οἱ ἀδελφοί. βασιλεὺς δὲ τῆς μητρῴας τόλμης καὶ τὸν υἱὸν ἠμύνατο· τὸν γοῦν ἐξ αὐτῆς Ἡρώδην ὄντα διάδοχον Ἀντιπάτρου τῆς διαθήκης ἐξήλειψεν. 1 601

Ἐπὶ τούτοις καὶ Βάθυλλος εἰς τοὺς ἐλέγχους συνέδραμεν, τελευταία πίστις τῶν Ἀντιπάτρῳ βεβουλευμένων· ἦν μὲν γὰρ ἀπελεύθερος αὐτοῦ, κομίζων δʼ ἧκεν ἄλλο δηλητήριον ἰοὺς ἀσπίδων καὶ χυλοὺς ἑτέρων ἑρπετῶν, ἵνα εἰ τὸ πρῶτον ἀσθενήσει φάρμακον, τούτῳ Φερώρας μετὰ τῆς γυναικὸς ὁπλίσαιτο κατὰ τοῦ βασιλέως. 602πάρεργον δὲ τῆς ἐπὶ τὸν πατέρα τόλμης ἐκόμιζεν τὰς κατὰ τῶν ἀδελφῶν ἐσκευωρημένας ἐπιστολὰς ὑπʼ Ἀντιπάτρου· ἦσαν γὰρ Ἀρχέλαος καὶ Φίλιππος βασιλέως παῖδες ἐπὶ Ῥώμης παιδευόμενοι μειράκιά τε ἤδη καὶ φρονήματος μεστοί. 603τούτους ἐπανακύπτοντας αὐτοῦ ταῖς ἐλπίσιν ἀποσκευάσασθαι σπεύδων Ἀντίπατρος ἃς μὲν πλάττεται κατʼ αὐτῶν ἐπιστολὰς ἐξ ὀνόματος τῶν ἐπὶ Ῥώμης φίλων, οὓς δὲ ἔπειθεν γράψαι διαφθείρας χρήμασιν, ὡς πολλὰ μὲν βλασφημοῖεν τὸν πατέρα, φανερῶς δὲ Ἀλέξανδρον καὶ Ἀριστόβουλον ὀδύροιντο, πρὸς δὲ τὴν μετάκλησιν ἀγανακτοῖεν· ἤδη δʼ αὐτοὺς πατὴρ μετεπέμπετο, καὶ τοῦτο ἦν τὸ μάλιστα ταράσσον Ἀντίπατρον.

-- --

2 604

Ἔτι δὲ καὶ πρὸ τῆς ἀποδημίας ἐν Ἰουδαίᾳ μένων τοιαύτας κατʼ αὐτῶν ἐπὶ Ῥώμης ἠγόραζεν ἐπιστολὰς προσιών τε ὡς ἀνύποπτος εἴη τῷ πατρὶ περὶ τῶν ἀδελφῶν ἀπελογεῖτο, τὰ μὲν ψευδῆ λέγων εἶναι τῶν γραφομένων, δὲ νεότητος ἁμαρτήματα. 605τηνικαῦτά γε μὴν τοῖς γράφουσιν κατὰ τῶν ἀδελφῶν πλεῖστα δοὺς χρήματα συμφύρειν ἐπειρᾶτο τὸν ἔλεγχον, ἐσθῆτάς τε πολυτελεῖς καὶ στρωμνὰς ποικίλας ἐκπώματά τε ἀργυρᾶ καὶ χρυσᾶ συνωνούμενος ἄλλα τε πολλὰ τῶν κειμηλίων, ἵνα τῷ πλήθει τῆς εἰς ταῦτα δαπάνης τοὺς εἰς ἐκεῖνα μισθοὺς ἐγκαταγράψῃ· διακόσια γοῦν ἀναλώματος ἀνήνεγκεν τάλαντα, καὶ τούτων μεγίστη πρόφασις ἦν πρὸς Συλλαῖον δίκη. 606πάντων δʼ αὐτοῦ τότε καὶ τῶν βραχυτέρων ἐν τῷ μείζονι κακῷ διακαλυφθέντων, ὅθʼ αἱ μὲν βάσανοι πᾶσαι τὴν πατροκτονίαν, αἱ δʼ ἐπιστολαὶ δευτέρας ἀδελφοκτονίας κεκράγεσαν, ὅμως οὐδεὶς τῶν εἰς Ῥώμην ἀφικνουμένων ἀπήγγειλεν αὐτῷ τὰς ἐν Ἰουδαίᾳ τύχας καίτοι μεταξὺ τῶν ἐλέγχων καὶ τῆς ἐπανόδου διελθόντων ἑπτὰ μηνῶν· τοσοῦτον πρὸς αὐτὸν ἐκ πάντων μῖσος ἦν. 607τάχα καὶ τοὺς ἀπαγγέλλειν προῃρημένους οἱ τῶν ἀνῃρημένων δαίμονες ἀδελφῶν ἐφίμουν· γράφει γοῦν ἀπὸ Ῥώμης ἄφιξιν ἑαυτοῦ ταχεῖαν εὐαγγελιζόμενος, καὶ ὡς ὑπὸ Καίσαρος μετὰ τιμῆς ἀπολυθείη. 3 608

βασιλεὺς δὲ εἰς χεῖρας λαβεῖν σπεύδων τὸν ἐπίβουλον καὶ δεδοικὼς μή ποτε προγνοὺς φυλάξηται, διʼ ἐπιστολῆς ἀνθυπεκρίνετο τά τε ἄλλα φιλοφρονούμενος καὶ σπεύδειν παρακαλῶν· θήσεσθαι

-- --

γὰρ αὐτοῦ καὶ τὰς πρὸς τὴν μητέρα μέμψεις ἐπειχθέντος· οὐ γὰρ ἠγνόει τὴν ἐκβολὴν τῆς μητρὸς Ἀντίπατρος. 609πρότερον μὲν οὖν εἰλήφει τὴν περὶ τῆς Φερώρα τελευτῆς ἐπιστολὴν ἐν Τάραντι καὶ μέγιστον ἐποιήσατο πένθος, τινες ὡς ἐπὶ θείῳ καθύμνουν, ἦν δʼ, ὡς ἔοικεν, ἐπὶ διαμαρτίᾳ τῆς ἐπιβουλῆς σύγχυσις καὶ οὐ Φερώραν κλαίοντος, ἀλλὰ τὸν ὑπηρέτην· ἤδη δὲ καὶ φόβος ἐπῄει τις αὐτὸν τῶν τετελεσμένων, μή ποτε φωραθείη τὸ φάρμακον. 610τότε δʼ ἐν Κιλικίᾳ λαβὼν ἣν προειρήκαμεν παρὰ τοῦ πατρὸς ἐπιστολὴν παραχρῆμα μὲν ἔσπευδεν, ὡς δὲ εἰς Κελένδεριν κατέπλει, λαμβάνει τις αὐτὸν ἔννοια τῶν περὶ τὴν μητέρα κακῶν προμαντευομένης ἤδη καὶ καθʼ ἑαυτὴν τῆς ψυχῆς. 611οἱ μὲν οὖν προμηθέστεροι τῶν φίλων συνεβούλευον μὴ πρότερον ἐμπίπτειν τῷ πατρὶ πρὶν πυθέσθαι σαφῶς διʼ ἃς αἰτίας ἐξέβαλεν αὐτοῦ τὴν μητέρα· δεδιέναι γάρ, μή ποτε προσθήκη γένοιτο τῶν κατʼ ἐκείνης διαβολῶν. 612οἱ δὲ ἀσκεπτότεροι καὶ τὴν πατρίδα σπεύδοντες ἰδεῖν μᾶλλον τὸ συμφέρον Ἀντιπάτρῳ σκοποῦντες, ἐπείγεσθαι παρῄνουν καὶ μὴ τῇ μελλήσει παρασχεῖν τῷ πατρὶ μὲν ὑποψίαν φαύλην, τοῖς διαβάλλουσι δὲ ἀφορμήν· καὶ γὰρ νῦν, εἴ τι κεκίνηται κατʼ αὐτοῦ, παρὰ τὴν ἀπουσίαν γέγονεν· μηδὲ γὰρ ἂν τολμῆσαι παρόντος· ἄτοπον δʼ εἶναι διʼ ἀδήλους ὑποψίας προδήλων ἀγαθῶν στερίσκεσθαι, καὶ μὴ θᾶττον ἀποδοῦναι μὲν ἑαυτὸν τῷ πατρί, κομίσασθαι δὲ τὴν βασιλείαν ἐπʼ αὐτῷ μόνῳ σαλεύουσαν. 613πείθεται τούτοις, ἐνῆγεν γὰρ τὸ δαιμόνιον, καὶ διαπεράσας εἰς τὸν Σεβαστὸν λιμένα τῆς Καισαρείας κατάγεται. 4 614

Παρυπήντησεν δʼ αὐτῷ παρὰ δόξαν ἐρημία πολλὴ πάντων ἐκτρεπομένων καὶ μηδενὸς προσιέναι τολμῶντος· ἐμισεῖτο μὲν γὰρ

-- --

ἐπίσης, καὶ τότε φανῆναι τὸ μῖσος ἔσχεν παρρησίαν, πολλοὺς δὲ ἐκ τοῦ βασιλέως φόβος ἀπέστρεψεν, ἐπειδὴ πᾶσα πόλις ἤδη τῆς κατʼ Ἀντιπάτρου φήμης πεπλήρωτο καὶ μόνος ἠγνόει τὰ κατʼ αὐτὸν Ἀντίπατρος· οὔτε δὲ προεπέμφθη λαμπρότερόν τις ἐκείνου πλέοντος ἐπὶ Ῥώμης οὔτε ἀτιμότερον ὑπεδέχθη. 615 δὲ ἤδη μὲν ἐνενόει τὰς οἴκοι συμφοράς, ἔτι δὲ ἐκ πανουργίας ὑπεκρύπτετο καὶ τῷ δέει τεθνηκὼς ἔνδοθεν σοβαρὸς εἶναι τὸ πρόσωπον ἐβιάζετο. 616φυγὴ δʼ οὐκέτι ἦν οὐδʼ ἐκ τῶν περιεχόντων ἀνάδυσις, καὶ σαφὲς μὲν οὐδὲ ἐκεῖ τι τῶν οἴκοθεν ἀπηγγέλλετο διὰ τὴν ἐκ τοῦ βασιλέως ἀπειλήν, ὑπελείπετο δὲ ἐλπὶς ἱλαρωτέρα, τάχα μὲν μηδὲν πεφωρᾶσθαι, τάχα δʼ, εἴ τι καὶ πεφώραται, διασκευάσειν ἀναιδείᾳ καὶ δόλοις, ἅπερ ἦν αὐτῷ μόνα τὰ τῆς σωτηρίας ἐφόδια. 5 617

Φραξάμενος οὖν αὐτοῖς ἧκεν εἰς τὸ βασίλειον δίχα τῶν φίλων· οὗτοι γὰρ ὑβρισθέντες ἐπὶ τοῦ πρώτου πυλῶνος εἴρχθησαν· ἔτυχεν δʼ ἔνδον ὢν Οὔαρος τῆς Συρίας ἡγεμών. δὲ εἴσεισι πρὸς τὸν πατέρα καὶ τῇ τόλμῃ παρακροτήσας ἑαυτὸν ἤγγιζεν ὡς ἀσπασόμενος. 618κἀκεῖνος τὰς χεῖρας προβαλὼν καὶ τὴν κεφαλὴν παρακλίνας, “ἔστιν, ἐξεβόησεν, καὶ τοῦτο πατροκτόνου τὸ περιπλέκεσθαί μοι θέλειν ἐν τηλικαύταις αἰτίαις ὄντα. φθείρου, δυσσεβεστάτη κεφαλή, μηδέ μου ψαύσῃς πρὶν ἀποσκευάσασθαι τὰ ἐγκλήματα. δίδωμι δέ σοι δικαστήριον καὶ δικαστὴν εὐκαίρως ἥκοντα Οὔαρον. ἴθι καὶ σκέπτου τὴν ἀπολογίαν εἰς αὔριον· παρέχω γάρ σου καιρὸν

-- --

619τοῖς πανουργεύμασιν.” πρὸς ταῦτα μηδὲν ὑπʼ ἐκπλήξεως ἀποκρίνασθαι δυνηθεὶς αὐτὸς ὑπέστρεψεν, παραγενόμεναι δὲ πρὸς αὐτὸν ἐκδιηγήσαντο πάντας τοὺς ἐλέγχους τε μήτηρ καὶ γυνή. καὶ τότε μὲν ἀνανήψας ἐν σκέψει τῆς ἀπολογίας ἦν. 1 620

Τῇ δʼ ἐπιούσῃ συνέδριον μὲν βασιλεὺς ἀθροίζει τῶν συγγενῶν καὶ φίλων, εἰσκαλεῖ δὲ καὶ τοὺς Ἀντιπάτρου φίλους. προκαθέζεται δὲ αὐτὸς ἅμα Οὐάρῳ καὶ τοὺς μηνυτὰς πάντας ἐκέλευσεν εἰσαγαγεῖν, ἐν οἷς εἰσήχθησαν καὶ τῆς Ἀντιπάτρου μητρὸς οἰκέται τινὲς οὐ πρὸ πολλοῦ συνειλημμένοι, κομίζοντες γράμματα παρʼ αὐτῆς πρὸς τὸν υἱὸν τοιάδε· “ἐπεὶ πεφώραται πάντα ἐκεῖνα τῷ πατρί σου, μὴ παραγίνου πρὸς αὐτόν, ἂν μή τινα πορίσῃ παρὰ τοῦ Καίσαρος 621δύναμιν.” τούτων σὺν τοῖς ἄλλοις εἰσηγμένων Ἀντίπατρος εἰσέρχεται καὶ πεσὼν πρηνὴς πρὸ τῶν ποδῶν τοῦ πατρός, “ἱκετεύω, πάτερ, ἔφη, μηδέν μου προκατεγνωκέναι, παρασχεῖν δέ μοι τὰς ἀκοὰς ἀκεραίους εἰς τὴν ἀπολογίαν· ἀποδείξω γὰρ ἐμαυτὸν καθαρόν, ἂν σὺ θέλῃς.” 2 622

δʼ αὐτῷ σιγᾶν ἐγκραγὼν πρὸς τὸν Οὔαρον εἶπεν· “ἀλλʼ ὅτι μὲν καὶ σύ, Οὔαρε, καὶ πᾶς δικαστὴς ὅσιος Ἀντίπατρον ἐξώλη κρινεῖ, πέπεισμαι. δέδοικα δέ, μὴ κἀμοῦ μισήσῃς τὴν τύχην κἀμὲ κρίνῃς πάσης ἄξιον συμφορᾶς τοιούτους υἱοὺς γεγεννηκότα. χρὴ δέ με διὰ τοῦτο ἐλεεῖσθαι πλέον, ὅτι πρὸς οὕτω μιαροὺς καὶ φιλοστοργότατος πατὴρ ἐγενόμην. 623τοὺς μὲν γὰρ προτέρους βασιλείας τε ἔτι νέους ἀξιώσας καὶ πρὸς τοῖς

-- --

ἐν Ῥώμῃ τροφείοις φίλους Καίσαρος, ζηλωτοὺς δὲ ποιήσας βασιλεῦσιν ἑτέροις, εὗρον ἐπιβούλους, οἳ τεθνήκασι τὸ πλέον Ἀντιπάτρῳ· νέῳ γὰρ ὄντι καὶ διαδόχῳ τούτῳ μάλιστα τὴν ἀσφάλειαν ἐποριζόμην. 624τὸ δὲ μιαρὸν τοῦτο θηρίον τῆς ἐμῆς ὑπερεμπλησθὲν ἀνεξικακίας ἤνεγκεν κατʼ ἐμοῦ τὸν κόρον· ἔδοξα γὰρ αὐτῷ πολὺν ζῆν χρόνον, καὶ τὸ ἐμὸν γῆρας ἐβαρύνθη βασιλεύς τε οὐχ ὑπέμεινεν εἰ μὴ διὰ πατροκτονίας γενέσθαι, δίκαια γοῦν βουλευσάμενος, ὅτι καταγαγὼν αὐτὸν ἀπὸ τῆς χώρας ἀπερριμμένον καὶ παρωσάμενος τοὺς ἐκ βασιλίδος μοι γεγενημένους ἀπέδειξα τῆς ἀρχῆς διάδοχον. 625ἐξομολογοῦμαί σοι, Οὔαρε, τὴν ἐμαυτοῦ φρενοβλάβειαν· ἐγὼ τοὺς υἱοὺς ἐκείνους κατʼ ἐμαυτοῦ παρώξυνα δικαίας αὐτῶν ἀποκόψας ἐλπίδας διʼ Ἀντίπατρον. καὶ τί μὲν ἐκείνους εὐεργέτησα τηλικοῦτον, ἡλίκον τοῦτον; γε ζῶν μὲν ὀλίγου δεῖν παρεχώρησα τῆς ἐξουσίας, φανερῶς δὲ ταῖς διαθήκαις ἐνέγραψα τῆς ἀρχῆς διάδοχον καὶ πρόσοδον μὲν ἰδίᾳ πεντήκοντα ταλάντων ἔνειμα, τῶν δʼ ἐμῶν ἐχορήγησα χρημάτων ἀνέδην, πλέοντι δὲ νῦν εἰς Ῥώμην ἔδωκα τριακόσια τάλαντα, Καίσαρι δʼ ἐξ ὅλης τῆς γενεᾶς μόνον ὡς σωτῆρα τοῦ πατρὸς παρεθέμην. 626τί δʼ ἐκεῖνοι τοιοῦτον ἠσέβησαν, οἷον Ἀντίπατρος; τίς ἔλεγχος ἠνέχθη κατʼ αὐτῶν, ἡλίκος ἀποδείκνυσιν τοῦτον ἐπίβουλον; 627ἀλλὰ φθέγγεσθαί τι τετόλμηκεν πατροκτόνος καὶ πάλιν δόλοις τὴν ἀλήθειαν ἐπικαλύψειν ἐλπίζει. Οὔαρε, σοὶ φυλακτέον· ἐγὼ γὰρ οἶδα τὸ θηρίον καὶ προορῶμαι τὴν μέλλουσαν ἀξιοπιστίαν καὶ τὸν ἐπίπλαστον

-- --

ὀλοφυρμόν· οὗτός ἐστιν παραινῶν ἐμοί ποτε φυλάττεσθαι ζῶντα Ἀλέξανδρον καὶ μὴ πᾶσιν πιστεύειν τὸ σῶμα· οὗτος μέχρι τῆς κοίτης εἰσάγων καὶ μή μέ τις ἐνεδρεύοι περιβλέπων· οὗτος ταμίας τῶν ὕπνων καὶ χορηγὸς τῆς ἀμεριμνίας, παραμυθούμενος τὴν ἐπὶ τοῖς ἀνῃρημένοις λύπην καὶ διακρίνων τὴν τῶν ζώντων εὔνοιαν ἀδελφῶν, ὑπερασπιστὴς ἐμός, σωματοφύλαξ. 628ὅταν ἀναμνησθῶ, Οὔαρε, τὸ πανοῦργον ἐν ἑκάστῳ καὶ τὴν ὑπόκρισιν, ἀπιστία με τοῦ ζῆν εἰσέρχεται καὶ θαυμάζω, πῶς βαρὺν οὕτως ἐπίβουλον διέφυγον. ἀλλʼ ἐπεὶ δαίμων τις ἐξερημοῖ τὸν ἐμὸν οἶκον καί μοι τοὺς φιλτάτους ἐπανίστησιν ἀεί, κλαύσομαι μὲν ἐγὼ τὴν ἄδικον εἱμαρμένην καὶ κατʼ ἐμαυτὸν στενάξω τὴν ἐρημίαν, διαφεύξεται δʼ οὐδεὶς διψήσας τοὐμὸν αἷμα, κἂν διὰ πάντων μου τῶν τέκνων ἔλεγχος ἔλθῃ.” 3 629

Τοιαῦτα λέγων αὐτὸς μὲν ὑπὸ συγχύσεως ἐνεκόπη, Νικολάῳ δʼ ἑνὶ τῶν φίλων λέγειν τὰς ἀποδείξεις ἔνευσεν. μεταξὺ δʼ Ἀντίπατρος ἐπάρας τὴν κεφαλήν, ἔμενεν γὰρ δὴ βεβλημένος πρὸ τῶν ποδῶν τοῦ πατρός, ἐκβοᾷ· 630σύ, πάτερ, ὑπὲρ ἐμοῦ πεποίηκας τὴν ἀπολογίαν· πῶς γὰρ ἐγὼ πατροκτόνος, ὃν ὁμολογεῖς φύλακα διὰ παντὸς ἐσχηκέναι; τερατείαν δέ μου καὶ ὑπόκρισιν λέγεις τὴν εὐσέβειαν. πῶς πανοῦργος ἐν τοῖς ἄλλοις οὕτως ἄφρων ἐγενόμην, ὡς μὴ νοεῖν, ὅτι λαθεῖν οὐδʼ ἀνθρώπους ῥᾴδιον τηλικοῦτον μύσος ἐνσκευαζόμενον, τὸν δʼ ἀπʼ οὐρανοῦ δικαστὴν

-- --

ἀμήχανον, ὃς ἐφορᾷ πάντα καὶ πανταχοῦ πάρεστιν; 631 τὸ τῶν ἀδελφῶν τέλος ἠγνόουν, οὓς θεὸς οὕτως μετῆλθε τῆς εἰς σὲ κακοβουλίας; τί δέ με καὶ παρώξυνεν κατὰ σοῦ; βασιλείας ἐλπίς; ἀλλʼ ἐβασίλευον. ὑπόνοια μίσους; οὐ γὰρ ἐστεργόμην; φόβος ἐκ σοῦ τις ἄλλος· ἀλλὰ μὴν σὲ τηρῶν ἑτέροις φοβερὸς ἤμην. ἔνδεια χρημάτων; 632καὶ τίνι μᾶλλον ἐξῆν ἀναλίσκειν; εἰ γὰρ ἐξωλέστατος πάντων ἀνθρώπων ἐγενόμην καὶ θηρίου ψυχὴν εἶχον ἀνημέρου, πάτερ, οὐκ ἂν ταῖς σαῖς εὐεργεσίαις ἐνικήθην, ὃν κατήγαγες μέν, ὡς ἔφης αὐτός, προέκρινας δὲ τοσούτων τέκνων, ἀπέδειξας δὲ ζῶν βασιλέα, διʼ ὑπερβολὴν δὲ τῶν ἄλλων ἀγαθῶν ἐποίησας ἐπίφθονον; 633 τάλας ἐγὼ τῆς πικρᾶς ἀποδημίας, ὡς πολὺν ἔδωκα καιρὸν τῷ φθόνῳ καὶ μακρὰν τοῖς ἐπιβουλεύουσι διωρίαν. σοὶ δέ, πάτερ, καὶ τοῖς σοῖς ἀγῶσιν ἀπεδήμουν, ἵνα μὴ Συλλαῖος τοῦ σοῦ γήρως καταφρονήσῃ. Ῥώμη μοι μάρτυς τῆς εὐσεβείας καὶ τῆς οἰκουμένης προστάτης Καῖσαρ, φιλοπάτορα πολλάκις με εἰπών. λάβε, πάτερ, τὰ παρʼ αὐτοῦ γράμματα. ταῦτα τῶν ἐνθάδε διαβολῶν πιστότερα, ταῦτα ἀπολογία μοι μόνη, τούτοις τῆς εἰς σὲ φιλοστοργίας τεκμηρίοις χρῶμαι. 634μέμνησο δὲ ὡς οὐχ ἑκὼν ἔπλεον ἐπιστάμενος τὴν ἐμφωλεύουσαν τῇ βασιλείᾳ κατʼ ἐμοῦ δυσμένειαν. σὺ δέ με, πάτερ, ἄκων ἀπώλεσας, ἀναγκάσας καιρὸν διαβολῆς δοῦναι τῷ φθόνῳ. πάρειμι δὲ ἐπὶ τοὺς ἐλέγχους, πάρειμι διὰ γῆς καὶ θαλάσσης οὐδὲν

-- --

οὐδαμοῦ παθὼν πατροκτόνος. 635ἀλλὰ μήπω με τούτῳ φίλει τῷ τεκμηρίῳ· κατέγνωσμαι γὰρ καὶ παρὰ θεῷ καὶ παρὰ σοί, πάτερ. κατεγνωσμένος δὲ δέομαι μὴ ταῖς ἄλλων βασάνοις πιστεύειν, ἀλλὰ κατʼ ἐμοῦ φερέσθω τὸ πῦρ, ὁδευέτω διὰ τῶν ἐμῶν σπλάγχνων τὰ ὄργανα, μὴ φειδέσθω ὀλοφυρμὸς τοῦ μιαροῦ σώματος· εἰ γὰρ εἰμὶ πατροκτόνος, 636οὐκ ὀφείλω θνήσκειν ἀβασάνιστος.” τοιαῦτα μετʼ ὀλοφυρμοῦ καὶ δακρύων ἐκβοῶν τούς τε ἄλλους ἅπαντας καὶ τὸν Οὔαρον εἰς οἶκτον προυκαλέσατο, μόνον δὲ θυμὸς Ἡρώδην ἄδακρυν διεκράτει τοὺς ἐλέγχους ἀληθεῖς ἐπιστάμενον. 4 637

Ἐν τούτῳ Νικόλαος τοῦ βασιλέως κελεύσαντος πολλὰ πρὸς τὸ πανοῦργον τὸ Ἀντιπάτρου προειπὼν καὶ τὸν ἐπʼ αὐτῷ διαχέας ἔλεον, ἔπειτα πικρὰν κατηγορίαν κατετείνατο, πάντα μὲν τὰ κατὰ τὴν βασιλείαν κακουργήματα περιτιθεὶς αὐτῷ, μάλιστα δὲ τὴν ἀναίρεσιν τῶν ἀδελφῶν, ἀποδεικνὺς ταῖς ἐκείνου διαβολαῖς ἀπολωλότας. ἐπιβουλεύειν δὲ αὐτὸν ἔλεγεν καὶ τοῖς περιοῦσιν ὡς ἐφέδροις τῆς διαδοχῆς· τὸν γὰρ παρασκευάσαντα πατρὶ φάρμακον πού γʼ ἂν ἀδελφῶν ἀποσχέσθαι. 638προελθὼν δʼ ἐπὶ τὸν ἔλεγχον τῆς φαρμακείας τάς τε μηνύσεις ἑξῆς ἐπεδείκνυεν καὶ περὶ Φερώρα κατεσχετλίαζεν, ὅτι κἀκεῖνον Ἀντίπατρος ποιήσειεν ἀδελφοκτόνον καὶ τοὺς φιλτάτους τῷ βασιλεῖ διαφθείρας ὅλον τοῦ μύσους ἀναπλήσειεν τὸν οἶκον, ἄλλα τε πολλὰ πρὸς τούτοις εἰπὼν καὶ ἀποδείξας καταπαύει τὸν λόγον.

-- --

5 639

Οὔαρος δὲ ἀπολογεῖσθαι κελεύσας τὸν Ἀντίπατρον, ὡς οὐδὲν πλέον εἰπὼν θεός ἐστίν μοι τοῦ μηδὲν ἀδικεῖν μάρτυςἔκειτο σιγῶν, αἰτήσας τὸ φάρμακον δίδωσί τινι τῶν ἐπὶ θανάτῳ κατακρίτων δεσμώτῃ πιεῖν. 640τοῦ δὲ παραχρῆμα τελευτήσαντος μὲν ἀπορρήτους ποιήσας τὰς πρὸς Ἡρώδην ὁμιλίας καὶ τὰ περὶ τὸ συνέδριον Καίσαρι γράψας μετὰ μίαν ἡμέραν χωρίζεται. δεσμεῖ δὲ βασιλεὺς Ἀντίπατρον καὶ πρὸς Καίσαρα τοὺς δηλώσοντας τὴν συμφορὰν ἐξέπεμψεν. 6 641

Μετὰ δὲ ταῦτα καὶ κατὰ Σαλώμης ἐπίβουλος Ἀντίπατρος εὑρίσκεται· τῶν γὰρ Ἀντιφίλου τις οἰκετῶν ἧκεν ἐπιστολὰς κομίζων ἀπὸ Ῥώμης παρὰ Λιουίας θεραπαινίδος Ἀκμῆς τοὔνομα. καὶ παρὰ μὲν ταύτης ἐπέσταλτο βασιλεῖ τὰς παρὰ Σαλώμης ἐπιστολὰς ἐν τοῖς Λιουίας εὑρηκέναι γράμμασιν, πεπομφέναι δὲ αὐτῷ λάθρα διʼ εὔνοιαν. 642αἱ δὲ τῆς Σαλώμης λοιδορίας τε τοῦ βασιλέως περιεῖχον πικροτάτας καὶ κατηγορίαν μεγίστην. ταύτας δὲ πλάσας Ἀντίπατρος καὶ τὴν Ἀκμὴν διαφθείρας ἔπεισεν Ἡρώδῃ πέμψαι. 643διηλέγχθη δὲ ἐκ τῆς πρὸς αὐτὸν ἐπιστολῆς· καὶ γὰρ ἐκείνῳ τὸ γύναιον ἔγραψεν· “ὡς ἐβουλήθης, ἔγραψά σου τῷ πατρὶ καὶ τὰς ἐπιστολὰς ἐκείνας ἔπεμψα πεπεισμένη τὸν βασιλέα μὴ φείσεσθαι τῆς ἀδελφῆς, ὅταν ἀναγνῷ. καλῶς δὲ ποιήσεις, ἐπειδὰν ἀπαρτισθῇ πάντα, μνημονεύσας ὧν ὑπέσχου.”

-- --

7 644

Ταύτης φωραθείσης τῆς ἐπιστολῆς καὶ τῶν κατὰ Σαλώμης ἐνσκευασθεισῶν ἔννοια μὲν ἐμπίπτει τῷ βασιλεῖ τάχα καὶ κατʼ Ἀλεξάνδρου πλασθῆναι γράμματα, περιαλγὴς δʼ ἦν ὑπὸ τοῦ πάθους ὡς παρʼ ὀλίγον καὶ τὴν ἀδελφὴν ἀποκτείνας διʼ Ἀντίπατρον· 645οὐκέτι οὖν ἀνεβάλλετο λαβεῖν τιμωρίαν ὑπὲρ ἁπάντων. ὡρμημένος δʼ ἐπὶ τὸν Ἀντίπατρον ἐπεσχέθη νόσῳ χαλεπῇ· περὶ μέντοι τῆς Ἀκμῆς καὶ τῶν κατὰ Σαλώμης ἐσκευωρημένων ἐπέστειλεν Καίσαρι. 646τήν τε διαθήκην αἰτήσας μετέγραφεν, καὶ βασιλέα μὲν ἀπεδείκνυεν Ἀντίπαν ἀμελῶν τῶν πρεσβυτάτων Ἀρχελάου καὶ Φιλίππου· διαβεβλήκει γὰρ καὶ τούτους Ἀντίπατρος· Καίσαρι δὲ σὺν τοῖς διὰ χρημάτων δώροις χίλια τάλαντα, τῇ δὲ γυναικὶ καὶ τέκνοις αὐτοῦ καὶ φίλοις καὶ ἀπελευθέροις περὶ πεντακόσια, ἀπένειμεν δὲ καὶ τοῖς ἄλλοις ἅπασιν τῆς τε χώρας οὐκ ὀλίγα καὶ τῶν χρημάτων· λαμπροτάταις δὲ δωρεαῖς ἐτίμα Σαλώμην τὴν ἀδελφήν. ἐν μὲν οὖν ταῖς διαθήκαις ταῦτα διωρθώσατο. 1 647

Προῄει δʼ αὐτῷ πρὸς τὸ χαλεπώτερον νόσος ἅτε δὴ τῶν ἀρρωστημάτων ἐν γήρᾳ καὶ ἀθυμίᾳ ἐπιπεσόντων· ἦν μὲν γὰρ ἤδη σχεδὸν ἐτῶν ἑβδομήκοντα, τεταπείνωτο δὲ τὴν ψυχὴν ταῖς περὶ τῶν τέκνων συμφοραῖς, ὡς μηδʼ ἐν ὑγιείᾳ τι τῶν ἡδέων προσίεσθαι. τῆς νόσου δʼ ἦν ἐπίτασις ζῶν Ἀντίπατρος, ὃν οὐκ ἐν παρέργῳ, ῥαΐσας δὲ προῄρητο ἀνελεῖν. 2 648

Γίνεται δʼ ἐν ταῖς συμφοραῖς αὐτῷ καὶ δημοτική τις ἐπανάστασις. δύο ἦσαν σοφισταὶ κατὰ τὴν πόλιν μάλιστα δοκοῦντες ἀκριβοῦν τὰ πάτρια καὶ διὰ τοῦτο ἐν παντὶ τῷ ἔθνει μεγίστης ἠξιωμένοι δόξης, Ἰούδας τε υἱὸς Σεπφεραίου καὶ Ματθίας ἕτερος Μαργάλου. 649τούτοις οὐκ ὀλίγοι προσῄεσαν τῶν νέων ἐξηγουμένοις τοὺς νόμους, καὶ συνεῖχον ὁσημέραι τῶν ἡβώντων στρατόπεδον. οἳ τότε τὸν βασιλέα πυνθανόμενοι ταῖς ἀθυμίαις ὑπορρέοντα καὶ τῇ νόσῳ λόγον καθίεσαν εἰς τοὺς γνωρίμους, ὡς ἄρα καιρὸς ἐπιτηδειότατος εἴη τιμωρεῖν ἤδη τῷ θεῷ καὶ τὰ κατασκευασθέντα παρὰ τοὺς πατρίους νόμους ἔργα κατασπᾶν. 650ἀθέμιτον γὰρ εἶναι κατὰ τὸν ναὸν εἰκόνας προτομὰς ζῴου τινὸς ἐπώνυμον ἔργον εἶναι· κατεσκευάκει δʼ βασιλεὺς ὑπὲρ τὴν μεγάλην πύλην ἀετὸν χρυσοῦν· ὃν δὴ τότε παρῄνουν ἐκκόπτειν οἱ σοφισταί, καλὸν εἶναι λέγοντες, εἰ καί τις γένοιτο κίνδυνος, ὑπὲρ τοῦ πατρίου νόμου θνήσκειν· τοῖς γὰρ οὕτω τελευτῶσιν ἀθάνατόν τε τὴν ψυχὴν καὶ τὴν ἐν ἀγαθοῖς αἴσθησιν αἰώνιον παραμένειν, τοὺς δὲ ἀγενεῖς καὶ τῆς ἑαυτῶν σοφίας ἀπείρους ἀγνοοῦντας φιλοψυχεῖν καὶ πρὸ τοῦ διʼ ἀρετῆς τὸν ἐκ νόσου θάνατον αἱρεῖσθαι. 3 651

Ἅμα δὲ τοῖς ἐκείνων λόγοις διεφημίσθη καὶ θνήσκειν βασιλεύς, ὥστε θαρραλεώτερον ἥπτοντο τῆς ἐπιχειρήσεως οἱ νέοι. μέσης γοῦν ἡμέρας καὶ πολλῶν κατὰ τὸ ἱερὸν ἀναστρεφομένων

-- --

σχοίνοις παχείαις καθιμήσαντες σφᾶς αὐτοὺς ἀπὸ τοῦ τέγους τὸν χρυσοῦν ἀετὸν ἐξέκοπτον πελέκεσιν. 652ἠγγέλθη δʼ εὐθέως τῷ βασιλέως στρατηγῷ, κἀκεῖνος μετὰ χειρὸς οὐκ ὀλίγης ἀναδραμὼν περὶ τεσσαράκοντα νεανίας συλλαμβάνει καὶ κατήγαγεν πρὸς βασιλέα. 653πυνθανομένῳ δʼ αὐτῷ πρῶτον, εἰ τολμήσειαν τὸν χρυσοῦν ἀετὸν ἐκκόπτειν, ὡμολόγουν. ἔπειτα, τίνος κελεύσαντος, ἀπεκρίναντο τοῦ πατρίου νόμου. τί δʼ οὕτως γεγήθασιν διερωτήσαντος, ἀναιρεῖσθαι μέλλοντες ἔλεγον, ὅτι πλειόνων ἀγαθῶν ἀπολαύσουσιν μετὰ τὴν τελευτήν. 4 654

Ἐπὶ τούτοις βασιλεὺς διʼ ὑπερβολὴν ὀργῆς κρείττων τῆς νόσου γενόμενος πρόεισιν εἰς ἐκκλησίαν, καὶ πολλὰ τῶν ἀνδρῶν κατηγορήσας ὡς ἱεροσύλων καὶ προφάσει τοῦ νόμου πειραζόντων τι μεῖζον ἠξίου κολάζειν ὡς ἀσεβεῖς. 655 δὲ δῆμος δείσας μὴ διὰ πολλῶν ἔλεγχος ἔλθῃ, παρεκάλει πρῶτον μὲν τοὺς ὑποθεμένους τὴν πρᾶξιν, ἔπειτα τοὺς ἐν αὐτῇ συλληφθέντας κολάσαντα τοῖς λοιποῖς τὴν ὀργὴν ἀφιέναι. πείθεται μόλις βασιλεύς, καὶ τοὺς μὲν καθιμήσαντας ἑαυτοὺς ἅμα τοῖς σοφισταῖς κατέκαυσε ζῶντας, τοὺς λοιποὺς δὲ τῶν συλληφθέντων παρέδωκεν τοῖς ὑπηρέταις ἀνελεῖν. 5 656

Ἔνθεν αὐτοῦ τὸ σῶμα πᾶν νόσος διαλαβοῦσα ποικίλοις πάθεσιν ἐμερίζετο· πυρετὸς μὲν γὰρ ἦν οὐ λάβρος, κνησμὸς δὲ ἀφόρητος τῆς ἐπιφανείας ὅλης καὶ κόλου συνεχεῖς ἀλγηδόνες περί τε τοὺς πόδας ὥσπερ ὑδρωπιῶντος οἰδήματα τοῦ τε ἤτρου φλεγμονὴ καὶ δὴ αἰδοίου σηπεδὼν σκώληκας γεννῶσα, πρὸς τούτοις ὀρθόπνοια καὶ δύσπνοια καὶ σπασμοὶ πάντων τῶν μελῶν, ὥστε τοὺς ἐπιθειάζοντας ποινὴν εἶναι τῶν σοφιστῶν τὰ νοσήματα λέγειν. 657 δὲ παλαίων τοσούτοις πάθεσιν ὅμως τοῦ ζῆν ἀντείχετο σωτηρίαν τε ἤλπιζεν καὶ θεραπείας ἐπενόει· διαβὰς γοῦν τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς· ταῦτα δʼ ἔξεισι μὲν εἰς τὴν Ἀσφαλτῖτιν λίμνην, ὑπὸ γλυκύτητος δʼ ἐστὶ καὶ πότιμα. δόξαν δὲ ἐνταῦθα τοῖς ἰατροῖς ἐλαίῳ θερμῷ πᾶν ἀναθάλψαι τὸ σῶμα χαλασθὲν εἰς πλήρη πύελον ἐκλύει καὶ τοὺς ὀφθαλμοὺς ὡς τεθνεὼς ἀνέστρεψεν. 658θορύβου δὲ τῶν θεραπευόντων γενομένου πρὸς μὲν τὴν φωνὴν ἀνήνεγκεν, εἰς δὲ τὸ λοιπὸν ἀπογνοὺς τὴν σωτηρίαν τοῖς τε στρατιώταις ἀνὰ πεντήκοντα δραχμὰς ἐκέλευσεν διανεῖμαι καὶ πολλὰ χρήματα τοῖς ἡγεμόσι καὶ τοῖς φίλοις. 6 659

Αὐτὸς δὲ ὑποστρέφων εἰς Ἱεριχοῦντα παραγίνεται μελαγχολῶν ἤδη, καὶ μόνον οὐκ ἀπειλῶν αὐτῷ τῷ θανάτῳ προέκοπτεν εἰς ἐπιβολὴν ἀθεμίτου πράξεως· τοὺς γὰρ ἀφʼ ἑκάστης κώμης ἐπισήμους ἄνδρας ἐξ ὅλης Ἰουδαίας συναγαγὼν εἰς τὸν καλούμενον ἱππόδρομον ἐκέλευσεν συγκλεῖσαι. 660προσκαλεσάμενος δὲ Σαλώμην τὴν ἀδελφὴν καὶ τὸν ἄνδρα ταύτης Ἀλεξᾶνοἶδα, ἔφη, Ἰουδαίους τὸν ἐμὸν ἑορτάσοντας θάνατον, δύναμαι δὲ πενθεῖσθαι διʼ ἑτέρων

-- --

καὶ λαμπρὸν ἐπιτάφιον ἔχειν, ἂν ὑμεῖς θελήσητε ταῖς ἐμαῖς ἐντολαῖς ὑπουργῆσαι. τούσδε τοὺς φρουρουμένους ἄνδρας ἐπειδὰν ἐκπνεύσω τάχιστα κτείνατε περιστήσαντες τοὺς στρατιώτας, ἵνα πᾶσα Ἰουδαία καὶ πᾶς οἶκος ἄκων ἐπʼ ἐμοὶ δακρύσῃ.” 7 661

Ταῦτα ἐνετέλλετο, καὶ παρὰ τῶν ἐν Ῥώμῃ πρέσβεων ἧκον ἐπιστολαί, διʼ ὧν Ἀκμὴ μὲν ἀνῃρημένη κελεύσαντος Καίσαρος ἐδηλοῦτο, θανάτῳ δʼ Ἀντίπατρος κατάκριτος· ἔγραφόν γε μὴν ὡς, εἰ καὶ φυγαδεύειν αὐτὸν ἐθελήσειεν πατήρ, ἐπιτρέποι Καῖσαρ. 662 δὲ βραχὺ μὲν πρὸς τὴν εὐθυμίαν ἀνήνεγκεν, αὖθις δέ, καὶ γὰρ ἐνδείᾳ τροφῆς καὶ βηχὶ σπασμώδει διετείνετο, τῶν ἀλγηδόνων ἡσσηθεὶς φθάσαι τὴν εἱμαρμένην ἐπεβάλλετο. λαβὼν δὲ μῆλον ᾔτησεν καὶ μαχαίριον, εἰώθει γὰρ ἀποτέμνων ἐσθίειν, ἔπειτα περιαθρήσας μή τις κωλύων εἴη, ἐπῆρεν τὴν δεξιὰν ὡς πλήξων ἑαυτόν. προσδραμὼν δὲ ἐκώλυσεν Ἀχίαβος ἀνεψιὸς αὐτοῦ τὴν χεῖρα κατασχών. 663οἰμωγὴ δʼ εὐθέως ἤρθη μεγίστη κατὰ τὸ βασίλειον ὡς οἰχομένου βασιλέως, καὶ ταχέως ἀκούσας Ἀντίπατρος ἀναθαρρεῖ τε καὶ γεγηθὼς τοὺς φύλακας ἱκέτευεν ἐπὶ χρήμασιν ἐξαφεῖναι λύσαντας αὐτόν. δὲ ἡγεμὼν οὐ μόνον ἐκώλυσεν, ἀλλὰ καὶ βασιλεῖ δραμὼν ἀνήγγειλεν τὴν ἐπιβουλήν. 664ἀνέκραγεν δʼ ἐκεῖνος ἰσχυρότερον τῆς νόσου καὶ παραχρῆμα πέμψας τοὺς δορυφόρους ἀποκτείνει τὸν Ἀντίπατρον. θάψαι δὲ τὸν νεκρὸν αὐτοῦ προστάξας ἐν Ὑρκανίᾳ πάλιν

-- --

τὰς διαθήκας ἐπανορθοῦται, καὶ διάδοχον μὲν Ἀρχέλαον τὸν πρεσβύτατον υἱὸν ἀδελφὸν δὲ Ἀντιπάτρου γράφει, τετράρχην δὲ Ἀντίπαν. 8 665

Μετὰ δὲ τὴν ἀναίρεσιν τοῦ παιδὸς ἐπιβιοὺς πέντε ἡμέρας τελευτᾷ, βασιλεύσας ἀφʼ οὗ μὲν ἀποκτείνας Ἀντίγονον ἐκράτησεν τῶν πραγμάτων ἔτη τέσσαρα καὶ τριάκοντα, ἀφʼ οὗ δὲ ὑπὸ Ῥωμαίων ἀπεδείχθη βασιλεὺς ἑπτὰ καὶ τριάκοντα, καὶ κατὰ μὲν τὰ ἄλλα πάντα τύχῃ δεξιᾷ χρησάμενος, εἰ καί τις ἄλλος, ὅστις κατεκτήσατο βασιλείαν ἰδιώτης ὢν καὶ τοσούτῳ χρόνῳ φυλάξας ἰδίοις τέκνοις κατέλιπεν, ἐν δὲ τοῖς κατʼ οἶκον ἀτυχέστατος. 666πρὶν δὲ γνῶναι τὴν τελευτὴν αὐτοῦ τὸ στρατιωτικὸν προελθοῦσα μετὰ τἀνδρὸς Σαλώμη διαφῆκεν τοὺς δεσμώτας, οὓς κτείνειν βασιλεὺς ἐνετείλατο, μεταπεισθῆναι τὸν βασιλέα λέγουσα καὶ πάλιν ἀναπέμπειν ἕκαστον εἰς τὰ ἴδια. τούτων δʼ οἰχομένων ἐδήλουν ἤδη τοῖς στρατιώταις καὶ συνῆγον αὐτοὺς εἰς ἐκκλησίαν μετὰ τοῦ λοιποῦ πλήθους ἐν τῷ κατὰ Ἱεριχοῦντα ἀμφιθεάτρῳ. 667ἔνθα παρελθὼν Πτολεμαῖος καὶ τὸν σημαντῆρα δακτύλιον παρὰ τοῦ βασιλέως πεπιστευμένος τόν τε βασιλέα κατευδαιμονίζει καὶ τὸ πλῆθος παρακαλεῖ καὶ τὴν ἀπολειφθεῖσαν τοῖς στρατιώταις ἀνεγίνωσκεν ἐπιστολήν, ἐν πολλὰ περὶ τῆς εἰς τὸν διάδοχον εὐνοίας παρεκάλει. 668μετὰ δὲ τὴν ἐπιστολὴν λύσας τὰς ἐπιδιαθήκας ἀνεγίνωσκεν, ἐν αἷς Φίλιππος μὲν τοῦ Τράχωνος καὶ τῶν γειτνιώντων χωρίων κληρονόμος, τετράρχης δʼ, ὡς προείπαμεν, Ἀντίπας, βασιλεὺς δʼ Ἀρχέλαος ἀπεδείκνυτο. 669τούτῳ δὲ τόν τε δακτύλιον τὸν ἑαυτοῦ Καίσαρι φέρειν ἐνετέλλετο καὶ τὰς διοικήσεις τῆς βασιλείας σεσημασμένας· κύριον γὰρ ἁπάντων ὧν διατάξειεν καὶ βεβαιωτὴν τῶν διαθηκῶν εἶναι Καίσαρα· τά γε μὴν λοιπὰ κατὰ τὰς προτέρας διαθήκας φυλάττειν. 9 670

Βοὴ δʼ εὐθὺς ἐγένετο τῶν Ἀρχελάῳ συνηδομένων, καὶ κατὰ στῖφος οἱ στρατιῶται μετὰ τοῦ πλήθους προσιόντες ὑπισχνοῦντο μὲν τὴν ἑαυτῶν εὔνοιαν, συνηύχοντο δὲ καὶ τὴν παρὰ τοῦ θεοῦ, καὶ μετὰ ταῦτα πρὸς ταφὴν ἐτρέποντο τοῦ βασιλέως. 671παρέλιπεν δʼ οὐδὲν Ἀρχέλαος εἰς πολυτέλειαν, ἀλλὰ πάντα τὸν βασιλικὸν κόσμον προήνεγκεν συμπομπεύσοντα τῷ νεκρῷ· κλίνη μὲν γὰρ ὁλόχρυσος ἦν διάλιθος, στρωμνὴ δὲ ἁλουργὶς ποικίλη, τὸ σῶμα δʼ ἐπʼ αὐτῆς πορφύρᾳ κεκαλυμμένον, καὶ διάδημα μὲν ἐπέκειτο τῇ κεφαλῇ, στέφανος δʼ ὑπὲρ αὐτοῦ χρυσοῦς, τὸ δὲ σκῆπτρον παρὰ τὴν δεξιάν. 672καὶ περὶ τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος τῶν συγγενῶν, ἐφʼ οἷς οἱ δορυφόροι καὶ τὸ Θρᾴκιον στῖφος Γερμανοί τε καὶ Γαλάται διεσκευασμένοι πάντες ὡς εἰς πόλεμον. 673προῆγεν δʼ λοιπὴ δύναμις ὡπλισμένη τοῖς ἡγεμόσιν καὶ ταξιάρχοις ἀκολουθοῦντες ἐν κόσμῳ, πεντακόσιοι δὲ ἐπʼ αὐτοῖς τῶν οἰκετῶν καὶ ἀπελευθέρων ἀρωματοφόροι. σταδίους δʼ ἐκομίσθη τὸ σῶμα

-- --

ἑβδομήκοντα εἰς Ἡρώδειον, ὅπου κατὰ τὰς ἐντολὰς ἐτάφη. καὶ τὰ μὲν περὶ Ἡρώδην τοιοῦτον ἔσχεν πέρας.

-- --

Previous Section

Next Section


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
Powered by PhiloLogic